§16Λυκῖνος
ἀλλὰ ἐκεῖνο ἀνιαρόν, ὦ Πολύστρατε, ὅτι μὴ ἐκείνης παρούσης ποιήσομαι τοὺς λόγους·
卢基诺斯但波利斯特拉托斯啊,令人痛苦的是,我必须在她不在场的情况下发表我的辩解;因为如果是那样的话,效果会好得多。
μακρῷ γὰρ ἂν οὕτως ἄμεινον ἦν. νῦν δὲ ἀνάγκη ἀπʼ ἐντολῆς ἀπολογήσασθαι.
但现在,我只能根据传达的口信进行申辩。
ἀλλʼ εἴ μοι τοιοῦτος ἀγγελιαφόρος γένοιο πρὸς αὐτὴν οἷος παρʼ ἐκείνης πρὸς μὲ γεγένησαι, τολμήσω ἀναρρῖψαι τὸν κύβον.
但是,如果你能成为我向她传递信息的使者,就像你作为她向我传递信息的使者一样,那么我就敢于投下这枚骰子。
Πολύστρατος
θάρρει, ὦ Λυκῖνε, τούτου γε ἕνεκα, ὡς οὐ φαῦλόν με ὑποκριτὴν ἕξων τῆς ἀπολογίας, πειρώμενος διὰ βραχέων εἰπεῖν, ὡς ἂν μᾶλλον μνημονεύσαιμι.
波利斯特拉托斯放心吧,卢基诺斯,在这一点上,你大可相信你不会有一个糟糕的辩护代发言人。 尽量说得简短些,这样我能更好地记住。
Λυκῖνος
καὶ μὴν πάνυ μὲν ἔδει μοι μακρῶν τῶν λόγων πρὸς οὕτω σφοδρὰν τὴν κατηγορίαν.
卢基诺斯事实上,面对如此猛烈的指控,我实在需要长篇大论。
ὅμως δὲ σοῦ ἕνεκα ἐπιτεμοῦμαι τὴν ἀπολογίαν.
然而,看在你的份上,我将缩短我的辩护。
καὶ παρʼ ἐμοῦ τοίνυν τάδε αὐτῇ ἀπάγγελλε.
那么,请把这些话从我这里转告给她。
Πολύστρατος
μηδαμῶς, ὦ Λυκῖνε, ἀλλʼ ὥσπερ αὐτῆς ἐκείνης παρούσης λέγε τὸν λόγον, εἶτʼ ἐγὼ μιμήσομαί σε πρὸς αὐτήν.
波利斯特拉托斯千万不要,卢基诺斯,而是要把你的发言当成她本人就在场一样说出来,然后我会在她面前模仿你。
Λυκῖνος
οὐκοῦν ἐπειδήπερ οὕτω σοι δοκεῖ, ὦ Πολύστρατε, ἡ μὲν πάρεστι καὶ προείρηκε δηλαδὴ ἐκεῖνα ὁπόσα σὺ παρʼ αὐτῆς ἀπήγγειλας, ἡμᾶς δὲ χρὴ τῶν δευτέρων λόγων ἐνάρχεσθαι.
卢基诺斯那么,波利斯特拉托斯啊,既然你认为应该如此,她现在就在场,并且显然已经说完了你从她那里转达的所有话,而我们必须开始第二轮辩护。
καίτοι — οὐ γὰρ ὀκνήσω πρὸς σὲ εἰπεῖν ὃ πέπονθα — οὐκ οἶδʼ ὅπως φοβερώτερόν μοι τὸ πρᾶγμα πεποίηκας, καὶ ὡς ὁρᾷς ἱδρῶ τε ἤδη καὶ δέδοικα καὶ μονονουχὶ καὶ ὁρᾶν αὐτὴν οἴομαι, καὶ τὸ πρᾶγμα πολλήν μοι τὴν ταραχὴν ἐμπεποίηκεν.
然而——因为我不会犹豫向你透露我的感受——我不知道怎么的,你让这件事情对我来说变得更加可怕了。 正如你所看到的,我已经开始出汗并感到害怕,我甚至觉得好像看到了她,这件事给我带来了极大的慌乱。
ἄρξομαι δʼ ὅμως· οὐ γὰρ οἷόν τε ἀναδῦναι ἤδη παρούσης.
