§15ἔστιν δὲ καὶ ἄλλος λόγος ἱρός, τὸν ἐγὼ σοφοῦ ἀνδρὸς ἤκουσα, ὅτι ἡ μὲν θεὴ Ῥέη ἐστίν, τὸ δὲ ἱρὸν Ἄττεω ποίημα.
还有另一个神圣的传说,我是从一位智慧之人那里听来的:即这位女神是瑞亚,而神殿是阿提斯的杰作。
Ἄττης δὲ γένος μὲν Λυδὸς ἦν, πρῶτος δὲ τὰ ὄργια τὰ ἐς Ῥέην ἐδιδάξατο.
阿提斯在血统上是吕底亚人,他最先传授了关于瑞亚的密仪。
καὶ τὰ Φρύγες καὶ Λυδοὶ καὶ Σαμόθρᾳκες ἐπιτελέουσιν, Ἄττεω πάντα ἔμαθον.
弗里吉亚人、吕底亚人和萨莫色雷斯人所举行的仪式,全都是从阿提斯那里学来的。
ὡς γάρ μιν ἡ Ῥέη ἔτεμεν, βίου μὲν ἀνδρηίου ἀπεπαύσατο, μορφὴν δὲ θηλέην ἠμείψατο καὶ ἐσθῆτα γυναικηίην ἐνεδύσατο καὶ ἐς πᾶσαν γῆν φοιτέων ὄργιά τε ἐπετέλεεν καὶ τὰ ἔπαθεν ἀπηγέετο καὶ Ῥέην ἤειδεν.
因为当瑞亚阉割他时,他便结束了男子的生活,改变为女性的形态,穿上女子的衣服,游历四方土地,举行密仪,讲述自己所遭遇的苦难,并歌颂瑞亚。
ἐν τοῖσιν καὶ ἐς Συρίην ἀπίκετο.
在这些游历中,他也来到了叙利亚。
ὡς δὲ οἱ πέρην Εὐφρήτεω ἄνθρωποι οὔτε αὐτὸν οὔτε ὄργια ἐδέκοντο, ἐν τῷδε τῷ χώρῳ τὸ ἱρὸν ἐποιήσατο.
由于幼发拉底河彼岸的人们既不接纳他,也不接纳他的密仪,他便在这个地方建立了神殿。
σημήια δέ· ἡ θεὸς τὰ πολλὰ ἐς Ῥέην ἐπικνέεται.
其证据在于:这位女神在许多方面都与瑞亚相似。
λέοντες γάρ μιν φέρουσι καὶ τύμπανον ἔχει καὶ ἐπὶ τῇ κεφαλῇ πυργοφορέει, ὁκοίην Ῥέην Λυδοὶ ποιέουσιν.
因为狮子载着她,她手持手鼓,头戴塔冕,正如同吕底亚人塑造瑞亚的形象一样。
ἔλεγεν δὲ καὶ Γάλλων πέρι, οἵ εἰσιν ἐν τῷ ἱρῷ, ὅτι Γάλλοι Ἥρῃ μὲν οὐδαμά, Ῥέῃ δὲ τέμνονται καὶ Ἄττεα μιμέονται.
他还谈到了神殿里的加利,说加利绝不是为了赫拉,而是为了瑞亚而阉割自己,以此模仿阿提斯。
τὰ δέ μοι εὐπρεπέα μὲν δοκέει ἔμμεναι, ἀληθέα δὲ οὔ· ἐπεὶ καὶ τῆς τομῆς ἄλλην αἰτίην ἤκουσα πολλὸν πιστοτέρην.
但在我看来,这些说法虽然听起来冠冕堂皇,却并非真实;因为关于其阉割,我听到了另一个要可信得多的原因。
§16ἁνδάνει δέ μοι ἃ λέγουσιν τοῦ ἱροῦ πέρι τοῖς Ἕλλησι τὰ πολλὰ ὁμολογέοντες, τὴν μὲν θεὸν Ἥρην δοκέοντες, τὸ δʼ ἔργον Διονύσου τοῦ Σεμέλης ποίημα· καὶ γὰρ δὴ Διόνυσος ἐς Συρίην ἀπίκετο κείνην ὁδὸν τὴν ἦλθεν ἐς Αἰθιοπίην.
关于神殿,我很赞同他们所说的那些在许多方面与希腊人相吻合的观点,即认为这位女神是赫拉,而神殿是塞墨勒之子狄奥尼索斯的杰作;因为狄奥尼索斯在前往埃塞俄比亚的途中,确实也来到了那个叙利亚。
καὶ ἔστι πολλὰ ἐν τῷ ἱρῷ Διονύσου ποιητέω σήματα, ἐν τοῖσι καὶ ἐσθῆτες βάρβαροι καὶ λίθοι Ἰνδοὶ καὶ ἐλεφάντων κέρεα, τὰ Διόνυσος ἐξ Αἰθιόπων ἤνεικεν, καὶ φαλλοὶ δὲ ἑστᾶσι ἐν τοῖσι προπυλαίοισι δύο κάρτα μεγάλοι, ἐπὶ τῶν ἐπίγραμμα τοιόνδε ἐπιγέγραπται,
τούσδε φαλλοὺς Διόνυσος Ἥρῃ μητρυιῇ ἀνέθηκα.
