Humanitext Reader

琉善 · 画像 §1-3

邂逅绝色女子与召集古代艺术家的提议

第 1 段,共 7 段 · 希腊语

内容简介

吕基诺斯向波利斯特拉托斯讲述自己因见到一位极其美丽的女子而几乎石化的经历。当波利斯特拉托斯请求他用言语描绘其容貌时,吕基诺斯提议召集古代伟大的艺术家们来塑造她的形象。

§1Λυκῖνος ἀλλʼ ἦ τοιοῦτόν τι ἔπασχον οἱ τὴν Γοργὼ ἰδόντες οἷον ἐγὼ ἔναγχος ἔπαθον, ὦ Πολύστρατε, παγκάλην τινὰ γυναῖκα ἰδών·
吕基诺斯那些看见戈尔工的人所遭受的,难道正像我最近看见一位极美丽的女子时所遭受的那样吗,波利斯特拉托斯?
αὐτὸ γὰρ τὸ τοῦ μύθου ἐκεῖνο, μικροῦ δέω λίθος ἐξ ἀνθρώπου σοι γεγονέναι πεπηγὼς ὑπὸ τοῦ θαύματος.
因为正如神话中的那个典故所说,我几乎要在你面前由于惊奇而僵化,由人变成石头了。
Πολύστρατος Ἡράκλεις, ὑπερφυές τι τὸ θέαμα φὴς καὶ δεινῶς βίαιον, εἴ γε καὶ Λυκῖνον ἐξέπληξε γυνή τις οὖσα·
波利斯特拉托斯赫拉克勒斯啊! 你说的真是一个非同寻常且极其震撼的奇观,如果一个女人竟能让吕基诺斯也目瞪口呆的话。
σὺ γὰρ ὑπὸ μὲν τῶν μειρακίων καὶ πάνυ ῥᾳδίως αὐτὸ πάσχεις, ὥστε θᾶττον ἄν τις ὅλον τὸν Σίπυλον μετακινήσειεν ἢ σὲ τῶν καλῶν ἀπάγοι μὴ οὐχὶ παρεστάναι αὐτοῖς κεχηνότα καὶ ἐπιδακρύοντά γε πολλάκις ὥσπερ ἐκείνην αὐτὴν τὴν τοῦ Ταντάλου.
因为你平时在美少年面前就很容易陷入这种状态,以至于人们移动整座西皮洛斯山,也比把你从美色身边拉开、不让你张口结舌地呆立在他们身旁并常常像坦塔洛斯的那位女儿一样流泪要容易得多。
ἀτὰρ εἰπέ μοι, τίς ἡ λιθοποιὸς αὕτη Μέδουσα ἡμῖν ἐστιν καὶ πόθεν, ὡς καὶ ἡμεῖς ἴδοιμεν·
不过告诉我,这位让我们石化的美杜莎是谁,来自何方,好让我们也能去看看?
οὐ γάρ, οἶμαι, φθονήσεις ἡμῖν τῆς θέας οὐδὲ ζηλοτυπήσεις, εἰ μέλλοιμεν πλησίον που καὶ αὐτοὶ παραπεπηγέναι σοι ἰδόντες.
因为我想,如果我们看了之后,也打算在靠近你的某个地方一起石化,你不会吝惜让我们观看,也不会嫉妒吧。
Λυκῖνος καὶ μὴν εὖ εἰδέναι χρή σε, ὡς κἂν ἐκ περιωπῆς μόνον ἀπίδῃς εἰς αὐτήν, ἀχανῆ σε καὶ τῶν ἀνδριάντων ἀκινητότερον ἀποφανεῖ.
吕基诺斯你可得好好知道,哪怕你只是从高处眺望她一眼,她也会让你目瞪口呆,比雕像还要一动不动。
καίτοι τοῦτο μὲν ἴσως εἰρηνικώτερόν ἐστιν καὶ τὸ τραῦμα ἧττον καίριον, εἰ αὐτὸς ἴδοις· εἰ δὲ κἀκείνη προσβλέψειέ σε, τίς ἔσται μηχανὴ ἀποστῆναι αὐτῆς;
