§7Πολύστρατος
ἔτι γάρ, ὦ πάντων γενναιότατε, καταλέλοιπάς τι κάλλος ἔξω τοῦ ἀγάλματος οὕτως πάντα εἰς τὸ αὐτὸ συμπεφορηκώς.
波利斯特拉托斯:因为,最崇高的人啊,尽管你这样把一切都汇集在了一起,但你仍然把某种美丽留在了雕像之外。
Λυκῖνος
τί τοῦτο;
吕基诺斯:这是什么?
Πολύστρατος
οὐ τὸ μικρότατον, ὦ φιλότης, εἰ μή σοι δόξει ὀλίγα πρὸς εὐμορφίαν συντελεῖν χρόα καὶ τὸ ἑκάστῳ πρέπον, ὡς μέλανα μὲν εἶναι ἀκριβῶς ὁπόσα μέλανα, λευκὰ δὲ ὅσα τοιαῦτα χρή, καὶ τὸ ἐρύθημα ἐπανθεῖν καὶ τὰ τοιαῦτα· κινδυνεύει τοῦ μεγίστου ἔτι ἡμῖν προσδεῖν.
波利斯特拉托斯:绝非最小的部分,朋友,除非你认为色彩和适合于各部分的颜色对美观贡献甚少——也就是,该黑的地方确切地黑,该白的地方如其所应地白,还有红晕显现出来等等;我们恐怕还缺少最大的东西。
Λυκῖνος
πόθεν οὖν καὶ ταῦτα πορισαίμεθʼ ἄν;
吕基诺斯:那么,我们又该从哪里获得这些呢?
ἢ παρακαλέσαιμεν δηλαδὴ τοὺς γραφέας, καὶ μάλιστα ὁπόσοι αὐτῶν ἄριστοι ἐγένοντο κεράσασθαι τὰ χρώματα καὶ εὔκαιρον ποιεῖσθαι τὴν ἐπιβολὴν αὐτῶν;
或者我们显然应该召集画家们,尤其是他们当中最擅长调配色彩并适时着色的人?
καὶ δὴ παρακεκλήσθω Πολύγνωτος καὶ Εὐφράνωρ ἐκεῖνος καὶ Ἀπελλῆς καὶ Ἀετίων·
那么,就召集波利格诺托斯、那位著名的欧夫拉诺尔、阿佩莱斯以及埃提翁吧。
οὗτοι δὲ διελόμενοι τὸ ἔργον ὁ μὲν Εὐφράνωρ χρωσάτω τὴν κόμην οἵαν τῆς Ἥρας ἔγραψεν, ὁ Πολύγνωτος δὲ ὀφρύων τὸ ἐπιπρεπὲς καὶ παρειῶν τὸ ἐνερευθὲς οἵαν τὴν Κασάνδραν ἐν τῇ λέσχῃ ἐποίησεν τοῖς Δελφοῖς, καὶ ἐσθῆτα δὲ οὗτος ποιησάτω εἰς τὸ λεπτότατον ἐξειργασμένην, ὡς συνεστάλθαι μὲν ὅσα χρή, διηνεμῶσθαι δὲ τὰ πολλά·
让他们分担这项工作:欧夫拉诺尔来给头发着色,就像他所画的赫拉的头发那样;波利格诺托斯来描绘眉毛的端庄和双颊的微红,就像他在德尔斐的会堂中所画的卡珊德拉那样;并且也让他制作一件织得极薄的衣裳,使其该收敛的地方收敛,大部分则随风飘动。
τὸ δὲ ἄλλο σῶμα ὁ Ἀπελλῆς δειξάτω κατὰ τὴν Πακάτην μάλιστα, μὴ ἄγαν λευκὸν ἀλλὰ ἔναιμον ἁπλῶς· τὰ χείλη δὲ οἷα Ῥωξάνης ὁ Ἀετίων ποιησάτω.
而阿佩莱斯则应主要根据帕卡忒的肖像来展现身体的其他部分,不要太白,而是充满血色;至于双唇,则由埃提翁塑造成像罗克珊娜的那样。
§8Λυκῖνος
μᾶλλον δὲ τὸν ἄριστον τῶν γραφέων Ὅμηρον παρόντος Εὐφράνορος καὶ Ἀπελλοῦ δεδέγμεθα·
吕基诺斯:或者说,即便在欧夫拉诺尔和阿佩莱斯在场的情况下,我们也宁愿接纳最优秀的画家荷马。
οἷον γάρ τι τοῖς Μενελάου μηροῖς τὸ χρῶμα ἐκεῖνος ἐπέβαλεν ἐλέφαντι εἰκάσας ἠρέμα πεφοινιγμένῳ, τοιόνδε ἔστω τὸ πᾶν·
因为,就像他把梅涅劳斯的大腿比作被染成微红的象牙时所着的那种颜色,整个身体也应当是那样的。
ὁ δʼ αὐτὸς οὗτος καὶ τοὺς ὀφθαλμοὺς γραψάτω βοῶπίν τινα ποιήσας αὐτήν.
