← ルキアノス

シリアの女神

§12-14

デウカリオンの洪水とヒエラポリス神殿の伝承

デウカリオンの洪水神話と、聖なる都市の神殿にある地割れにまつわる儀式、および神殿をセミラミス建立とする異説やデルケト崇拝との関係について述べる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§12

οἱ μὲν ὦν πολλοὶ Δευκαλίωνα τὸν Σκύθεα τὸ ἱρὸν εἵσασθαι λέγουσιν, τοῦτον Δευκαλίωνα ἐπὶ τοῦ τὸ πολλὸν ὕδωρ ἐγένετο.1 Δευκαλίωνος δὲ πέρι λόγον ἐν Ἕλλησιν ἤκουσα, τὸν Ἕλληνες ἐπʼ αὐτῷ λέγουσιν. ὁ δὲ μῦθος ὧδε ἔχει. ἥδε ἡ γενεή, οἱ νῦν ἄνθρωποι, οὐ πρῶτοι ἐγένοντο, ἀλλʼ ἐκείνη μὲν ἡ γενεὴ πάντες ὤλοντο, οὗτοι δὲ γένεος τοῦ δευτέρου εἰσί, τὸ αὖτις ἐκ Δευκαλίωνος ἐς πληθὺν ἀπίκετο. ἐκείνων δὲ πέρι τῶν ἀνθρώπων τάδε μυθέονται· ὑβρισταὶ κάρτα ἐόντες ἀθέμιστα ἔργα ἔπρησσον, οὔτε γὰρ ὅρκια ἐφύλασσον οὔτε ξείνους ἐδέκοντο οὔτε ἱκετέων ἠνείχοντο, ἀνθʼ ὧν2 σφίσιν ἡ μεγάλη συμφορὴ ἀπίκετο. αὐτίκα ἡ γῆ πολλὸν ὕδωρ ἐκδιδοῖ καὶ ὄμβροι μεγάλοι ἐγένοντο καὶ οἱ ποταμοὶ κατέβησαν μέζονες καὶ ἡ θάλασσα ἐπὶ πολλὸν ἀνέβη, ἐς ὃ πάντα ὕδωρ ἐγένοντο καὶ πάντες ὤλοντο, Δευκαλίων δὲ μοῦνος ἀνθρώπων ἐλίπετο ἐς γενεὴν δευτέρην3 εὐβουλίης τε καὶ τοῦ εὐσεβέος εἵνεκα. ἡ δέ οἱ σωτηρίη ἥδε ἐγένετο· λάρνακα μεγάλην, τὴν αὐτὸς εἶχεν, ἐς ταύτην ἐσβιβάσας παῖδάς τε καὶ γυναῖκας ἑωυτοῦ ἐσέβη· ἐσβαίνοντι δέ οἱ ἀπίκοντο σύες καὶ ἵπποι καὶ λεόντων γένεα καὶ ὄφιες καὶ ἄλλα ὁκόσα ἐν γῇ νέμονται, πάντα ἐς ζεύγεα. ὁ δὲ πάντα ἐδέκετο, καί μιν οὐκ ἐσίνοντο, ἀλλά σφι μεγάλη διόθεν φιλίη ἐγένετο. καὶ ἐν μιῇ λάρνακι πάντες ἔπλευσαν ἔστε τὸ ὕδωρ ἐπεκράτεεν. τὰ μὲν Δευκαλίωνος πέρι Ἕλληνες ἱστορέουσι.

さて、多くの人々は、スキタイ人のデウカリオンがこの神殿を建立したと言っているが、これは大洪水が起こったあのデウカリオンのことである。デウカリオンについては、ギリシア人の間で、ギリシア人たちが彼について語っている説話を私は聞いた。その神話は次のようである。 この世代、すなわち現代の人間は、最初の人間ではなく、あの最初の世代は全員が滅び、彼らはデウカリオンから再び増え広がった第二の世代に属している。あの人々については次のように語られている。彼らは極めて傲慢であり、不義の行いをしていた。というのも、彼らは誓いを守らず、異邦人を受け入れず、哀願者を容赦しなかったからであり、それゆえに彼らに大いなる災厄が訪れたのである。たちまち大地は大量の水を噴き出し、大雨が降り、川は増水して流れ下り、海は大きく上昇し、ついにすべてが水となり、全員が滅びたが、デウカリオンだけがその思慮深さと敬虔さのゆえに、第二の世代のためにただ一人残された。彼の救済は次のようにして起こった。自分が持っていた大きな箱の中に、自分の子供たちと妻たちを乗せて彼自身も乗り込んだ。彼が乗り込もうとすると、猪や馬、ライオンの群れ、蛇、その他地上に住むあらゆる生き物たちが、すべてつがいで彼のところにやって来た。彼はそれらすべてを迎え入れたが、それらは彼を害することなく、神から与えられた大いなる親愛の情が彼らの間に生まれた。そして一つの箱の中で、水が治まるまで彼らは皆ともに船旅をした。ギリシア人たちはデウカリオンについてこのように語り伝えている。

