§9τοὐντεῦθεν τὴν σκέψιν ἐποιοῦντο, πρῶτον μὲν περὶ τοῦ χωρίου, δεύτερον δὲ ἥτις ἡ ἀρχὴ καὶ ὁ τρόπος ἂν γένοιτο τῆς ἐπιχειρήσεως.
从那时起,他们开始考虑,首先是关于地点,其次是该事业的开端和方法应当如何。
ὁ μὲν οὖν Κοκκωνᾶς τὴν Καλχηδόνα ἐδοκίμαζεν ἐπιτήδειον εἶναι καὶ εὔκαιρον χωρίον, τῇ τε Θρᾴκῃ καὶ τῇ Βιθυνίᾳ πρόσοικον, οὐχ ἑκὰς οὐδὲ τῆς Ἀσίας καὶ Γαλατίας καὶ τῶν ὑπερκειμένων ἐθνῶν ἁπάντων·
科科纳斯认为迦克墩是一个合适且便利的地方,它邻近色雷斯和比提尼亚,距离亚细亚、加拉太以及其上的所有民族也不远。
ὁ δὲ Ἀλέξανδρος ἔμπαλιν τὰ οἴκοι προὔκρινεν, λέγων ὅπερ ἀληθὲς ἦν, πρὸς τὴν τῶν τοιούτων ἀρχὴν καὶ ἐπιχείρησιν ἀνθρώπων δεῖν παχέων καὶ ἠλιθίων τῶν ὑποδεξομένων, οἵους τοὺς Παφλαγόνας εἶναι ἔφασκεν ὑπεροικοῦντας τὸ τοῦ Ἀβώνου τεῖχος, δεισιδαίμονας τοὺς πολλοὺς καὶ πλουσίους, καὶ μόνον εἰ φανείη τις αὐλητὴν ἢ τυμπανιστὴν ἢ κυμβάλοις κροτοῦντα ἐπαγόμενος, κοσκίνῳ τὸ τοῦ λόγου μαντευόμενος, αὐτίκα μάλα πάντας κεχηνότας πρὸς αὐτὸν καὶ ὥσπερ τινὰ τῶν ἐπουρανίων προσβλέποντας.
然而,亚历山大相反却更中意自己的家乡,他说出了真实的情况:要开始和进行这样的企图,需要那些接受他们的“肥胖”且愚蠢的人,他说居住在阿波诺泰科斯上方的帕弗拉戈尼亚人就是这样的人,他们大多迷信且富有,只要有人带着笛手、鼓手或敲击钹的人出现,用俗话说的“筛子”来占卜,立刻所有人都会对他张大嘴巴,把他当作天上的神灵一样仰视。
§10οὐκ ὀλίγης δὲ τῆς περὶ τοῦτο στάσεως αὐτοῖς γενομένης τέλος ἐνίκησεν ὁ Ἀλέξανδρος, καὶ ἀφικόμενοι εἰς τὴν Χαλκηδόνα — χρήσιμον γάρ τι ὅμως ἡ πόλις αὐτοῖς ἔχειν ἔδοξε — ἐν τῷ Ἀπόλλωνος ἱερῷ, ὅπερ ἀρχαιότατόν ἐστι τοῖς Χαλκηδονίοις, κατορύττουσι δέλτους χαλκᾶς, λεγούσας ὡς αὐτίκα μάλα ὁ Ἀσκληπιὸς σὺν τῷ πατρὶ Ἀπόλλωνι μέτεισιν εἰς τὸν Πόντον καὶ καθέξει τὸ τοῦ Ἀβώνου τεῖχος.
关于这件事,他们之间发生了不小的争执,最终亚历山大占胜。 他们来到迦克墩——因为这座城市对他们来说似乎仍有某种用处——在迦克墩人最古老的阿波罗神庙里,埋下了青铜板,上面写着阿斯克勒庇俄斯将和他的父亲阿波罗立刻前往蓬托斯,并接管阿波诺泰科斯。
αὗται αἱ δέλτοι ἐξεπίτηδες εὑρεθεῖσαι διαφοιτῆσαι ῥᾳδίως τὸν λόγον τοῦτον εἰς πᾶσαν τὴν Βιθυνίαν καὶ τὸν Πόντον ἐποίησαν, καὶ πολὺ πρὸ τῶν ἄλλων εἰς τὸ τοῦ Ἀβώνου τεῖχος· κἀκεῖνοι γὰρ καὶ νεὼν αὐτίκα ἐψηφίσαντο ἐγεῖραι καὶ τοὺς θεμελίους ἤδη ἔσκαπτον.
这些青铜板被故意“发现”后,使得这个消息轻易地传遍了整个比提尼亚和蓬托斯,并且比其他任何地方都要早得多地传到了阿波诺泰科斯;因为那里的居民也立刻投票决定建造一座神庙,并且已经开始挖掘地基了。
κἀνταῦθα ὁ μὲν Κοκκωνᾶς ἐν Χαλκηδόνι καταλείπεται, διττούς τινας καὶ ἀμφιβόλους καὶ λοξοὺς χρησμοὺς συγγράφων, καὶ μετʼ ὀλίγον ἐτελεύτησε τὸν βίον, ὑπὸ ἐχίδνης, οἶμαι, δηχθείς.
