- 底本
- Lucian, Vol. 4. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1925 (printing).
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg039.humanitext-grc2:4-6
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
リュキノスは古代の巨匠たちの最も美しい傑作を選び出し、それらを言葉の力によって一つの完璧な女性の肖像に合成する試みを提案し、その具体的なパーツの組み合わせを語る。
Λυκῖνος ἐπεδήμησάς ποτε, ὦ Πολύστρατε, τῇ Κνιδίων;1 Πολύστρατος καὶ μάλα. Λυκῖνος οὐκοῦν καὶ τὴν Ἀφροδίτην εἶδες πάντως αὐτῶν; Πολύστρατος νὴ Δία, τῶν Πραξιτέλους ποιημάτων τὸ κάλλιστον. Λυκῖνος ἀλλὰ καὶ τὸν μῦθον ἤκουσας, ὃν λέγουσιν οἱ ἐπιχώριοι περὶ αὐτῆς, ὡς ἐρασθείη τις τοῦ ἀγάλματος καὶ λαθὼν ὑπολειφθεὶς ἐν ἱερῷ συγγένοιτο, ὡς δυνατὸν ἀγάλματι. τοῦτο μέντοι ἄλλως ἱστορείσθω. σὺ δὲ — ταύτην γάρ, ὡς φής, εἶδες — ἴθι μοὶ καὶ τόδε ἀπόκριναι, εἰ καὶ τὴν ἐν κήποις Ἀθήνησι τὴν Ἀλκαμένους ἑώρακας. Πολύστρατος ἦ πάντων γʼ ἄν, ὦ Λυκῖνε, ὁ ῥᾳθυμότατος ἦν, εἰ τὸ κάλλιστον τῶν Ἀλκαμένους πλασμάτων παρεῖδον.2 Λυκῖνος ἐκεῖνο μέν γε, ὦ Πολύστρατε, οὐκ ἐξερήσομαί σε, εἰ πολλάκις εἰς τὴν ἀκρόπολιν ἀνελθὼν καὶ τὴν Καλάμιδος Σωσάνδραν τεθέασαι. Πολύστρατος εἶδον κἀκείνην πολλάκις. Λυκῖνος ἀλλὰ καὶ ταῦτα μὲν ἱκανῶς. τῶν δὲ Φειδίου ἔργων τί μάλιστα ἐπῄνεσας; Πολύστρατος τί δʼ ἄλλο ἢ τὴν Λημνίαν, ᾗ καὶ ἐπιγράψαι τοὔνομα ὁ Φειδίας ἠξίωσε; καὶ νὴ Δία τὴν Ἀμαζόνα τὴν ἐπερειδομένην τῷ δορατίῳ.
リュキノス: ポリュストラトスよ、お前はかつてクニドス人の街を訪れたことがあるか。 ポリュストラトス: もちろんあるとも。 リュキノス: それなら、彼らのあのアプロディテも確かに見たのだね。 ポリュストラトス: ゼウスにかけて、プラクシテレスの作品の中で最も美しいものだ。 リュキノス: では、現地の者たちが彼女について語るあの伝説も聞いたことがあるか。すなわち、ある男がその彫像に恋をし、密かに神殿の中に残されて、彫像相手にできる限りの交わりを持ったという話を。もっとも、この話は別のところで語ることにしよう。だがお前は、お前の言う通り彼女を見たのだから、私にこれも答えてくれ。アテナイの「庭園の(アプロディテ)」、あのアルカメネスの作も見たことがあるか。 ポリュストラトス: リュキノスよ、もし私がアルカメネスの彫像のうちで最も美しいものを見落としていたなら、私は本当にすべての人の中で最も怠慢な者であっただろう。 リュキノス: それなら、お前がアクロポリスにしばしば登って、カラミスのソサンドラを見つめたことがあるかどうかについては、ポリュストラトスよ、尋ねるまでもないな。 ポリュストラトス: それも何度も見た。 リュキノス: いや、これらについては十分に分かった。では、フェイディアスの作品の中では、どれを最も称賛したかね。 ポリュストラトス: フェイディアスが自らその名が刻まれるにふさわしいとした、あのレムノスの(アテナ)をおいて他に何がある。そして、ゼウスにかけて、槍に寄りかかっているあのアマゾンもだ。
