§12οἱ μὲν ὦν πολλοὶ Δευκαλίωνα τὸν Σκύθεα τὸ ἱρὸν εἵσασθαι λέγουσιν, τοῦτον Δευκαλίωνα ἐπὶ τοῦ τὸ πολλὸν ὕδωρ ἐγένετο.
さて、多くの人々は、スキタイ人のデウカリオンがこの神殿を建立したと言っているが、これは大洪水が起こったあのデウカリオンのことである。
Δευκαλίωνος δὲ πέρι λόγον ἐν Ἕλλησιν ἤκουσα, τὸν Ἕλληνες ἐπʼ αὐτῷ λέγουσιν.
デウカリオンについては、ギリシア人の間で、ギリシア人たちが彼について語っている説話を私は聞いた。
ὁ δὲ μῦθος ὧδε ἔχει.
その神話は次のようである。
ἥδε ἡ γενεή, οἱ νῦν ἄνθρωποι, οὐ πρῶτοι ἐγένοντο, ἀλλʼ ἐκείνη μὲν ἡ γενεὴ πάντες ὤλοντο, οὗτοι δὲ γένεος τοῦ δευτέρου εἰσί, τὸ αὖτις ἐκ Δευκαλίωνος ἐς πληθὺν ἀπίκετο.
この世代、すなわち現代の人間は、最初の人間ではなく、あの最初の世代は全員が滅び、彼らはデウカリオンから再び増え広がった第二の世代に属している。
ἐκείνων δὲ πέρι τῶν ἀνθρώπων τάδε μυθέονται·
あの人々については次のように語られている。
ὑβρισταὶ κάρτα ἐόντες ἀθέμιστα ἔργα ἔπρησσον, οὔτε γὰρ ὅρκια ἐφύλασσον οὔτε ξείνους ἐδέκοντο οὔτε ἱκετέων ἠνείχοντο, ἀνθʼ ὧν σφίσιν ἡ μεγάλη συμφορὴ ἀπίκετο.
彼らは極めて傲慢であり、不義の行いをしていた。 というのも、彼らは誓いを守らず、異邦人を受け入れず、哀願者を容赦しなかったからであり、それゆえに彼らに大いなる災厄が訪れたのである。
αὐτίκα ἡ γῆ πολλὸν ὕδωρ ἐκδιδοῖ καὶ ὄμβροι μεγάλοι ἐγένοντο καὶ οἱ ποταμοὶ κατέβησαν μέζονες καὶ ἡ θάλασσα ἐπὶ πολλὸν ἀνέβη, ἐς ὃ πάντα ὕδωρ ἐγένοντο καὶ πάντες ὤλοντο, Δευκαλίων δὲ μοῦνος ἀνθρώπων ἐλίπετο ἐς γενεὴν δευτέρην εὐβουλίης τε καὶ τοῦ εὐσεβέος εἵνεκα.
たちまち大地は大量の水を噴き出し、大雨が降り、川は増水して流れ下り、海は大きく上昇し、ついにすべてが水となり、全員が滅びたが、デウカリオンだけがその思慮深さと敬虔さのゆえに、第二の世代のためにただ一人残された。
ἡ δέ οἱ σωτηρίη ἥδε ἐγένετο·
彼の救済は次のようにして起こった。
λάρνακα μεγάλην, τὴν αὐτὸς εἶχεν, ἐς ταύτην ἐσβιβάσας παῖδάς τε καὶ γυναῖκας ἑωυτοῦ ἐσέβη·
自分が持っていた大きな箱の中に、自分の子供たちと妻を乗せて彼自身も乗り込んだ。
ἐσβαίνοντι δέ οἱ ἀπίκοντο σύες καὶ ἵπποι καὶ λεόντων γένεα καὶ ὄφιες καὶ ἄλλα ὁκόσα ἐν γῇ νέμονται, πάντα ἐς ζεύγεα.
