Humanitext Reader

琉善 · 伪预言者亚历山大 §38-42

创设欺诈秘仪、伪造神迹与剥削信徒

第 10 段,共 14 段 · 希腊语

内容简介

本节记述了亚历山大在本地创办的为期三天的欺骗性秘仪庆典,他假造“黄金大腿”等神迹的骗术,以及他对年轻信徒和妇女进行的放荡而虚伪的剥削。

§38καὶ πρὸς μὲν τὰ ἐν τῇ Ἰταλίᾳ ταῦτα προεμηχανᾶτο· οἴκοι δὲ καὶ τὰ τοιαῦτα.
他对在意大利的这些事务预先做了准备,而在家里他也做着类似的事情。
τελετήν τε γάρ τινα συνίσταται καὶ δᾳδουχίας καὶ ἱεροφαντίας, τριῶν ἑξῆς ἀεὶ τελουμένων ἡμερῶν.
因为他组织了一种秘仪、火炬仪式和传授式,每次连续举行三天。
καὶ ἐν μὲν τῇ πρώτῃ πρόρρησις ἦν ὥσπερ Ἀθήνησι τοιαύτη· εἴ τις ἄθεος ἢ Χριστιανὸς ἢ Ἐπικούρειος ἥκει κατάσκοπος τῶν ὀργίων, φευγέτω· οἱ δὲ πιστεύοντες τῷ θεῷ τελείσθωσαν τύχῃ τῇ ἀγαθῇ.
在第一天,就像在雅典一样,有如下的宣告: “如果有任何无神论者、基督徒或伊壁鸠鲁主义者作为秘仪的窥探者到来,让他离去;但信奉神明的人,愿他们在好运中完成秘仪。
εἶτʼ εὐθὺς ἐν ἀρχῇ ἐξέλασις ἐγίγνετο· καὶ ὁ μὲν ἡγεῖτο λέγων ἔξω Χριστιανούς, τὸ δὲ πλῆθος ἅπαν ἐπεφθέγγετο ἔξω Ἐπικουρείους.
” 接着,就在一开始举行了驱逐仪式:他率先说道“基督徒出境! ”,而全体群众则唱和道“伊壁鸠鲁主义者出境! ”。
εἶτα Λητοῦς ἐγίγνετο λοχεία καὶ Ἀπόλλωνος γοναὶ καὶ Κορωνίδος γάμος καὶ Ἀσκληπιὸς ἐτίκτετο.
随后是勒托的分娩、阿波罗的降生、科罗尼斯的婚礼,以及阿斯克勒庇俄斯的诞生。
ἐν δὲ τῇ δευτέρᾳ Γλύκωνος ἐπιφάνεια καὶ γέννησις τοῦ θεοῦ.
在第二天,举行了格吕孔的显现和神明的诞生。
§39τρίτῃ δὲ ἡμέρᾳ Ποδαλειρίου ἦν καὶ τῆς μητρὸς Ἀλεξάνδρου γάμος· Δᾳδὶς δὲ ἐκαλεῖτο καὶ δᾷδες δὲ ἐκαίοντο.
在第三天,举行了波达勒里俄斯与亚历山大母亲的婚礼;这被称为“达迪斯”,并且点燃了火炬。
καὶ τελευταῖον Σελήνης καὶ Ἀλεξάνδρου ἔρως καὶ τικτομένη τοῦ Ῥουτιλιανοῦ ἡ γυνή.
最后是塞勒涅与亚历山大的相恋,以及鲁蒂里亚努斯妻子的诞生。
ἐδᾳδούχει δὲ καὶ ἱεροφάντει ὁ Ἐνδυμίων Ἀλέξανδρος.
扮演恩底弥翁的亚历山大担任了持火炬者和传授者。
καὶ ὁ μὲν καθεύδων δῆθεν κατέκειτο ἐν τῷ μέσῳ, κατῄει δὲ ἐπʼ αὐτὸν ἀπὸ τῆς ὀροφῆς ὡς ἐξ οὐρανοῦ ἀντὶ τῆς Σελήνης Ῥουτιλία τις ὡραιοτάτη, τῶν Καίσαρος οἰκονόμων τινὸς γυνή, ὡς ἀληθῶς ἐρῶσα τοῦ Ἀλεξάνδρου καὶ ἀντερωμένη ὑπʼ αὐτοῦ, καὶ ἐν ὀφθαλμοῖς τοῦ ὀλεθρίου ἐκείνου ἀνδρὸς φιλήματά τε ἐγίγνετο ἐν τῷ μέσῳ καὶ περιπλοκαί.
他本人躺在中央,假装在睡觉,而从屋顶上,仿佛从天而降般,代替塞勒涅下来了一位极美丽的鲁蒂莉亚,她是恺撒的一位管家的妻子,她确实深爱着亚历山大,也为他所爱。 就在那个可怜的丈夫眼前,他们在中央亲吻并拥抱。
εἰ δὲ μὴ πολλαὶ ἦσαν αἱ δᾷδες, τάχα ἄν τι καὶ τῶν ὑπὸ κόλπου ἐπράττετο.
如果不是火炬很多,恐怕连暗地里的私情也会做出来。
μετὰ μικρὸν δὲ εἰσῄει πάλιν ἱεροφαντικῶς ἐσκευασμένος ἐν πολλῇ τῇ σιωπῇ, καὶ αὐτὸς μὲν ἔλεγε μεγάλῃ τῇ φωνῇ, ἰὴ Γλύκων ἐπεφθέγγοντο δὲ αὐτῷ ἐπακολουθοῦντες Εὐμολπίδαι δῆθεν καὶ Κήρυκές τινες Παφλαγόνες, καρβατίνας ὑποδεδεμένοι, πολλὴν τὴν σκοροδάλμην ἐρυγγάνοντες, ἰὴ Ἀλέξανδρε.
过了一会儿,他再次穿着传授者的服饰,在极度的静默中走进来,他自己大声喊道: “伊埃,格吕孔! ” 而在他后面跟着的,那些假装是欧摩尔皮代和帕拉戈尼亚信使的人,穿着粗皮鞋,打着响亮的蒜臭饱嗝,也跟着应和道: “伊埃,亚历山大!