Λυκῖνος τὰ κάλλιστα, ὦ ἑταῖρε, ὥστʼ οὐκέτʼ ἄλλων τεχνιτῶν δεήσει. φέρε δή, ἐξ ἁπασῶν ἤδη τούτων ὡς οἷόν τε συναρμόσας μίαν σοι εἰκόνα ἐπιδείξω, τὸ ἐξαίρετον παρʼ ἑκάστης ἔχουσαν. Πολύστρατος καὶ τίνα ἂν τρόπον τουτὶ γένοιτο; Λυκῖνος οὐ χαλεπόν, ὦ Πολύστρατε, εἰ τὸ ἀπὸ τοῦδε παραδόντες τὰς εἰκόνας τῷ λόγῳ, ἐπιτρέψαιμεν αὐτῷ μετακοσμεῖν καὶ συντιθέναι καὶ ἁρμόζειν ὡς ἂν εὐρυθμότατα δύναιτο, φυλάττων3 ἅμα τὸ συμμιγὲς ἐκεῖνο καὶ ποικίλον. Πολύστρατος εὖ λέγεις· καὶ δὴ παραλαβὼν δεικνύτω· ἐθέλω γὰρ εἰδέναι ὅ τι καὶ χρήσεται αὐταῖς, ἢ ὅπως ἐκ τοσούτων μίαν τινὰ συνθεὶς οὐκ ἀπᾴδουσαν ἀπεργάσεται.
リュキノス: 最も優れたものたちばかりだ、友よ。これなら、もはや他の芸術家を必要とすることはないだろう。さあ、これらすべてからできる限り調和させて、それぞれの優れた部分を取り入れた一つの肖像を、お前に今すぐ示してみせよう。 ポリュストラトス: しかし、そのようなことが一体どうやってできるのだ。 リュキノス: ポリュストラトスよ、難しくはない。ここから先はそれらの肖像を言葉(ロゴス)に委ね、それ(ロゴス)がその混ざり合い多様な性質を保ちつつ、できる限り最も調和するように、再配置し、組み立て、適合させるのを、それ(ロゴス)に許すならね。 ポリュストラトス: 素晴らしい提案だ。では、それを受け取って見せてもらうとしよう。それ(ロゴス)がそれら(肖像)をどう扱うのか、あるいは、これほど多くのものから、いかにして不調和にならない一つのものを合成して作り上げるのか、私には見届けたいのだ。
Λυκῖνος καὶ μὴν ἤδη σοι ὁρᾶν παρέχει γιγνομένην τὴν εἰκόνα, ὧδε συναρμόζων, τῆς ἐκ Κνίδου ἡκούσης μόνον τὴν κεφαλὴν λαβών·· οὐδὲν γὰρ τοῦ ἄλλου σώματος γυμνοῦ ὄντος δεήσεται· τὰ μὲν ἀμφὶ τὴν κόμην καὶ μέτωπον ὀφρύων τε τὸ εὔγραμμον ἐάσει ἔχειν ὥσπερ ὁ Πραξιτέλης ἐποίησεν, καὶ τῶν ὀφθαλμῶν δὲ τὸ ὑγρὸν ἅμα τῷ φαιδρῷ καὶ κεχαρισμένῳ, καὶ τοῦτο διαφυλάξει κατὰ τὸ Πραξιτέλει δοκοῦν· τὰ μῆλα δὲ καὶ ὅσα τῆς ὄψεως ἀντωπὰ παρʼ Ἀλκαμένους καὶ τῆς ἐν κήποις λήψεται, καὶ προσέτι χειρῶν ἄκρα καὶ καρπῶν τὸ εὔρυθμον καὶ δακτύλων τὸ εὐάγωγον εἰς λεπτὸν ἀπολῆγον παρὰ τῆς ἐν κήποις καὶ ταῦτα. τὴν δὲ τοῦ παντὸς προσώπου περιγραφὴν καὶ παρειῶν τὸ ἁπαλὸν καὶ ῥῖνα