彼が乗り込もうとすると、猪や馬、ライオンの群れ、蛇、その他地上に住むあらゆる生き物たちが、すべてつがいで彼のところにやって来た。
ὁ δὲ πάντα ἐδέκετο, καί μιν οὐκ ἐσίνοντο, ἀλλά σφι μεγάλη διόθεν φιλίη ἐγένετο.
彼はそれらすべてを迎え入れたが、それらは彼を害することなく、神から与えられた大いなる親愛の情が彼らの間に生まれた。
καὶ ἐν μιῇ λάρνακι πάντες ἔπλευσαν ἔστε τὸ ὕδωρ ἐπεκράτεεν.
そして一つの箱の中で、水が治まるまで彼らは皆ともに船旅をした。
τὰ μὲν Δευκαλίωνος πέρι Ἕλληνες ἱστορέουσι.
ギリシア人たちはデウカリオンについてこのように語り伝えている。
§13τὸ δὲ ἀπὸ τούτου λέγεται λόγος ὑπὸ τῶν ἐν τῇ ἱρῆ πόλει μεγάλως ἄξιος θωυμάσαι, ὅτι ἐν τῇ σφετέρῃ χώρῃ χάσμα μέγα ἐγένετο καὶ τὸ σύμπαν ὕδωρ κατεδέξατο·
この後に、聖なる都市の人々によって語られる説話は、大いに驚異に値するものである。 すなわち、彼らの土地に大きな裂け目が現れ、すべての水を受け入れたということである。
Δευκαλίων δέ, ἐπεὶ τάδε ἐγένετο, βωμούς τε ἔθετο καὶ νηὸν ἐπὶ τῷ χάσματι Ἥρης ἅγιον ἐστήσατο.
そしてデウカリオンは、このことが起こった後、祭壇を設け、その裂け目の上にヘラの神聖な神殿を建立した。
ἐγὼ δὲ καὶ τὸ χάσμα εἶδον, καὶ ἔστιν ὑπὸ τῷ νηῷ κάρτα μικρόν.
私もその裂け目を見たが、それは神殿の下にあって、極めて小さいものである。
εἰ μὲν ὦν πάλαι καὶ μέγα ἐὸν νῦν τοιόνδε ἐγένετο, οὐκ οἶδα·
昔は大きく、それが今はこのようになったのかどうか、私にはわからない。
τὸ δὲ ἐγὼ εἶδον, μικρόν ἐστιν.
しかし私の見たものは、確かに小さい。
σῆμα δὲ τῆς ἱστορίης τόδε πρήσσουσιν.
そして、この物語の証拠として、彼らは次のことを行っている。
δὶς ἑκάστου ἔτεος ἐκ θαλάσσης ὕδωρ ἐς τὸν νηὸν ἀπικνέεται.
年に二回、海から水が神殿に届く。
φέρουσι δὲ οὐκ ἱρέες μοῦνον, ἀλλὰ πᾶσα Συρίη καὶ Ἀραβίη, καὶ πέρηθεν τοῦ Εὐφρήτεω πολλοὶ ἄνθρωποι ἐς θάλασσαν ἔρχονται καὶ πάντες ὕδωρ φέρουσιν, τὸ πρῶτα μὲν ἐν τῷ νηῷ ἐκχέουσι, μετὰ δὲ ἐς τὸ χάσμα κατέρχεται, καὶ δέκεται τὸ χάσμα μικρὸν ἐὸν ὕδατος χρῆμα πολλόν.
それを運ぶのは神官たちだけでなく、全シリアとアラビア、そしてユーフラテス川の彼方からも多くの人々が海へと行き、皆が水を運んでくる。 彼らはまずそれを神殿の中で注ぎ出し、その後に水は裂け目へと流れ下る。 そして裂け目は、小さいながらも、大量の水を吸い込む。
τὰ δὲ ποιέοντες Δευκαλίωνα ἐν τῷ ἱρῷ τόνδε νόμον θέσθαι λέγουσι συμφορῆς τε καὶ εὐεργεσίης μνῆμα ἔμμεναι.