在此,科科纳斯被留在迦克墩,撰写一些双关、模棱两可、拐弯抹角的神谕,不久他就去世了,我想他是被毒蛇咬伤的。
§11προεισπέμπεται δὲ ὁ Ἀλέξανδρος, κομῶν ἤδη καὶ πλοκάμους καθειμένος καὶ μεσόλευκον χιτῶνα πορφυροῦν ἐνδεδυκὼς καὶ ἱμάτιον ὑπὲρ αὐτοῦ λευκὸν ἀναβεβλημένος, ἅρπην ἔχων κατὰ τὸν Περσέα, ἀφʼ οὗ ἑαυτὸν ἐγενεαλόγει μητρόθεν·
亚历山大则被提前派了过去,他当时已经留着长发,披散着发辫,穿着一件中间带白条纹的紫色外衣,外面披着一件白色斗篷,手里拿着像珀耳修斯那样的镰刀,他自称在母系方面是珀耳修斯的后代。
καὶ οἱ ὄλεθροι ἐκεῖνοι Παφλαγόνες, εἰδότες αὐτοῦ ἄμφω τοὺς γονέας ἀφανεῖς καὶ ταπεινούς, ἐπίστευον τῷ χρησμῷ λέγοντι
"
Περσείδης γενεὴν Φοίβῳ φίλος οὗτος ὁρᾶται,
δῖος Ἀλέξανδρος, Ποδαλειρίου αἷμα λελογχώς.
而那些完蛋了的帕弗拉戈尼亚人,虽然明知他的父母双方都是无名且悲微的人,却仍然相信了那句神谕,其文曰: "珀耳修斯的后裔、福玻斯所爱戴的此人现身,神圣的亚历山大,继承了波达利里乌斯的血脉。
"
οὕτως ἄρα ὁ Ποδαλείριος μάχλος καὶ γυναικομανὴς τὴν φύσιν, ὡς ἀπὸ Τρίκκης μέχρι Παφλαγονίας στύεσθαι ἐπὶ τὴν Ἀλεξάνδρου μητέρα.
"由此看来,波达利里乌斯天生是如此好色和狂热于女人,以至于他一路上从特里卡直到帕弗拉戈尼亚,都为了亚历山大的母亲而勃起。
εὕρητο δὲ χρησμὸς ἤδη, ὡς Σιβύλλης προμαντευσαμένης· "
Εὐξείνου Πόντοιο παρʼ ᾐόσιν ἄγχι Σινώπης
ἔσται τις κατὰ Τύρσιν ὑπʼ Αὐσονίοισι προφήτης,
ἐκ πρώτης δεικνὺς μονάδος τρισσῶν δεκάδων τε
πένθʼ ἑτέρας μονάδας καὶ εἰκοσάδα τρισάριθμον,
ἀνδρὸς ἀλεξητῆρος ὁμωνυμίην τετράκυκλον.
此前就已经发现了一首神谕,仿佛是女先知西比拉预言的一样: "在厄克辛蓬托斯的岸边,靠近西诺普,在奥索尼亚人(罗马人)的统治下,塔旁将出现一位预言家,他由第一个单位和三个十,以及另外五个单位和三倍的二十显明,与那位“保护人”的名字相同,并具有四个轮子。
" §12εἰσβαλὼν οὖν ὁ Ἀλέξανδρος μετὰ τοιαύτης τραγῳδίας διὰ πολλοῦ εἰς τὴν πατρίδα περίβλεπτός τε καὶ λαμπρὸς ἦν, μεμηνέναι προσποιούμενος ἐνίοτε καὶ ἀφροῦ ὑποπιμπλάμενος τὸ στόμα· ῥᾳδίως δὲ τοῦτο ὑπῆρχεν αὐτῷ, στρουθίου τῆς βαφικῆς βοτάνης τὴν ῥίζαν διαμασησαμένῳ·
"于是,亚历山大在别离许久之后,带着如此戏剧化的表演回到了家乡,引人注目且光彩夺目,他有时假装发狂,口吐白沫;这对他来说很容易做到,只需咀嚼用于染色的肥皂草根部即可。
τοῖς δὲ θεῖόν τι καὶ φοβερὸν ἐδόκει καὶ ὁ ἀφρός.
在那些人看来,那白沫也是某种神圣而可怕的事物。
ἐπεποίητο δὲ αὐτοῖς πάλαι καὶ κατεσκεύαστο κεφαλὴ δράκοντος ὀθονίνη ἀνθρωπόμορφόν τι ἐπιφαίνουσα, κατάγραφος, πάνυ εἰκασμένη, ὑπὸ θριξὶν ἱππείαις ἀνοίγουσά τε καὶ αὖθις ἐπικλείουσα τὸ στόμα· , καὶ γλῶττα οἵα δράκοντος διττὴ μέλαινα προέκυπτεν, ὑπὸ τριχῶν καὶ αὐτὴ ἑλκομένη.
而他们早就在暗中制作和准备好了一个亚麻制的蛇头,呈现出某种拟人的面貌,绘有彩色,极其逼真,通过马鬃可以开合其口;一条像蛇一样分叉的黑色舌头也伸了出来,它同样是由马鬃牵引的。
καὶ ὁ Πελλαῖος δὲ δράκων προϋπῆρχεν καὶ οἴκοι ἐτρέφετο, κατὰ καιρὸν ἐπιφανησόμενος αὐτοῖς καὶ συντραγῳδήσων, μᾶλλον δὲ πρωταγωνιστὴς ἐσόμενος.
而且,来自佩拉的那条蛇也早已准备就绪,并在家中被饲养着,以便在适当的时机出现,配合他们的戏剧表演,或者更确切地说,它将成为主角。