Humanitext Reader

琉善 · 伪预言者亚历山大 §24-26

宣传神谕所、迫害批评者与伪造发声神谕

第 7 段,共 14 段 · 希腊语

内容简介

亚历山大派遣宣传员到各地提高神谕所的声望以吸引群众,煽动对揭露其骗局的伊壁鸠鲁派和基督徒的敌意,并利用鹤的气管制成的假“亲口神谕”欺骗富有的赞助者。

§24ἤδη δέ τινας καὶ ἐπὶ τὴν ἀλλοδαπὴν ἐξέπεμπεν, φήμας ἐμποιήσοντας τοῖς ἔθνεσιν ὑπὲρ τοῦ μαντείου καὶ διηγησομένους ὡς προείποι καὶ ἀνεύροι δραπέτας καὶ κλέπτας καὶ λῃστὰς ἐξελέγξειε καὶ θησαυροὺς ἀνορύξαι παράσχοι καὶ νοσοῦντας ἰάσαιτο, ἐνίους δὲ καὶ ἤδη ἀποθανόντας ἀναστήσειεν.
当时,他已经派遣了一些人前往异国他乡,在各族人民中散布关于神谕所的谣言,并讲述他是如何预言未来、寻回逃奴、揭发盗贼和强盗、促成挖掘宝藏、治愈病人,甚至在某些情况下使死人复活的。
δρόμος οὖν καὶ ὠθισμὸς ἁπανταχόθεν ἐγίγνετο καὶ θυσίαι καὶ ἀναθήματα, καὶ διπλάσια τῷ προφήτῃ καὶ μαθητῇ τοῦ θεοῦ.
因此,从四面八方涌来了奔走拥挤的人群,伴随着祭祀和供奉,而给这位神明预言家兼弟子的份额则是双倍。
καὶ γὰρ αὖ καὶ οὗτος ἐξέπεσεν ὁ χρησμός· "Τιέμεναι κέλομαι τὸν ἐμὸν θεράπονθʼ ὑποφήτην· οὐ γάρ μοι κτεάνων μέλεται ἄγαν, ἀλλʼ ὑποφήτου·
因为,神谕所也传出了这样的神谕:“我命你们尊敬我的仆人预言家;因为我并不十分在意财宝,而是在意预言家。
" §25ἐπεὶ δὲ ἤδη πολλοὶ τῶν νοῦν ἐχόντων ὥσπερ ἐκ μέθης βαθείας ἀναφέροντες συνίσταντο ἐπʼ αὐτόν, καὶ μάλιστα ὅσοι Ἐπικούρου ἑταῖροι ἦσαν, καὶ ἐν ταῖς πόλεσιν ἐπεφώρατο ἠρέμα ἡ πᾶσα μαγγανεία καὶ συσκευὴ τοῦ δράματος, ἐκφέρει φόβητρόν τι ἐπʼ αὐτούς, λέγων ἀθέων ἐμπεπλῆσθαι καὶ Χριστιανῶν τὸν Πόντον, οἳ περὶ αὐτοῦ τολμῶσι τὰ κάκιστα βλασφημεῖν· οὓς ἐκέλευε λίθοις ἐλαύνειν, εἴ γε θέλουσιν ἵλεω ἔχειν τὸν θεόν.
” 但是,当许多有理智的人像从沉醉中醒来一样,开始联合起来反对他,尤其是那些伊壁鸠鲁的同道,并且在各大城市中,整场戏剧的骗局和伪装逐渐被揭穿时,他便抛出了一种恐吓手段来对付他们,宣称波恩托斯充满了无神论者和基督徒,他们竟敢对他进行最恶毒的诽谤;他命令人们用石头驱逐他们,如果他们真的希望得到神明的庇佑。
περὶ δὲ Ἐπικούρου καὶ τοιοῦτόν τινα χρησμὸν ἀπεφθέγξατο· ἐρομένου γάρ τινος τί πράττει ἐν Ἅιδου ὁ Ἐπίκουρος;
关于伊壁鸠鲁,他也曾吐露过这样的一条神谕:因为有人问“伊壁鸠鲁在冥府做什么?
"Μολυβδίνας ἔχων, ἔφη, πέδας ἐν βορβόρῳ κάθηται.
”他说:“他戴着铅制的脚镣,坐在泥淖中。
" εἶτα θαυμάζεις εἰ ἐπὶ μέγα ἤρθη τὸ χρηστήριον, ὁρῶν τὰς ἐρωτήσεις τῶν προσιόντων συνετὰς καὶ πεπαιδευμένας;
”既然如此,看着那些前来询问的人的问题是如此聪明和有教养,你还会对他神谕所的声名鹊起感到惊讶吗?
ὅλως δὲ ἄσπονδος καὶ ἀκήρυκτος αὐτῷ ὁ πόλεμος πρὸς Ἐπίκουρον ἦν·
总的来说,他与伊壁鸠鲁之间的战争是毫不妥协、誓不两立的,这非常自然。
μάλα εἰκότως. τίνι γὰρ ἂν ἄλλῳ δικαιότερον προσεπολέμει γόης ἄνθρωπος καὶ τερατείᾳ φίλος, ἀληθείᾳ δὲ ἔχθιστος, ἢ Ἐπικούρῳ ἀνδρὶ τὴν φύσιν τῶν πραγμάτων καθεωρακότι καὶ μόνῳ τὴν ἐν αὐτοῖς ἀλήθειαν εἰδότι;