これを行うにあたり、デウカリオンが神殿にこの慣習を定め、それは災厄と恩恵の記念碑となったのだ、と彼らは言う。
Ὁ μὲν ὦν ἀρχαῖος αὐτοῖσι λόγος ἀμφὶ τοῦ ἱροῦ τοιόσδε ἐστίν.
さて、彼らの神殿に関する古代の伝承は、以上のようなものである。
§14ἄλλοι δὲ Σεμίραμιν τὴν Βαβυλωνίην, τῆς δὴ πολλὰ ἔργα ἐν τῇ Ἀσίῃ ἐστίν, ταύτην καὶ τόδε τὸ ἕδος εἵσασθαι νομίζουσιν, οὐκ Ἥρῃ δὲ εἵσασθαι ἀλλὰ μητρὶ ἑωυτῆς, τῆς Δερκετὼ οὔνομα.
他の人々は、アジアに多くの業績を残したバビロニアのセミラミスが、この聖所をも建立したと考えている。 しかしヘラにではなく、その母であるデルケトという名に捧げて建立したのだという。
Δερκετοῦς δὲ εἶδος ἐν Φοινίκῃ ἐθεησάμην, θέημα ξένον·
デルケトの姿を私はフェニキアで見たが、それは奇妙な見ものであった。
ἡμισέη μὲν γυνή, τὸ δὲ ὁκόσον ἐκ μηρῶν ἐς ἄκρους πόδας ἰχθύος οὐρὴ ἀποτείνεται.
半分は女性であり、太ももからつま先にかけての部分は魚の尾として伸びている。
ἡ δὲ ἐν τῇ ἱρῇ πόλει πᾶσα γυνή ἐστιν, πίστιες δὲ τοῦ λόγου αὐτοῖσιν οὐ κάρτα ἐμφανέες.
しかし聖なる都市にある像はすべて女性であり、彼らにとってこの説の根拠はそれほど明確ではない。
ἰχθύας χρῆμα ἱρὸν νομίζουσιν καὶ οὔκοτε ἰχθύων ψαύουσι·
彼らは魚を聖なるものと考え、決して魚に触れない。
καὶ ὄρνιθας τοὺς μὲν ἄλλους σιτέονται, περιστερὴν δὲ μούνην οὐ σιτέονται, ἀλλὰ σφίσιν ἥδε ἱρή.
また鳥については、他の鳥は食べるが、鳩だけは食べず、それは彼らにとって聖なるものである。
τὰ δὲ γιγνόμενα δοκέει αὐτοῖς ποιέεσθαι Δερκετοῦς καὶ Σεμιράμιος εἵνεκα, τὸ μὲν ὅτι Δερκετὼ μορφὴν ἰχθύος ἔχει, τὸ δὲ ὅτι τὸ Σεμιράμιος τέλος ἐς περιστερὴν ἀπίκετο.
こうした風習は、彼らにはデルケトとセミラミスのために行われていると思われる。 一方はデルケトが魚の姿をしていたからであり、他方はセミラミスの最後が鳩となったからである。
ἀλλʼ ἐγὼ τὸν μὲν νηὸν ὅτι Σεμιράμιος ἔργον ἐστὶν τάχα κου δέξομαι·
しかし、私としては、神殿がセミラミスの業績であるということはおそらく受け入れるかもしれないが、それがデルケトの神殿であるということは決して信じない。
Δερκετοῦς δὲ τὸ ἱρὸν ἔμμεναι οὐδαμὰ πείθομαι, ἐπεὶ καὶ παρʼ Αἰγυπτίων ἐνίοισιν ἰχθύας οὐ σιτέονται, καὶ τάδε οὐ Δερκετοῖ χαρίζονται.
なぜなら、エジプト人の一部の間でも魚を食べない者がいるが、彼らはデルケトを敬ってそうしているのではないからである。