§32ἀλλὰ καὶ μηχανᾶταί τι ὁ τρισκατάρατος οὐκ ἄσοφον οὐδὲ τοῦ προστυχόντος λῃστοῦ ἄξιον.
然而,那个遭三重大诅咒的家伙还想出了一个绝非愚蠢、也非普通强盗所能为的诡计。
λύων γὰρ τὰ πεπεμμένα βιβλία καὶ ἀναγιγνώσκων, εἴ τι εὕροι ἐπισφαλὲς καὶ παρακεκινδυνευμένον ἐν ταῖς ἐρωτήσεσιν, κατεῖχεν αὐτὸς καὶ οὐκ ἀπέπεμπεν, ὡς ὑποχειρίους καὶ μονονουχὶ δούλους διὰ τὸ δέος ἔχοι τοὺς πεπομφότας, μεμνημένους οἷα ἦν ἃ ἤροντο.
因为他拆开并阅读送来的信件,如果在提问中发现任何带有隐患和危险的内容,他就自己扣留而不退回,以便通过恐惧将寄信人置于自己的控制之下,几乎使他们成为奴隶,因为他们记得自己问了些什么。
συνίης δὲ οἵας εἰκὸς τοὺς πλουσίους καὶ μέγα δυναμένους τὰς πύστεις πυνθάνεσθαι.
你可以理解,那些富有和权势显赫的人可能会提出什么样的疑问。
ἐλάμβανεν οὖν πολλὰ παρʼ ἐκείνων, εἰδότων ὅτι ἐντὸς αὐτοὺς ἔχοι τῶν ἀρκύων.
因此,他从他们那里得到了许多财物,因为他们知道自己已经被他套在了网里。
§33βούλομαι δέ σοι καὶ τῶν Ῥουτιλιανῷ δοθέντων χρησμῶν ἐνίους εἰπεῖν.
我还想告诉你一些给鲁蒂里亚努斯的神谕。
πυνθανομένῳ γὰρ αὐτῷ ὑπὲρ τοῦ παιδὸς ἐκ προτέρας γυναικός, παιδείας ὥραν ἔχοντος, ὅντινα προστήσεται διδάσκαλον τῶν μαθημάτων αὐτοῦ, ἔφη· "Πυθαγόρην πολέμων τε διάκτορον ἐσθλὸν ἀοιδόν.
因为当他询问关于他前妻所生的儿子(当时已到了受教育的年龄),应该聘请谁作为他的学业老师时,神谕说: “皮达哥拉斯,以及那高贵的歌手、战争的使者。
"
εἶτα μετʼ ὀλίγας ἡμέρας τοῦ παιδὸς ἀποθανόντος, ὁ μὲν ἠπόρει καὶ οὐδὲν εἶχεν λέγειν πρὸς τοὺς αἰτιωμένους, παρὰ πόδας οὕτως ἐληλεγμένου τοῦ χρησμοῦ·
” 随后,几天后那孩子去世了,他便不知所措,面对众人的指责无话可说,因为神谕当场就被拆穿了。
ὁ δὲ Ῥουτιλιανὸς αὐτὸς φθάσας ὁ βέλτιστος ἀπελογεῖτο ὑπὲρ τοῦ μαντείου λέγων, τοῦτο αὐτὸ προδεδηλωκέναι τὸν θεὸν καὶ διὰ τοῦτο ζῶντα μὲν κελεῦσαι μηδένα διδάσκαλον ἑλέσθαι αὐτῷ, Πυθαγόραν δὲ καὶ Ὅμηρον πάλαι τεθνεῶτας, οἷς εἰκὸς τὸ μειράκιον ἐν Ἅιδου νῦν συνεῖναι.
然而,那位大好人鲁蒂里亚努斯自己却抢先为神谕所辩护,说神早已预示了这件事本身,正是因为这个原因才命令他在孩子活着的时候不要选择任何老师,而是选择早已去世的皮达哥拉斯和荷马,因为那青年现在想必在冥府与他们在一起。
τί τοίνυν μέμφεσθαι ἄξιον Ἀλεξάνδρῳ, εἰ τοιούτοις ἀνθρωπίσκοις ἐνδιατρίβειν ἠξίου;
那么,如果亚历山大认为值得在这样微不足道的人身上花心思,又有什么值得指责他的呢?
§34αὖθις δὲ πυνθανομένῳ αὐτῷ τὴν τίνος ψυχὴν αὐτὸς διεδέξατο, ἔφη· "
πρῶτον Πηλείδης ἐγένου, μετὰ ταῦτα Μένανδρος,
εἶθʼ ὃς νῦν φαίνῃ, μετὰ δʼ ἔσσεαι ἡλιὰς ἀκτίς,
ζήσεις δʼ ὀγδώκοντʼ ἐπὶ τοῖς ἑκατὸν λυκάβαντας.
当他再次询问自己继承了谁的灵魂时,神谕说: “起初你是佩琉斯之子,此后是米南德,接着是现在显现的你,此后你将成为一缕阳光,你将活到一百八十岁。
"
ὁ δὲ ἑβδομηκοντούτης ἀπέθανεν μελαγχολήσας, οὐ περιμείνας τὴν τοῦ θεοῦ ὑπόσχεσιν.
” 然而,他活到七十岁便因忧郁症而死,没有等到神明的许诺。
§35καὶ οὗτος ὁ χρησμὸς τῶν αὐτοφώνων ἦν.
这条神谕也是“亲口神谕”之一。
ἐρομένῳ δὲ αὐτῷ ποτε καὶ περὶ γάμου ῥητῶς ἔφη· "γῆμον Ἀλεξάνδρου τε Σεληναίης τε θύγατρα.
