§4Λυκῖνος
ἐπεδήμησάς ποτε, ὦ Πολύστρατε, τῇ Κνιδίων;
吕基诺斯:波利斯特拉托斯,你曾去过克尼多斯人的城市吗?
Πολύστρατος
καὶ μάλα.
波利斯特拉托斯:当然去过。
Λυκῖνος
οὐκοῦν καὶ τὴν Ἀφροδίτην εἶδες πάντως αὐτῶν;
吕基诺斯:那么你肯定也见过他们的阿佛洛狄忒吧?
Πολύστρατος
νὴ Δία, τῶν Πραξιτέλους ποιημάτων τὸ κάλλιστον.
波利斯特拉托斯:凭宙斯起誓,那可是普拉克西特列斯最美丽的杰作!
Λυκῖνος
ἀλλὰ καὶ τὸν μῦθον ἤκουσας, ὃν λέγουσιν οἱ ἐπιχώριοι περὶ αὐτῆς, ὡς ἐρασθείη τις τοῦ ἀγάλματος καὶ λαθὼν ὑπολειφθεὶς ἐν ἱερῷ συγγένοιτο, ὡς δυνατὸν ἀγάλματι.
吕基诺斯:那你也听过当地人关于她的那个传说吗? 说有人爱上了那尊雕像,偷偷留在神庙里,与它发生了关系——只要对雕像来说是可能的。
τοῦτο μέντοι ἄλλως ἱστορείσθω.
不过,这件事就留到别处去说吧。
σὺ δὲ — ταύτην γάρ, ὡς φής, εἶδες — ἴθι μοὶ καὶ τόδε ἀπόκριναι, εἰ καὶ τὴν ἐν κήποις Ἀθήνησι τὴν Ἀλκαμένους ἑώρακας.
但你——正如你所说,你见过她——来,也回答我这个问题:你是否也见过雅典“花园中的(阿佛洛狄忒)”,阿尔卡美内斯的那尊作品?
Πολύστρατος
ἦ πάντων γʼ ἄν, ὦ Λυκῖνε, ὁ ῥᾳθυμότατος ἦν, εἰ τὸ κάλλιστον τῶν Ἀλκαμένους πλασμάτων παρεῖδον.
波利斯特拉托斯:吕基诺斯啊,如果我漏掉了阿尔卡美内斯最美丽的雕像,那我真会是所有人中最怠慢的了。
Λυκῖνος
ἐκεῖνο μέν γε, ὦ Πολύστρατε, οὐκ ἐξερήσομαί σε, εἰ πολλάκις εἰς τὴν ἀκρόπολιν ἀνελθὼν καὶ τὴν Καλάμιδος Σωσάνδραν τεθέασαι.
吕基诺斯:那有一件事,波利斯特拉托斯,我就不问你了,即你是否经常登上卫城,观赏卡拉米斯的索桑德拉。
Πολύστρατος
εἶδον κἀκείνην πολλάκις.
波利斯特拉托斯:我也多次见过她。
Λυκῖνος
ἀλλὰ καὶ ταῦτα μὲν ἱκανῶς.
吕基诺斯:这些已经足够了。
τῶν δὲ Φειδίου ἔργων τί μάλιστα ἐπῄνεσας;
在菲迪亚斯的作品中,你最称赞哪一个?
Πολύστρατος
τί δʼ ἄλλο ἢ τὴν Λημνίαν, ᾗ καὶ ἐπιγράψαι τοὔνομα ὁ Φειδίας ἠξίωσε;
波利斯特拉托斯:除了菲迪亚斯认为值得刻上自己名字的那尊“雷姆诺斯(雅典娜)”之外,还能有谁?
καὶ νὴ Δία τὴν Ἀμαζόνα τὴν ἐπερειδομένην τῷ δορατίῳ.
还有,凭宙斯起誓,那尊倚在短矛上的亚马逊人。
§5Λυκῖνος
τὰ κάλλιστα, ὦ ἑταῖρε, ὥστʼ οὐκέτʼ ἄλλων τεχνιτῶν δεήσει.
吕基诺斯:全是最优秀的,朋友,因此不需要其他艺术家的作品了。
φέρε δή, ἐξ ἁπασῶν ἤδη τούτων ὡς οἷόν τε συναρμόσας μίαν σοι εἰκόνα ἐπιδείξω, τὸ ἐξαίρετον παρʼ ἑκάστης ἔχουσαν.
来吧,现在让我尽一切可能将所有这些融为一体,向你展示一幅单一的画像,它吸取了每一尊作品的杰出之处。
Πολύστρατος
καὶ τίνα ἂν τρόπον τουτὶ γένοιτο;
波利斯特拉托斯:那这要通过什么方式才能做到呢?
Λυκῖνος
οὐ χαλεπόν, ὦ Πολύστρατε, εἰ τὸ ἀπὸ τοῦδε παραδόντες τὰς εἰκόνας τῷ λόγῳ, ἐπιτρέψαιμεν αὐτῷ μετακοσμεῖν καὶ συντιθέναι καὶ ἁρμόζειν ὡς ἂν εὐρυθμότατα δύναιτο, φυλάττων ἅμα τὸ συμμιγὲς ἐκεῖνο καὶ ποικίλον.