神殿里有许多表明狄奥尼索斯为建造者之证据,其中有狄奥尼索斯从埃塞俄比亚人那里带来的异国衣服、印度宝石和象牙;而且在门廊里还立着两根极大的男根,上面刻有如下铭文: “这些男根,是我狄奥尼索斯献给继母赫拉的。
τὸ ἐμοὶ μέν νυν καὶ τόδε ἀρκέει, ἐρέω δὲ καὶ ἄλλʼ ὅ τι ἐστὶν ἐν τῷ νηῷ Διονύσου ὄργιον.
” 对我而言,这已经足够了,但我还要讲述神殿里关于狄奥尼索斯的另一个仪式。
φαλλοὺς Ἕλληνες Διονύσῳ ἐγείρουσιν, ἐπὶ τῶν καὶ τοιόνδε τι φέρουσιν, ἄνδρας μικροὺς ἐκ ξύλου πεποιημένους, μεγάλα αἰδοῖα ἔχοντας· καλέεται δὲ τάδε νευρόσπαστα.
希腊人为狄奥尼索斯树立男根,并在其上搬运类似这样的东西:用木头雕刻的小人,具有巨大的阴部,这些被称为操纵木偶。
ἔστι δὲ καὶ τόδε ἐν τῷ ἱρῷ· ἐν δεξιῇ τοῦ νηοῦ κάθηται μικρὸς ἀνὴρ χάλκεος ἔχων αἰδοῖον μέγα.
神殿里也有这样的东西:在神殿的右侧坐着一个青铜小人,具有巨大的阴部。
§17τοσάδε μὲν ἀμφὶ τῶν οἰκιστέων τοῦ ἱροῦ μυθολογέουσιν.
关于神殿的创建者,他们传说的神话就是这些。
ἤδη δὲ ἐρέω καὶ τοῦ νηοῦ πέρι θέσιός τε ὅκως ἐγένετο καὶ ὅστις μιν ἐποιήσατο.
现在我将讲述神殿本身、它的选址是如何确定的,以及是谁建造了它。
λέγουσι τὸν νηὸν τὸν νῦν ἐόντα μὴ ἔμμεναι τὸν τὴν ἀρχὴν γεγενημένον, ἀλλʼ ἐκεῖνον μὲν κατενεχθῆναι χρόνῳ ὕστερον, τὸν δὲ νῦν ἐόντα Στρατονίκης ἔμμεναι ποίημα, γυναικὸς τοῦ Ἀσσυρίων βασιλέως.
他们说,现在存在的这座神殿并不是最初建造的那座,那一座在后来倒塌了,而现在存在的这座是亚述国王之妻斯特拉托妮可的杰作。
δοκέει δέ μοι ἡ Στρατονίκη ἐκείνη ἔμμεναι, τῆς ὁ πρόγονος ἠρήσατο, τὸν ἤλεγξεν τοῦ ἰητροῦ ἐπινοίη·
在我看来,这位斯特拉托妮可就是她的继子所爱慕的那位,而医生的智慧揭示了这一点。
ὡς γάρ μιν ἡ συμφορὴ κατέλαβεν, ἀμηχανέων τῷ κακῷ αἰσχρῷ δοκέοντι κατʼ ἡσυχίην ἐνόσεεν, ἔκειτο δὲ ἀλγέων οὐδέν, καί οἱ ἥ τε χροιὴ πάμπαν ἐτρέπετο καὶ τὸ σῶμα διʼ ἡμέρης ἐμαραίνετο.
因为当灾难降临到他身上时,由于这桩不名誉的恶事,他束手无策,便在静默中病倒了,他躺着,身上没有任何疼痛,但他的脸色却完全变了,身体也一天天消瘦下去。
ὁ δὲ ἰητρὸς ὡς εἶδέ μιν ἐς οὐδὲν ἐμφανὲς ἀρρωστέοντα, ἔγνω τὴν νοῦσον ἔρωτα ἔμμεναι.
医生看到他没有任何明显的病因却日渐虚弱,便明白这病是相思病。
ἔρωτος δὲ ἀφανέος πολλὰ σημήια, ὀφθαλμοί τε ἀσθενέες καὶ φωνὴ καὶ χροιὴ καὶ δάκρυα.
隐秘的爱有许多迹象:暗淡的眼神、声音、脸色和泪水。
μαθὼν δὲ ταῦτα ἐποίεε· χειρὶ μὲν τῇ δεξιῇ εἶχε τοῦ νεηνίσκου τὴν καρδίην, ἐκάλεε δὲ τοὺς ἀνὰ τὴν οἰκίην πάντας·
医生明白这些后,便这样做:他用右手按住年轻人的心脏,然后叫来屋里所有的人。
ὁ δὲ τῶν μὲν ἄλλων ἐσιόντων πάντων ἐν ἠρεμίῃ μεγάλῃ ἦν, ὡς δὲ ἡ μητρυιὴ ἀπίκετο, τήν τε χροιὴν ἠλλάξατο καὶ ἱδρώειν ἄρξατο καὶ τρόμῳ εἴχετο καὶ ἡ καρδίη ἀνεπάλλετο.
当其他所有人进来时,年轻人显得极其平静;但当他的继母走进来时,他不仅脸色大变,开始出汗,身体战栗,而且心脏也剧烈跳动起来。
τὰ δὲ γιγνόμενα ἐμφανέα τῷ ἰητρῷ τὸν ἔρωτα ἐποίεεν, καί μιν ὧδε ἰήσατο.
这些表现让医生明白了他的相思病,并用以下方法治好了他。