σύμμετρον ἡ Λημνία παρέξει καὶ Φειδίας· ἔτι καὶ στόματος ἁρμογὴν αὐτὸς καὶ τὸν αὐχένα, παρὰ τῆς Ἀμαζόνος λαβών· ἡ Σωσάνδρα δὲ καὶ Κάλαμις αἰδοῖ κοσμήσουσιν αὐτήν, καὶ τὸ μειδίαμα σεμνὸν καὶ λεληθὸς ὥσπερ τὸ ἐκείνης ἔσται· καὶ τὸ εὐσταλὲς δὲ καὶ κόσμιον τῆς ἀναβολῆς παρὰ τῆς Σωσάνδρας, πλὴν ὅτι ἀκατακάλυπτος αὕτη ἔσται τὴν κεφαλήν.4 τῆς ἡλικίας δὲ τὸ μέτρον ἡλίκον ἂν γένοιτο, κατὰ τὴν ἐν Κνίδῳ ἐκείνην μάλιστα. καὶ γὰρ καὶ τοῦτο κατὰ τὸν Πραξιτέλη μεμετρήσθω. τί σοι, ὦ Πολύστρατε, δοκεῖ; καλὴ γενήσεσθαι ἡ εἰκών; Πολύστρατος καὶ μάλιστα, ἐπειδὰν εἰς τὸ ἀκριβέστατον ἀποτελεσθῇ·
リュキノス: いや、それ(ロゴス)はもうお前に対して、その肖像が形作られていくのを見せている。このように適合させながらね。すなわち、クニドスから来たあの方からは頭部だけを受け取る。裸体であるその他の身体の部分は一切必要としないからだ。髪と額の周辺、そして眉の美しい描線は、プラクシテレスが作った通りのものをそのまま保持させ、また、目の潤みと、それと同時に輝きと愛嬌に満ちた表情、これもプラクシテレスの意図に従って維持させる。頬、および顔を正面から見たときのすべての部分は、アルカメネスと、あの「庭園の(アプロディテ)」から受け取る。さらに、手先と手首の調和、そして細く尖っていく指のしなやかさ、これらもやはり「庭園の(アプロディテ)」からだ。顔全体の輪郭、頬の柔らかさ、そして均整の取れた鼻は、レムノスの(アテナ)とフェイディアスが提供するだろう。さらに、口の締まり具合と首は、彼自身が、あのアマゾンから受け取って〔提供するだろう〕。そしてソサンドラとカラミスは、彼女を慎み深さで飾り、その微笑みは彼女(ソサンドラ)のそれのように、気品に満ち、かつ密やかなものであるだろう。また、外套の端正で上品なまとい方もソサンドラから受け取るが、ただ、今回の彼女は頭を覆わずにいることとする。全体の背丈の寸法がどれほどになるかといえば、主にあのアプロディテ・クニディアのようになるだろう。これについても、プラクシテレスに従って寸法を測ることにしよう。 ポリュストラトスよ、どう思われるか。美しい肖像ができ上がると思わないか。 ポリュストラトス: この上なく美しいとも。極めて正確に仕上げられた暁にはね。
- 4τῇ Κνιδίων
女性与格の定冠詞 τῇ は、一般に「都市、国家」を意味する女性名詞 πόλει が省略されていることを示しており、「クニドス人の都市に」という意味になる。
- 4ἦ πάντων γʼ ἄν ... ἦν, εἰ ... παρεῖδον
ἄν と直説法過去(ἦν / παρεῖδον)を用いた過去の反実仮想条件文。「もし見落としていたなら(実際は見落としていないが)、最も怠慢な者であっただろう」という確信を表す。
- 5φυλάττων
現在分詞男性単数主格の φυλάττων は、主節の主語(「私たち」)と数が一致しない。これは、男性名詞 λόγῳ(言辞、ロゴス)を擬人化し、論理的な行為者として修飾する特別な構文として解釈される。
- 6τὴν κεφαλήν
いわゆる「関係の対格(限定対格)」であり、形容詞 ἀκατακάλυπτος(覆われていない)が適用される身体の限定された部位を指し、「頭部に関しては覆われていない」の意となる。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 注 1 件
- 2026-11-15 AI校閲 — 訳文 1 件