§13

τὸ δὲ ἀπὸ τούτου λέγεται λόγος ὑπὸ τῶν ἐν τῇ ἱρῆ πόλει μεγάλως ἄξιος θωυμάσαι,4 ὅτι ἐν τῇ σφετέρῃ χώρῃ χάσμα μέγα ἐγένετο καὶ τὸ σύμπαν ὕδωρ κατεδέξατο· Δευκαλίων δέ, ἐπεὶ τάδε ἐγένετο, βωμούς τε ἔθετο καὶ νηὸν ἐπὶ τῷ χάσματι Ἥρης ἅγιον ἐστήσατο. ἐγὼ δὲ καὶ τὸ χάσμα εἶδον, καὶ ἔστιν ὑπὸ τῷ νηῷ κάρτα μικρόν. εἰ μὲν ὦν πάλαι καὶ μέγα ἐὸν νῦν τοιόνδε ἐγένετο, οὐκ οἶδα· τὸ δὲ ἐγὼ εἶδον, μικρόν ἐστιν. σῆμα δὲ τῆς ἱστορίης τόδε πρήσσουσιν. δὶς ἑκάστου ἔτεος ἐκ θαλάσσης ὕδωρ ἐς τὸν νηὸν ἀπικνέεται. φέρουσι δὲ οὐκ ἱρέες μοῦνον, ἀλλὰ πᾶσα Συρίη καὶ Ἀραβίη, καὶ πέρηθεν τοῦ Εὐφρήτεω πολλοὶ ἄνθρωποι ἐς θάλασσαν ἔρχονται καὶ πάντες ὕδωρ φέρουσιν, τὸ πρῶτα μὲν ἐν τῷ νηῷ ἐκχέουσι, μετὰ δὲ ἐς τὸ χάσμα κατέρχεται, καὶ δέκεται τὸ χάσμα μικρὸν ἐὸν ὕδατος χρῆμα πολλόν. τὰ δὲ ποιέοντες Δευκαλίωνα ἐν τῷ ἱρῷ τόνδε νόμον θέσθαι λέγουσι συμφορῆς τε καὶ εὐεργεσίης μνῆμα ἔμμεναι. Ὁ μὲν ὦν ἀρχαῖος αὐτοῖσι λόγος ἀμφὶ τοῦ ἱροῦ τοιόσδε ἐστίν.

この後に、聖なる都市の人々によって語られる説話は、大いに驚異に値するものである。すなわち、彼らの土地に大きな裂け目が現れ、すべての水を受け入れたということである。そしてデウカリオンは、このことが起こった後、祭壇を設け、その裂け目の上にヘラの神聖な神殿を建立した。私もその裂け目を見たが、それは神殿の下にあって、極めて小さいものである。昔は大きく、それが今はこのようになったのかどうか、私にはわからない。しかし私の見たものは、確かに小さい。 そして、この物語の証拠として、彼らは次のことを行っている。年に二回、海から水が神殿に届く。それを運ぶのは神官たちだけでなく、全シリアとアラビア、そしてユーフラテス川の彼方からも多くの人々が海へと行き、皆が水を運んでくる。彼らはまずそれを神殿の中で注ぎ出し、その後に水は裂け目へと流れ下る。そして裂け目は、小さいながらも、大量の水を吸い込む。これを行うにあたり、デウカリオンが神殿にこの慣習を定め、それは災厄と恩恵の記念碑となったのだ、と彼らは言う。 さて、彼らの神殿に関する古代の伝承は、以上のようなものである。