不过,如果你只是自己看着她,这或许还算温和,伤口也不那么致命;但如果她也注视着你,还有什么办法能让你离开她呢?
ἀπάξει γάρ σε ἀναδησαμένη ἔνθα ἂν ἐθέλῃ, ὅπερ καὶ ἡ λίθος ἡ Ἡρακλεία δρᾷ τὸν σίδηρον.
因为她会把你拴住,带到她想带去的任何地方,就像赫拉克勒斯石对铁所做的那样。
§2Πολύστρατος παύου, ὦ Λυκῖνε, τεράστιόν τι κάλλος ἀναπλάττων, ἀλλʼ εἰπέ, τίς ἡ γυνή ἐστιν.
波利斯特拉托斯别说了,吕基诺斯,别再用言语塑造某种奇异的美了,快告诉我,那女人是谁。
Λυκῖνος οἴει γάρ με ὑπερβαλέσθαι τῷ λόγῳ, ὃς δέδια μή σοι ἰδόντι ἀσθενής τις ἐπαινέσαι δόξω, παρὰ τοσοῦτον ἀμείνων φανεῖται;
吕基诺斯你以为我在言语中夸大其词了吗? 我反倒担心,一旦你见到她,会觉得我的赞美十分苍白,因为她实际呈现出来的样子要美得多!
πλὴν ἀλλὰ ἥτις μέν, οὐκ ἂν εἰπεῖν ἔχοιμι, θεραπεία δὲ πολλὴ καὶ ἡ ἄλλη περὶ αὐτὴν παρασκευὴ λαμπρὰ καὶ εὐνούχων τι πλῆθος καὶ ἅβραι πάνυ πολλαί, καὶ ὅλως μεῖζόν γε ἢ κατὰ ἰδιωτικὴν τύχην ἐδόκει τὸ πρᾶγμα εἶναι.
不过,她究竟是谁,我倒说不上来。 只是她身边随从众多,其他的排场也极其显赫,有成群的太监和非常多的侍女,总而言之,整件事情看起来远非一般平民的家世所能及。
Πολύστρατος οὐδὲ τοὔνομα ἐπύθου σύ γε ἥτις καλοῖτο;
波利斯特拉托斯你难道连她叫什么名字都没打听吗?
Λυκῖνος οὐδαμῶς, ἢ τοῦτο μόνον, τῆς Ἰωνίας ἐστίν·
吕基诺斯完全没有,只知道这一点:她是伊奥尼亚人。
τῶν θεατῶν γάρ τις ἀπιδὼν εἰς τὸν πλησίον, ἐπεὶ παρῆλθεν, τοιαῦτα μέντοι, ἔφη, τὰ Σμυρναϊκὰ κάλλη·
因为当她走过去时,围观者中有一个人看着身边的人说:“瞧,这就是士麦那的美女!
καὶ θαυμαστὸν οὐδέν, εἰ ἡ καλλίστη τῶν Ἰωνικῶν πόλεων τὴν καλλίστην γυναῖκα ἤνεγκεν.
难怪伊奥尼亚最美丽的城市孕育了最美丽的女人。
ἐδόκει δέ μοι Σμυρναῖος καὶ αὐτὸς ὁ λέγων εἶναι, οὕτως ἐσεμνύνετο ἐπʼ αὐτῇ.
”依我看,说话的那个人自己也是士麦那人,因为他对她感到如此自豪。
§3Πολύστρατος οὐκοῦν ἐπεὶ λίθου τοῦτό γε ὡς ἀληθῶς ἐποίησας οὔτε παρακολουθήσας οὔτε τὸν Σμυρναῖον ἐκεῖνον ἐρόμενος, ὅστις ἦν, κἂν τὸ εἶδος ὡς οἷόν τε ὑπόδειξον τῷ λόγῳ· τάχα γὰρ ἂν οὕτως γνωρίσαιμι.