§40πολλάκις δὲ ἐν τῇ δᾳδουχίᾳ καὶ τοῖς μυστικοῖς σκιρτήμασιν γυμνωθεὶς ὁ μηρὸς αὐτοῦ ἐξεπίτηδες χρυσοῦς διεφάνη, δέρματος ὡς εἰκὸς ἐπιχρύσου περιτεθέντος καὶ πρὸς τὴν αὐγὴν τῶν λαμπάδων ἀποστίλβοντος.
” 在火炬仪式和神秘的跃动中,他经常故意露出自己的大腿,显得像是黄金做的,因为这很可能是裹了镀金的皮革,在火炬的亮光下闪闪发光。
ὥστε καὶ γενομένης ποτὲ ζητήσεως δύο τισὶ τῶν μωροσόφων ὑπὲρ αὐτοῦ, εἴτε Πυθαγόρου τὴν ψυχὴν ἔχοι διὰ τὸν χρυσοῦν μηρὸν εἴτε ἄλλην ὁμοίαν αὐτῇ, καὶ τὴν ζήτησιν ταύτην αὐτῷ Ἀλεξάνδρῳ ἐπανενεγκόντων, ὁ βασιλεὺς Γλύκων χρησμῷ ἔλυσεν τὴν ἀπορίαν· " Πυθαγόρου ψυχὴ ποτὲ μὲν φθίνει, ἄλλοτε δʼ αὔξει· ἡ δὲ προφητείη δίης φρενός ἐστιν ἀπορρώξ.
以至于,曾经有两位伪智者就他进行了一场争论,争论由于他的黄金大腿,他是否拥有皮达哥拉斯的灵魂,或者拥有其他与之相似的灵魂。 当他们把这个疑问提交给亚历山大本人时,格吕孔国王用神谕解决了这个困惑: “皮达哥拉斯的灵魂有时消逝,有时增长;而预言的能力则是神圣精神的分支。
καί μιν ἔπεμψε πατὴρ ἀγαθῶν ἀνδρῶν ἐπαρωγόν· καὶ πάλιν ἐς Διὸς εἶσι Διὸς βληθεῖσα κεραυνῷ. "
父亲派遣它作为善人的助手;它将再次被 Zeus 的雷电击中,回到 Zeus 那里。
§41προλέγων δὲ πᾶσιν ἀπέχεσθαι παιδίου συνουσίας, ὡς ἀσεβὲς ὄν, αὐτὸς τοιόνδε τι ὁ γεννάδας ἐτεχνήσατο.
” 虽然他公开警告所有人要戒绝与少年的交合,认为这是不虔敬的,但这位高贵的家伙自己却策划了这样一件事。
ταῖς γὰρ πόλεσι ταῖς Ποντικαῖς καὶ ταῖς Παφλαγονικαῖς ἐπήγγελλε θεηκόλους πέμπειν εἰς τριετίαν, ὑμνήσοντας παρʼ αὐτῷ τὸν θεόν, καὶ ἔδει δοκιμασθέντας καὶ προκριθέντας τοὺς εὐγενεστάτους καὶ ὡραιοτάτους καὶ κάλλει διαφέροντας πεμφθῆναι·
因为他命令波恩托斯和帕拉戈尼亚的各城市,每三年派遣圣歌队到他那里去赞美神明。 而且,被派遣的必须是经过审查和选拔、最高贵、最年轻、美貌出众的青年。
οὓς ἐγκλεισάμενος ὥσπερ ἀργυρωνήτοις ἐχρῆτο, συγκαθεύδων καὶ πάντα τρόπον ἐμπαροινῶν.
他把他们关起来,像对待买来的奴隶一样使用他们,与他们同寝并以各种方式施加暴行。
καὶ νόμον δὲ ἐπεποίητο, ὑπὲρ τὰ ὀκτωκαίδεκα ἔτη μηδένα τῷ αὐτοῦ στόματι δεξιοῦσθαι μηδὲ φιλήματι ἀσπάζεσθαι, ἀλλὰ τοῖς ἄλλοις προτείνων τὴν χεῖρα κύσαι μόνους τοὺς ὡραίους κατεφίλει, καὶ ἐκαλοῦντο οἱ ἐντὸς τοῦ φιλήματος.
他还制定了一条规则:十八岁以上的人,谁也不能用他的口来问候,也不能用亲吻来迎接,而是向其他人伸出手让他们吻,只对那些美丽的青年施以亲吻,而他们被称为“亲吻圈内的人”。
§42τοιαῦτα ἐντρυφῶν τοῖς ἀνοήτοις διετέλει, γυναῖκάς τε ἀνέδην διαφθείρων καὶ παισὶ συνών.
他就这样继续玩弄那些愚蠢的人,肆无忌惮地败坏妇女,并与少年们交往。
καὶ ἦν μέγα καὶ εὐκτὸν ἑκάστῳ, εἴ τινος γυναικὶ προσβλέψειεν· εἰ δὲ καὶ φιλήματος ἀξιώσειεν, ἀθρόαν τὴν ἀγαθὴν τύχην ᾤετο ἕκαστος εἰς τὴν οἰκίαν αὐτῷ εἰσρυήσεσθαι.
如果他能看一眼某人的妻子,对每个人来说都是一件大事和渴望的事;如果他甚至认为她配得上一个亲吻,每个丈夫都认为好运会一并涌入他的家中。
πολλαὶ δὲ καὶ ηὔχουν τετοκέναι παρʼ αὐτοῦ, καὶ οἱ ἄνδρες ἐπεμαρτύρουν ὅτι ἀληθῆ λέγουσιν.
许多妇女甚至夸耀自己怀了他的孩子,而丈夫们则证实她们说的是实话。