§14

ἄλλοι δὲ Σεμίραμιν τὴν Βαβυλωνίην, τῆς δὴ πολλὰ ἔργα ἐν τῇ Ἀσίῃ ἐστίν, ταύτην καὶ τόδε τὸ ἕδος εἵσασθαι νομίζουσιν, οὐκ Ἥρῃ δὲ εἵσασθαι ἀλλὰ μητρὶ ἑωυτῆς, τῆς Δερκετὼ οὔνομα. Δερκετοῦς δὲ εἶδος ἐν Φοινίκῃ ἐθεησάμην, θέημα ξένον· ἡμισέη μὲν γυνή, τὸ δὲ ὁκόσον ἐκ μηρῶν ἐς ἄκρους πόδας ἰχθύος οὐρὴ ἀποτείνεται.5 ἡ δὲ ἐν τῇ ἱρῇ πόλει πᾶσα γυνή ἐστιν, πίστιες δὲ τοῦ λόγου αὐτοῖσιν οὐ κάρτα ἐμφανέες. ἰχθύας χρῆμα ἱρὸν νομίζουσιν καὶ οὔκοτε ἰχθύων ψαύουσι· καὶ ὄρνιθας τοὺς μὲν ἄλλους σιτέονται, περιστερὴν δὲ μούνην οὐ σιτέονται, ἀλλὰ σφίσιν ἥδε ἱρή. τὰ δὲ γιγνόμενα δοκέει αὐτοῖς ποιέεσθαι Δερκετοῦς καὶ Σεμιράμιος εἵνεκα, τὸ μὲν ὅτι Δερκετὼ μορφὴν ἰχθύος ἔχει, τὸ δὲ ὅτι τὸ Σεμιράμιος τέλος ἐς περιστερὴν ἀπίκετο. ἀλλʼ ἐγὼ τὸν μὲν νηὸν ὅτι Σεμιράμιος ἔργον ἐστὶν τάχα κου δέξομαι· Δερκετοῦς δὲ τὸ ἱρὸν ἔμμεναι οὐδαμὰ πείθομαι, ἐπεὶ καὶ παρʼ Αἰγυπτίων ἐνίοισιν ἰχθύας οὐ σιτέονται, καὶ τάδε οὐ Δερκετοῖ χαρίζονται.

他の人々は、アジアに多くの業績を残したバビロニアのセミラミスが、この聖所をも建立したと考えている。しかしヘラにではなく、デルケトという名の彼女の母に捧げて建立したのだという。デルケトの姿を私はフェニキアで見たが、それは奇妙な見ものであった。半分は女性であり、太ももからつま先にかけての部分は魚の尾として伸びている。しかし聖なる都市にある像はすべて女性であり、彼らにとってこの説の根拠はそれほど明確ではない。彼らは魚を聖なるものと考え、決して魚に触れない。また鳥については、他の鳥は食べるが、鳩だけは食べず、それは彼らにとって聖なるものである。こうした風習は、彼らにはデルケトとセミラミスのために行われていると思われる。一方はデルケトが魚の姿をしていたからであり、他方はセミラミスの最後が鳩となったからである。しかし、私としては、神殿がセミラミスの業績であるということはおそらく受け入れるかもしれないが、それがデルケトの神殿であるということは決して信じない。なぜなら、エジプト人の一部の間でも魚を食べない者がいるが、彼らはデルケトを敬ってそうしているのではないからである。

構文注5 件
  1. 12τοῦτον Δευκαλίωνα ἐπὶ τοῦ τὸ πολλὸν ὕδωρ ἐγένετο

    代名詞の省略が見られる構文。前置詞 ἐπί の支配する属格 τοῦ は、関係代名詞(男性単数属格で Δευκαλίωνα を受け、「その人の時代に」を示す)として機能しており、「その人の時代に大洪水が起きたあのデウカリオン」という限定的な同格関係を示している。

  2. 12ἀνθʼ ὧν

    関係代名詞 ὧν が前置詞 ἀντί(のイオニア方言縮約形)の支配を受け、先行する一連の非道な行為全体を受けている。「これらのことの代償として/それゆえに」という因果関係を示す結合語である。

  3. 12ἐς γενεὴν δευτέρην

    前置詞句 ἐς γενεὴν δευτέρην(第二の世代のために)は、自動詞 ἐλίπετο(残された)に係る。「第二の世代の祖となるために、デウカリオンただ一人が残された」という目的ないし帰結を表している。

  4. 13μεγάλως ἄξιος θωυμάσαι

    不定詞 θωυμάσαι(アオリスト能動態)は形容詞 ἄξιος(値する)を修飾する説明的不定詞(Epexegetical Infinitive)。「驚嘆するに値する」の意味を形成している。

  5. 14τὸ δὲ ὁκόσον ἐκ μηρῶν ἐς ἄκρους πόδας ἰχθύος οὐρὴ ἀποτείνεται

    τὸ δὲ ὁκόσον は関係対格(限定の対格)の働きをし、「〜の部分に関しては」を意味する。主語 ἰχθύος οὐρὴ(魚の尾)と自動詞 ἀποτείνεται(伸びている)からなる主節の範囲を限定している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
  • 2026-11-15 AI校閲 — 訳文 1 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0062.tlg041.humanitext-grc2:12-14