当他有一次问起婚事时,神谕明确地说道: “娶亚历山大与塞勒涅的女儿。
"
διεδεδώκει δὲ πάλαι λόγον ὡς τῆς θυγατρός, ἣν εἶχεν, ἐκ Σελήνης αὐτῷ γενομένης· τὴν γὰρ Σελήνην ἔρωτι ἁλῶναι αὐτοῦ καθεύδοντά ποτε ἰδοῦσαν, ὅπερ αὐτῇ ἔθος, κοιμωμένων ἐρᾶν τῶν καλῶν.
” 而亚历山大早就散布谣言,说他所拥有的那个女儿是塞勒涅为他所生的;因为塞勒涅有一次看到他入睡便爱上了他,而这正是她的习惯,去爱那些入睡的美男子。
ὁ δʼ οὐδὲν μελλήσας ὁ συνετώτατος Ῥουτιλιανὸς ἔπεμπεν εὐθὺς ἐπὶ τὴν κόρην καὶ τοὺς γάμους συνετέλει ἑξηκοντούτης νυμφίος καὶ συνῆν, τὴν πενθερὰν Σελήνην ἑκατόμβαις ὅλαις ἱλασκόμενος καὶ τῶν ἐπουρανίων εἷς καὶ αὐτὸς οἰόμενος γεγονέναι.
那极聪明的鲁蒂里亚努斯毫不拖延,立刻派人去迎娶那女孩,在六十岁时当上了新郎,完成了婚礼并与她同居,用整百的牲口来安抚岳母塞勒涅,并认为自己也已经成了天上的神仙之一。
§36ὁ δʼ ὡς ἅπαξ τῶν ἐν Ἰταλίᾳ πραγμάτων ἐλάβετο, μείζω ἀεὶ προσεπενόει καὶ πάντοσε τῆς Ῥωμαίων ἀρχῆς ἔπεμπε χρησμολόγους, ταῖς πόλεσι προλέγων λοιμοὺς καὶ πυρκαϊὰς φυλάσσεσθαι καὶ σεισμούς· καὶ ἀσφαλῶς βοηθήσειν, ὡς μὴ γένοιτό τι τούτων, αὐτὸς ὑπισχνεῖτο αὐτοῖς.
而他一旦插手了意大利的事务,便不断策划更大的阴谋,向罗马帝国的四面八方派出了神谕宣读者,预言各城市要防范瘟疫、火灾和地震;他自己还向他们保证,会提供可靠的协助,使这些灾难不致发生。
ἕνα δέ τινα χρησμόν, αὐτόφωνον καὶ αὐτόν, εἰς ἅπαντα τὰ ἔθνη ἐν τῷ λοιμῷ διεπέμψατο· ἦν δὲ τὸ ἔπος ἕν· "Φοῖβος ἀκειρεκόμης λοιμοῦ νεφέλην ἀπερύκει.
在瘟疫期间,他向所有的民族送去了一条神谕,这也是一条亲口神谕,其诗句只有一句: “未剪发的福波斯驱散瘟疫的阴云。
"
καὶ τοῦτο ἦν ἰδεῖν τὸ ἔπος πανταχοῦ ἐπὶ τῶν πυλώνων γεγραμμένον ὡς τοῦ λοιμοῦ ἀλεξιφάρμακον.
” 人们到处都能看到这句诗写在门柱上,作为防范瘟疫的辟邪符。
τὸ δʼ εἰς τοὐναντίον τοῖς πλείστοις προὐχώρει· κατὰ γάρ τινα τύχην αὗται μάλιστα αἱ οἰκίαι ἐκενώθησαν αἷς τὸ ἔπος ἐπεγέγραπτο.
然而,对大多数人来说,结果恰恰相反;因为由于某种巧合,正是那些写了这句诗的房屋大多被腾空了。
καὶ μή με νομίσῃς τοῦτο λέγειν, ὅτι διὰ τὸ ἔπος ἀπώλλυντο· ἀλλὰ τύχῃ τινὶ οὕτως ἐγένετο.
你可不要以为我是在说他们是因为这句诗而死;而是由于某种巧合才变成了那样。
τάχα δὲ καὶ οἱ πολλοὶ θαρροῦντες τῷ στίχῳ ἠμέλουν καὶ ῥᾳθυμότερον διῃτῶντο, οὐδὲν τῷ χρησμῷ πρὸς τὴν νόσον συντελοῦντες, ὡς ἂν ἔχοντες προμαχομένας αὑτῶν τὰς συλλαβὰς καὶ τὸν ἀκειρεκόμην Φοῖβον ἀποτοξεύοντα τὸν λοιμόν.
或许也因为大多数人信赖这行诗而变得大意,生活得更加松懈,没有为对抗疾病做任何配合神谕的事,仿佛他们已经有了为他们战斗的字句,以及那未剪发的福波斯在为他们射落瘟疫一般。
§37Πευθῆνας μέντοι ἐν αὐτῇ Ῥώμῃ κατεστήσατο πάνυ πολλοὺς τῶν συνωμοτῶν, οἳ τὰς ἑκάστου γνώμας διήγγελλον αὐτῷ καὶ τὰς ἐρωτήσεις προεμήνυον καὶ ὧν μάλιστα ἐφίενται, ὡς ἕτοιμον αὐτὸν πρὸς τὰς ἀποκρίσεις καὶ πρὶν ἥκειν τοὺς πεμπομένους καταλαμβάνεσθαι.
然则,他在罗马城本身安置了极多同谋作为侦听者,他们将每个人的想法报告给他,并提前通报他们的问题以及他们最渴望得到的是什么,以便使他在派遣的人到来之前,就已做好了回答的准备。