波利斯特拉托斯既然你在这件事上表现得真像块石头,既没有跟上去,也没有问那个士麦那人她是谁,那么至少在言语中尽你所能地描绘一下她的容貌吧,也许这样我能认出她来。
Λυκῖνος ὁρᾷς ἡλίκον τοῦτο ᾔτησας;
吕基诺斯你可知道你提出了多么高的要求吗?
οὐ κατὰ λόγων δύναμιν, καὶ μάλιστά γε τῶν ἐμῶν, ἐμφανίσαι θαυμασίαν οὕτως εἰκόνα, πρὸς ἣν μόλις ἂν ἢ Ἀπελλῆς ἢ Ζεῦξις ἢ Παρράσιος ἱκανοὶ ἔδοξαν, ἢ εἴ τις Φειδίας ἢ Ἀλκαμένης· ἐγὼ δὲ λυμανοῦμαι τὸ ἀρχέτυπον ἀσθενείᾳ τῆς τέχνης.
要展现出这样一幅奇妙的画像,绝非言辞的力量所能及,尤其是我的言辞,对此恐怕连阿佩莱斯、宙克西斯、帕拉西奥斯,或者菲迪亚斯、阿尔卡美内斯这样的人,也仅能勉强胜任;而我,则会因为技艺的拙劣而糟蹋了那个原型。
Πολύστρατος ὅμως, ὦ Λυκῖνε, ποία τις τὴν ὄψιν;
波利斯特拉托斯尽管如此,吕基诺斯,她的容貌究竟如何?
οὐ γὰρ ἐπισφαλὲς τὸ τόλμημα, εἰ φίλῳ ἀνδρὶ ἐπιδείξαις τὴν εἰκόνα, ὅπως ἂν τῆς γραμμῆς ἔχῃ.
既然是向朋友展示这幅画像,不管轮廓勾勒得怎样,这番尝试总归是安全的。
Λυκῖνος καὶ μὴν ἀσφαλέστερον αὐτὸς ποιήσειν μοι δοκῶ τῶν παλαιῶν τινας ἐκείνων τεχνιτῶν παρακαλέσας ἐπὶ τὸ ἔργον, ὡς ἀναπλάσειάν μοι τὴν γυναῖκα.
吕基诺斯既然如此,我觉得如果我自己把那些古代的大师召唤来协助这项工作,让他们替我塑造这位女子,我会觉得更稳妥。
Πολύστρατος πῶς τοῦτο φής;
波利斯特拉托斯你这是什么意思?
ἢ πῶς ἂν ἀφίκοιντό σοι πρὸ τοσούτων ἐτῶν ἀποθανόντες;
那些在许多年前就已经去世的人,怎么可能到你这儿来?
Λυκῖνος ῥᾳδίως, ἤνπερ σὺ μὴ ὀκνήσῃς ἀποκρίνασθαί τί μοι.
吕基诺斯这很容易,只要你毫不犹豫地回答我的问题。
Πολύστρατος ἐρώτα μόνον.
波利斯特拉托斯问吧。

词汇与语法注释

  1. §1μικροῦ δέω — 一个习惯用语,意为“差一点点就……”,后接不定式(此处为 `γεγονέναι`)。
  2. §1μὴ οὐχὶ παρεστάναι — 在表示阻碍或防止的动词(此处为 `ἀπάγοι`“拉开”)之后,且当主句中含有隐性的否定意义时(通过 `θᾶττον ἄν... ἢ...` 比较句),不定式前使用双重否定词 `μὴ οὐχὶ`。
  3. §2ὃς δέδια — 关系代词 `ὃς`(阳性单数主格)的先行词是其前面的宾格代词 `με`。关系从句(`δέδια...`)的主语通过关系代词以主格形式呈现。

引用这一段

琉善, 画像 §1-3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg039.humanitext-grc2:1-3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。