但无论如何,我还是要开始;因为既然她已经在此,就无法退缩了。
Πολύστρατος
καὶ νὴ Δία πολλὴν τὴν εὐμένειαν ἐπιφαίνει τῷ προσώπῳ·
波利斯特拉托斯凭宙斯起誓,她的脸上显露出了极大的善意;因为正如你所看到的,她神色欢愉而温和。
φαιδρὰ γὰρ ὡς ὁρᾷς καὶ προσηνής. ὥστε θαρρῶν λέγε τὸν λόγον.
所以,请满怀信心地发表你的辩解吧。
§17Λυκῖνος
ἐγώ σε, ὦ γυναικῶν ἀρίστη, μεγάλα, ὡς φής, καὶ πέρα τοῦ μέτρου ἐπαινέσας οὐχ ὁρῶ ὅ τι τηλικοῦτον ἐπῄνεσα, ἡλίκον αὐτὴ σὺ τοῦτο ἐγκώμιον ὑπὲρ σεαυτῆς ἐξενήνοχας τὴν πρὸς τὸ θεῖον τιμὴν ἐν μεγάλῳ τιθεμένη.
卢基诺斯女性中最优秀的女士啊,我虽然像您所说的那样,极大地、且超越度量地赞美了您,但在我看来,我的赞美中并没有什么能与您通过高度重视对神灵的敬意而为自己做出的这一赞辞相提并论。
σχεδὸν γὰρ ἁπάντων τοῦτο μεῖζον ὧν εἴρηκα περὶ σοῦ, καὶ συγγνώμη, εἰ μὴ καὶ ταύτην σοι προσέγραψα τὴν εἰκόνα ὑπʼ ἀγνοίας με διαλαθοῦσαν· οὐ γὰρ ἂν ἄλλην πρὸ αὐτῆς ἐγραψάμην.
因为这几乎比我所说的关于您的所有事情都要伟大。 如果我因无知而未能将这一肖像添加给您,请原谅我,因为它避开了我的注意;因为如果我知道的话,我绝不会在她之前画出别的肖像。
ὥστε ταύτῃ γε οὐχ ὅπως ὑπερβάλλεσθαι τοὺς ἐπαίνους, ἀλλὰ πολὺ καταδεέστερόν μοι δοκῶ τῆς ἀξίας εἰρηκέναι.
因此,在这一点上,我的赞美不仅没有过分,反而我觉得自己说得远低于您的价值。
σκόπει γοῦν ἡλίκον τοῦτο παρέλιπον, ὡς παμμέγεθες εἰς ἐπίδειξιν τρόπου χρηστοῦ καὶ γνώμης ὀρθῆς· ὡς ὅσοι τὸ θεῖον μὴ ἐν παρέργῳ σέβουσιν, οὗτοι καὶ τὰ πρὸς ἀνθρώπους ἄριστοι ἂν εἶεν.
试想我漏掉了多么重大的事情,这对于展示优良的品德和端正的思想是多么巨大啊;因为那些并非把敬神当作闲杂琐事的人,在对待人类的事物上自然也会是最好的。
ὥστε εἰ πάντως μετακοσμῆσαι δέοι τὸν λόγον καὶ τὸ ἄγαλμα ἐπανορθώσασθαι, ἀφελεῖν μὲν οὐκ ἄν τι τολμήσαιμι αὐτοῦ, προσθήσω δὲ καὶ τοῦτο ὥς τινα κεφαλὴν τοῦ παντὸς ἔργου καὶ κορυφήν.
因此,如果必须要彻底重新装饰这篇言辞并修正雕像,我绝不敢从中删去任何东西,反而会把这一点作为整个作品的头部和冠冕添加上去。
Ἐπʼ ἐκείνῳ μέντοι καὶ πάνυ πολλήν σοι εἰδέναι τὴν χάριν ὁμολογῶ·
然而,对于那件事,我承认我向您致以非常深切的谢意。
ἐμοῦ γὰρ ἐπαινέσαντος τὸ μέτριον τοῦ σοῦ τρόπου καὶ ὅτι μηδὲν ὑπερπετὲς μηδὲ τύφου μεστὸν ἐνεποίησέ σοι ὁ παρὼν ὄγκος τῶν πραγμάτων, σὺ τὰ τοιαῦτα αἰτιασαμένη τοῦ λόγου ἐπιστώσω τοῦ ἐπαίνου τὴν ἀλήθειαν·
因为当我赞美您性格的谦逊,以及您目前的显赫地位并没有在您心中灌输任何傲慢或虚荣时,您通过指责言辞中的这些部分,亲自证实了我赞美的真实性。
τὸ γὰρ μὴ προαρπάζειν τὰ τοιαῦτα τῶν ἐγκωμίων, ἀλλʼ αἰδεῖσθαι ἐπʼ αὐτοῖς καὶ μείζω ἢ κατὰ σὲ εἶναι λέγειν, μετρίας καὶ δημοτικῆς τινος διανοίας δεῖγμά ἐστιν.