因为一个骗子、一个喜爱怪异且极度仇视真理的人,除了与伊壁鸠鲁——一个洞察了万物本性且唯独知道其中真理的人——开战,还能更公正地与谁开战呢?
οἱ μὲν γὰρ ἀμφὶ τὸν Πλάτωνα καὶ Χρύσιππον καὶ Πυθαγόραν φίλοι, καὶ εἰρήνη βαθεῖα πρὸς ἐκείνους ἦν· ὁ δὲ ἄτεγκτος Ἐπίκουρος — οὕτως γὰρ αὐτὸν ὠνόμαζεν — ἔχθιστος δικαίως, πάντα ταῦτα ἐν γέλωτι καὶ παιδιᾷ τιθέμενος.
柏拉图、克律西波斯和毕达哥拉斯的信徒都是他的朋友,他们之间保持着深厚的和平;但那不可动摇的伊壁鸠鲁——他就是这样称呼他的——理所当然地是他最仇视的敌人,因为伊壁鸠鲁把所有这些都当作笑柄和儿戏。
διὸ καὶ τὴν Ἄμαστριν ἐμίσει μάλιστα τῶν Ποντικῶν πόλεων, ὅτι ἠπίστατο τοὺς περὶ Λέπιδον καὶ ἄλλους ὁμοίους αὐτοῖς πολλοὺς ἐνόντας ἐν τῇ πόλει· οὐδὲ ἐχρησμῴδησε πώποτε Ἀμαστριανῷ ἀνδρί.
因此,在波恩托斯的城市中,他最憎恨阿马斯特里斯,因为他知道雷必达的同伙以及许多其他类似的人都在这座城市里;他从未给阿马斯特里斯的人下过神谕。
ὁπότε δὲ καὶ ἐτόλμησεν ἀδελφῷ συγκλητικοῦ χρησμῳδῆσαι, καταγελάστως ἀπήλλαξεν, οὐχ εὑρὼν οὔτε αὐτὸς πλάσασθαι χρησμὸν δεξιὸν οὔτε τὸν ποιῆσαι πρὸς καιρὸν αὐτῷ δυνησόμενον.
有一次,他竟敢给一位元老院议员的兄弟下神谕,结果却落得个荒谬的下场,他自己既编不出巧妙的神谕,也找不到能在关键时刻为他制作神谕的人。
μεμφομένῳ γὰρ αὐτῷ στομάχου ὀδύνην προστάξαι βουλόμενος ὕειον πόδα μετὰ μαλάχης ἐσκευασμένον ἐσθίειν οὕτως ἔφη· "Μάλβακα χοιράων ἱερῇ κυμίνευε σιπύδνῳ. "
因为当那人抱怨胃痛时,他本想指示那人吃用葵菜调制的猪蹄,却这样说道:“在神圣的库房里,用孜然调味猪的葵菜。
§26πολλάκις μὲν οὖν, ὡς προεῖπον, ἔδειξε τὸν δράκοντα τοῖς δεομένοις, οὐχ ὅλον, ἀλλὰ τὴν οὐρὸν μάλιστα καὶ τὸ ἄλλο σῶμα προβεβληκώς, τὴν κεφαλὴν δὲ ὑπὸ κόλπου ἀθέατον φυλάττων.
” 正如我之前所说,他经常向有需求的人展示那条蛇,但不是展示全貌,而是主要露出尾部和其余身体,而将头部隐藏在衣襟下不让人看见。
ἐθελήσας δὲ καὶ μειζόνως ἐκπλῆξαι τὸ πλῆθος, ὑπέσχετο καὶ λαλοῦντα παρέξειν τὸν θεόν, αὐτὸν ἄνευ ὑποφήτου χρησμῳδοῦντα.
但为了更深地震慑群众,他许诺会让神明亲自开口,在没有预言家介人的情况下亲自降下神谕。
εἶτα οὐ χαλεπῶς γεράνων ἀρτηρίας συνάψας καὶ διὰ τῆς κεφαλῆς ἐκείνης τῆς μεμηχανημένης πρὸς ὁμοιότητα διείρας, ἄλλου τινὸς ἔξωθεν ἐμβοῶντος, ἀπεκρίνετο πρὸς τὰς ἐρωτήσεις, τῆς φωνῆς διὰ τοῦ ὀθονίνου ἐκείνου Ἀσκληπιοῦ προπιπτούσης.
接着,他轻而易举地将鹤的气管连接起来,穿过那个制成逼真形状的假头部,由另一个人在外面呼喊,从而回答了提问,声音正是通过那个亚麻布制成的小蛇神传出来的。
ἐκαλοῦντο δὲ οἱ χρησμοὶ οὗτοι αὐτόφωνοι, καὶ οὐ πᾶσιν ἐδίδοντο οὐδὲ ἀνέδην, ἀλλὰ τοῖς εὐπαρύφοις καὶ πλουσίοις καὶ μεγαλοδώροις.
这些神谕被称为“亲口神谕”,它们并不是提供给所有人的,也非随意给出,而是专门提供给穿紫边衣袍的权贵、富人以及慷慨的捐赠者。