而且让这同一位诗人也来描绘眼睛,把她塑造成“牛眼的”。
συνεπιλήψεται δὲ τοῦ ἔργου αὐτῷ καὶ ὁ Θηβαῖος ποιητής, ὡς ἰοβλέφαρον ἐξεργάσασθαι·
而底比斯的诗人也将与他一同参与这项工作,从而把她雕琢成“紫罗兰色眼睑的”。
καὶ φιλομειδῆ δὲ Ὅμηρος ποιήσει καὶ λευκώλενον καὶ ῥοδοδάκτυλον, καὶ ὅλως τῇ χρυσῇ Ἀφροδίτῃ εἰκάσει πολὺ δικαιότερον ἢ τὴν τοῦ Βρισέως.
荷马还将使她成为“喜好微笑的”、“白臂的”和“玫瑰色手指的”,并且总的来说,比起布里塞伊斯,他将更公正地把她比作“金色的阿佛洛狄忒”。
§9Λυκῖνος
ταῦτα μὲν οὖν πλαστῶν καὶ γραφέων καὶ ποιητῶν παῖδες ἐργάσονται.
吕基诺斯:这些事情将由雕塑家、画家和诗人的子弟们来完成。
ὃ δὲ πᾶσιν ἐπανθεῖ τούτοις, ἡ χάρις, μᾶλλον δὲ πᾶσαι ἅμα ὁπόσαι Χάριτες καὶ ὁπόσοι Ἔρωτες περιχορεύοντες, τίς ἂν μιμήσασθαι δύναιτο;
但是,那绽放在所有这一切之上的优雅——或者说,所有聚在一起环绕飞舞的美惠三女神和爱神们——又有谁能够模仿呢?
Πολύστρατος
θεσπέσιόν τι χρῆμα, ὦ Λυκῖνε, φὴς καὶ διιπετὲς ὡς ἀληθῶς, οἷόν τι τῶν ἐξ οὐρανοῦ γένοιτο.
波利斯特拉托斯:吕基诺斯,你所说的是一件神圣之物,真像是从天而降的,就像是来自天上的某种东西。
τί δὲ πράσσουσαν εἶδες αὐτήν;
那么,你看见她正在做什么?
Λυκῖνος
βιβλίον ἐν ταῖν χεροῖν εἶχεν εἰς δύο συνειλημένον, καὶ ἐῴκει τὸ μέν τι ἀναγιγνώσκεσθαι αὐτοῦ, τὸ δὲ ἤδη ἀνεγνωκέναι.
吕基诺斯:她两手拿着一卷卷成两部分的卷轴,看起来其中一部分正被阅读,而另一部分则已经读完了。
μεταξὺ δὲ προϊοῦσα διελέγετο τῶν παρομαρτούντων τινὶ οὐκ οἶδα ὅ τι· οὐ γὰρ εἰς ἐπήκοον ἐφθέγγετο.
在往前走的同时,她和身旁随行的一人谈论着什么,我不知道是什么,因为她说话的声音并不是让人听得见的。
πλὴν μειδιάσασά γε, ὦ Πολύστρατε, ὀδόντας ἐξέφηνε πῶς ἂν εἴποιμί σοι ὅπως μὲν λευκούς, ὅπως δὲ συμμέτρους καὶ πρὸς ἀλλήλους συνηρμοσμένους;
然而,波利斯特拉托斯啊,她微笑时露出的牙齿——我该怎么对你说,它们是多么洁白、多么匀称、又是如何彼此紧密咬合的呢?
εἴ που κάλλιστον ὅρμον εἶδες ἐκ τῶν στιλπνοτάτων καὶ ἰσομεγεθῶν μαργαριτῶν, οὕτως ἐπὶ στίχου ἐπεφύκεσαν·
如果你曾见过一条由同样大小、最闪耀的珍珠串成的极美项链,它们就是那样成排生长着的。
ἐκοσμοῦντο δὲ μάλιστα τῷ τῶν χειλῶν ἐρυθήματι.
而双唇的红润使它们显得尤为美丽。
ὑπεφαίνοντο γοῦν, αὐτὸ δὴ τὸ τοῦ Ὁμήρου, ἐλέφαντι τῷ πριστῷ ὅμοιοι, οὐχ οἱ μὲν πλατύτεροι αὐτῶν, οἱ δὲ γυροί, οἱ δὲ προέχοντες ἢ διεστηκότες οἷοι ταῖς πλείσταις, ἀλλά τις πάντων ἰσοτιμία καὶ ὁμόχροια καὶ μέγεθος ἓν καὶ προσεχεῖς ὁμοίως, καὶ ὅλως μέγα τι θαῦμα καὶ θέαμα πᾶσαν τὴν ἀνθρωπίνην εὐμορφίαν ὑπερπεπαικός.
它们隐约显现出来,正合了荷马的诗句,就像是被锯开的象牙,不像大多数女人那样,有的比较宽,有的弯曲,有的突出或有缝隙,而是所有的牙齿都同样整齐,颜色相同,大小一致,并且同样紧密相连,总而言之,这是一个巨大的奇迹和奇观,超越了人类所有的美丽。