因为不急于攫取这样的赞美,反而为此感到羞愧,并说这些赞美超越了您的价值,这正是一种谦逊和亲民的心态的证明。
πλὴν ἀλλὰ ὅσῳπερ ἂν πρὸς τὸ ἐπαινεῖσθαι αὐτὸ οὕτω διακειμένη τυγχάνῃς, τοσούτῳ ἀξιωτέραν ὑπερεπαινεῖσθαι ἀποφαίνεις σεαυτήν, καὶ σχεδὸν εἰς τὸν τοῦ Διογένους λόγον περιελήλυθέν σοι τὸ πρᾶγμα, ὃς ἐρομένου τινὸς ὅπως ἄν τις ἔνδοξος γένοιτο,
εἰ δόξης,
ἔφη,
καταφρονήσειε.
然而,您越是这样对待赞美本身,就越显得您自己极度配得上被赞美。 这件事几乎落到了迪奥根尼的格言上。 当有人问他一个人如何才能成名时,他说: “如果他轻视名声。
φαίην γὰρ ἂν καὶ αὐτός, εἴ τις ἔροιτό με,
τίνες εἰσὶν μάλιστα ἐπαίνου ἄξιοι;
” 因为如果有人问我, “谁最值得赞美?
ὁπόσοι ἐπαινεῖσθαι μὴ θέλουσιν.
” 我自己也会说: “那些不想被赞美的人。
§18Λυκῖνος
ἀλλὰ ταῦτα μὲν ἴσως ἐξαγώνια καὶ πόρρω τοῦ πράγματος.
” 卢基诺斯但这些话或许已经脱离了辩论的主题,离本案太远了。
ὑπὲρ δὲ οὗ χρὴ ἀπολογήσασθαι, τοῦτό ἐστιν, ὅτι τῇ ἐν Κνίδῳ καὶ τῇ ἐν κήποις καὶ Ἥρᾳ καὶ Ἀθηνᾷ τὴν μορφὴν ἀναπλάττων εἴκασα.
而我必须辩解的则是这一点:在塑造您的形象时,我将您比作克尼多斯的女神、园林中的女神、赫拉和雅典娜。
ταῦτά σοι ἔκμετρα ἔδοξεν καὶ ὑπὲρ τὸν πόδα.
这些对您来说显得有些出格,并且超越了您的鞋子尺寸。
περὶ αὐτῶν δὴ τούτων ἐρῶ.
我正是要针对这些进行说明。
καίτοι παλαιὸς οὗτος ὁ λόγος, ἀνευθύνους εἶναι ποιητὰς καὶ γραφέας, τοὺς δὲ ἐπαινοῦντας καὶ μᾶλλον, οἶμαι, εἰ καὶ χαμαὶ καὶ βάδην, ὥσπερ ἡμεῖς, ἀλλὰ μὴ ἐπὶ μέτρων φέροιντο.
然而,这是一个古老的说法,即诗人和画家是不受追究的,而赞美者更是如此,我认为,即使他们像我们一样,行走在地面上并徒步(用散文),而不是被韵律所承载。
ἐλεύθερον γάρ τι ὁ ἔπαινος, οὐδʼ ἔστιν αὐτοῦ μέτρον εἰς μέγεθος ἢ βραχύτητα νενομοθετημένον, ἀλλὰ τοῦτο μόνον ἐξ ἅπαντος ὁρᾷ ὅπως ὑπερθαυμάσεται καὶ ζηλωτὸν ἀποφανεῖ τὸν ἐπαινούμενον.
因为赞美是自由的,并且没有任何关于大小或长短的法律来限制它。 相反,它仅仅致力于一件事:如何极大地赞美并使被赞美者显得令人羡慕。
οὐ μὴν ταύτην ἐγὼ βαδιοῦμαι, μὴ καὶ σοὶ δόξω ὑπʼ ἀπορίας αὐτὸ δρᾶν.
不过,我不会走这条路,以免让您觉得我是因为无计可施才这样做的。