吕基诺斯:波利斯特拉托斯,这并不难,如果从此我们把这些画像移交给言辞(logos),允许它在保持那种混合而多样特质的同时,尽其所能以最和谐的方式进行重组、拼合和调整。
Πολύστρατος
εὖ λέγεις·
波利斯特拉托斯:说得好。
καὶ δὴ παραλαβὼν δεικνύτω·
那就让它接手并向我们展示吧。
ἐθέλω γὰρ εἰδέναι ὅ τι καὶ χρήσεται αὐταῖς, ἢ ὅπως ἐκ τοσούτων μίαν τινὰ συνθεὶς οὐκ ἀπᾴδουσαν ἀπεργάσεται.
因为我想知道它会如何利用它们,或者它如何从这么多作品中合成一幅而不显得不协调。
§6Λυκῖνος
καὶ μὴν ἤδη σοι ὁρᾶν παρέχει γιγνομένην τὴν εἰκόνα, ὧδε συναρμόζων, τῆς ἐκ Κνίδου ἡκούσης μόνον τὴν κεφαλὴν λαβών· · οὐδὲν γὰρ τοῦ ἄλλου σώματος γυμνοῦ ὄντος δεήσεται·
吕基诺斯:而且它已经让你看到正在生成的画像了,它是这样组合的:只从来自克尼多斯的那位那里取下头部——因为身体的其他部分是裸露的,它不需要。
τὰ μὲν ἀμφὶ τὴν κόμην καὶ μέτωπον ὀφρύων τε τὸ εὔγραμμον ἐάσει ἔχειν ὥσπερ ὁ Πραξιτέλης ἐποίησεν, καὶ τῶν ὀφθαλμῶν δὲ τὸ ὑγρὸν ἅμα τῷ φαιδρῷ καὶ κεχαρισμένῳ, καὶ τοῦτο διαφυλάξει κατὰ τὸ Πραξιτέλει δοκοῦν·
头发、额头周围的部分以及眉毛的优美线条,它会保留普拉克西特列斯雕琢出的样子;而眼睛的湿润,以及明亮和迷人的神态,它也将按照普拉克西特列斯的意图予以保存。
τὰ μῆλα δὲ καὶ ὅσα τῆς ὄψεως ἀντωπὰ παρʼ Ἀλκαμένους καὶ τῆς ἐν κήποις λήψεται, καὶ προσέτι χειρῶν ἄκρα καὶ καρπῶν τὸ εὔρυθμον καὶ δακτύλων τὸ εὐάγωγον εἰς λεπτὸν ἀπολῆγον παρὰ τῆς ἐν κήποις καὶ ταῦτα.
至于脸颊和面部正面所能见到的一切,它将取自阿尔卡美内斯和“花园中的(阿佛洛狄忒)”;此外,手部末端、手腕的匀称,以及手指渐细的柔韧性,这些也同样取自“花园中的(阿佛洛狄忒)”。
τὴν δὲ τοῦ παντὸς προσώπου περιγραφὴν καὶ παρειῶν τὸ ἁπαλὸν καὶ ῥῖνα σύμμετρον ἡ Λημνία παρέξει καὶ Φειδίας· ἔτι καὶ στόματος ἁρμογὴν αὐτὸς καὶ τὸν αὐχένα, παρὰ τῆς Ἀμαζόνος λαβών·
整个面部的轮廓、双颊的柔嫩以及匀称的鼻子,将由“雷姆诺斯(雅典娜)”和菲迪亚斯提供;另外,口部的紧致和颈部,则取自亚马逊人。
ἡ Σωσάνδρα δὲ καὶ Κάλαμις αἰδοῖ κοσμήσουσιν αὐτήν, καὶ τὸ μειδίαμα σεμνὸν καὶ λεληθὸς ὥσπερ τὸ ἐκείνης ἔσται·
而索桑德拉和卡拉米斯将用慎美来装饰她,她的微笑也将像她的一样,显得庄重而含蓄。
καὶ τὸ εὐσταλὲς δὲ καὶ κόσμιον τῆς ἀναβολῆς παρὰ τῆς Σωσάνδρας, πλὴν ὅτι ἀκατακάλυπτος αὕτη ἔσται τὴν κεφαλήν.
此外,披巾整洁端庄的围法也来自索桑德拉,只不过这位女子将不蒙头部。
τῆς ἡλικίας δὲ τὸ μέτρον ἡλίκον ἂν γένοιτο, κατὰ τὴν ἐν Κνίδῳ ἐκείνην μάλιστα.
至于她身材的高度该是多少,应当主要根据克尼多斯的那尊。
καὶ γὰρ καὶ τοῦτο κατὰ τὸν Πραξιτέλη μεμετρήσθω.
因为这一点也要按照普拉克西特列斯的标准来衡量。
τί σοι, ὦ Πολύστρατε, δοκεῖ;
波利斯特拉托斯,你觉得如何?
καλὴ γενήσεσθαι ἡ εἰκών;
这幅画像会美丽吗?
Πολύστρατος
καὶ μάλιστα, ἐπειδὰν εἰς τὸ ἀκριβέστατον ἀποτελεσθῇ·
波利斯特拉托斯:极其美丽,一旦它被极其精确地完成。