词汇与语法注释

  1. §24ἐμποιήσοντας... καὶ διηγησομένους — 这是双重宾语的修饰语,属于将来分词表示目的的用法(接在过去未完成时动词 ἐξέπεμπεν 之后),意为“为了在……中散布谣言并讲述……”。
  2. §24Τιέμεναι — 史诗/爱奥尼亚方言中的现在主动不定式(相当于雅典方言的 τιμᾶν),作为 κέλομαι(命令)的补足语,起命令作用。
  3. §25ἀθέων ἐμπεπλῆσθαι καὶ Χριστιανῶν τὸν Πόντον — 在 λέγων 引导的间接引语中,这是一个“对格加不定式”结构。τὸν Πόντον 是不定式的动作主体(对格),而 ἀθέων καὶ Χριστιανῶν 则是表示充盈的动词 ἐμπεπλῆσθαι 所支配的属格补足语。
  4. §25τίνι γὰρ ἂν ἄλλῳ δικαιότερον προσεπολέμει... ἢ Ἐπικούρῳ — 使用语气词 ἄν 搭配直陈式过去未完成时 προσεπολέμει 的潜在/虚拟语气表现,用于修辞性疑问句中,表示“还有谁比这更合理……”。
  5. §26ἄλλου τινὸς ἔξωθεν ἐμβοῶντος — 属格绝对结构。ἄλλου τινός 作为现在分词 ἐμβοῶντος 的主语,用于附带说明主句动作(即亚历山大回答问题)时,有另一个第三者在外部呼喊。

引用这一段

琉善, 伪预言者亚历山大 §24-26. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg038.humanitext-grc2:24-26

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。