词汇与语法注释

  1. §39τοῦ ὀλεθρίου ἐκείνου ἀνδρὸς — 形容词 ὀλέθριος 通常意为“毁灭性的”或“致命的”,在此处带有轻蔑与同情,指代被迫在眼前目睹妻子不忠的“可怜的丈夫”(恺撒的管家)。
  2. p.v.4.p.226τῶν ὑπὸ κόλπου — 结合了名词 κόλπος(衣襟、衣褶、阴暗处)和介词 ὑπό,字面意为“衣襟底下的事情”,是用作指代“暗中进行的性行为”或“隐秘勾当”的委婉名词短语。
  3. §40γενομένης ποτὲ ζητήσεως... καὶ τὴν ζήτησιν ταύτην αὐτῷ Ἀλεξάνδρῳ ἐπανενεγκόντων — 通过 καί 将第一个属格绝对格(γενομένης ζητήσεως)与第二个属格绝对格(ἐπανενεγκόντων,省略了逻辑主语)并列,两者共同作为副词性从句,为非人称主句动词 ἔλυσεν 提供时间与背景说明。
  4. p.v.4.p.228οἱ ἐντὸς τοῦ φιλήματος — 字面意为“亲吻范围之内的人”,是一个幽默的称呼,指代那些获得特权、能接受亚历山大亲吻嘴唇(而非仅能亲吻其手部)的亲信圈子(特指18岁以下的英俊青年)。

引用这一段

琉善, 伪预言者亚历山大 §38-42. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg038.humanitext-grc2:38-42

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。