§16εἶτά μοι ἐπινόησον οἰκίσκον οὐ πάνυ φαιδρὸν οὐδὲ εἰς κόρον τοῦ φωτὸς δεχόμενον καὶ πλῆθος ἀνθρώπων συγκλύδων, τεταραγμένων καὶ προεκπεπληγμένων καὶ ταῖς ἐλπίσιν ἐπαιωρουμένων, οἷς εἰσελθοῦσι τεράστιον ὡς εἰκὸς τὸ πρᾶγμα ἐφαίνετο, ἐκ τοῦ τέως μικροῦ ἑρπετοῦ ἐντὸς ἡμερῶν ὀλίγων τοσοῦτον δράκοντα πεφηνέναι, ἀνθρωπόμορφον καὶ ταῦτα καὶ τιθασόν.
然后,请为我设想一间并不十分明亮、光线极不充足的小屋,以及一大群各色人等,他们焦虑不安、预先惊愕、且因希望而心神不定。 对这些走进来的人来说,事情自然显得不可思议:在短短几天内,原本微小的爬行动物竟显现为如此巨大的蟒蛇,而且还长着人脸,十分温顺。
ἠπείγοντο δὲ αὐτίκα πρὸς τὴν ἔξοδον, καὶ πρὶν ἀκριβῶς ἰδεῖν, ἐξηλαύνοντο ὑπὸ τῶν ἀεὶ ἐπεισιόντων· ἐτετρύπητο δὲ κατὰ τὸ ἀντίθυρον ἄλλη ἔξοδος.
他们立刻被催促着走向出口,还没等看清,就被源源不断涌入的人群挤了出去;因为在门对面已经开凿了另一个出口。
οἷόν τι καὶ τοὺς Μακεδόνας ἐν Βαβυλῶνι ποιῆσαι ἐπʼ Ἀλεξάνδρῳ νοσοῦντι λόγος, ὅτε ὁ μὲν ἤδη πονήρως εἶχεν, οἱ δὲ περιστάντες τὰ βασίλεια ἐπόθουν ἰδεῖν αὐτὸν καὶ προσειπεῖν τὸ ὕστατον.
这就像传说中马其顿人在巴比伦对待病重中的亚历山大所做的一样,当时亚历山大已经病入膏肓,而围在王宫周围的士兵们渴望见他一面并向他作最后的告别。
τὴν δὲ ἐπίδειξιν ταύτην οὐχ ἅπαξ ὁ μιαρός, ἀλλὰ πολλάκις ποιῆσαι λέγεται, καὶ μάλιστα εἴ τινες τῶν πλουσίων ἀφίκοιντο νεαλέστεροι.
这种展示,那个无耻之徒据说不仅进行了一次,而是进行了多次,尤其是当有一些较富裕的新来者到达时。
§17ἐνταῦθα, ὦ φίλε Κέλσε, εἰ δεῖ τἀληθῆ λέγειν, συγγνώμην χρὴ ἀπονέμειν τοῖς Παφλαγόσι καὶ Ποντικοῖς ἐκείνοις, παχέσι καὶ ἀπαιδεύτοις ἀνθρώποις, εἰ ἐξηπατήθησαν ἁπτόμενοι τοῦ δράκοντος — καὶ γὰρ τοῦτο παρεῖχεν τοῖς βουλομένοις ὁ Ἀλέξανδρος — ὁρῶντές τε ἐν ἀμυδρῷ τῷ φωτὶ τὴν κεφαλὴν δῆθεν αὐτοῦ ἀνοίγουσάν τε καὶ συγκλείουσαν τὸ στόμα, ὥστε πάνυ τὸ μηχάνημα ἐδεῖτο Δημοκρίτου τινὸς ἢ καὶ αὐτοῦ Ἐπικούρου ἢ Μητροδώρου ἤ τινος ἄλλου ἀδαμαντίνην πρὸς τὰ τοιαῦτα τὴν γνώμην ἔχοντος, ὡς ἀπιστῆσαι καὶ ὅπερ ἦν εἰκάσαι, καὶ εἰ μὴ εὑρεῖν τὸν τρόπον ἐδύνατο, ἐκεῖνο γοῦν προπεπεισμένου, ὅτι λέληθεν αὐτὸν ὁ τρόπος τῆς μαγγανείας, τὸ δʼ οὖν πᾶν ψεῦδός ἐστι καὶ γενέσθαι ἀδύνατον.
在这一点上,亲爱的凯尔苏斯,如果必须说真话,我们应当对那些帕弗拉戈尼亚和波恩托斯人——那些愚钝且毫无教养的人们——表示宽容,因为他们即使在触摸这条蟒蛇时——亚历山大确实向那些愿意的人提供了这一机会——并且在昏暗的光线下看到所谓的蛇头张合其口时,被欺骗了。 因此,这个机关极需要像德谟克利特、或者埃皮科鲁斯本人、或是大都会德罗(梅特罗多洛斯)、以及其他在面对此类事物时拥有金刚石般坚定心智的人,以便不予相信并推测出事情的真相,而且即使他无法找出其中的玄机,至少也能预先确信这一点:那就是欺骗的方法虽然瞒过了他,但整件事终究是一个谎言,是不可能发生的。
§18κατʼ ὀλίγον οὖν καὶ ἡ Βιθυνία καὶ ἡ Γαλατία καὶ ἡ Θρᾴκη συνέρρει, ἑκάστου τῶν ἀπαγγελλόντων κατὰ τὸ εἰκὸς λέγοντος ὡς καὶ γεννώμενον ἴδοι τὸν θεὸν καὶ ὕστερον ἅψαιτο μετʼ ὀλίγον παμμεγέθους αὐτοῦ γεγενημένου καὶ τὸ πρόσωπον ἀνθρώπῳ ἐοικότος.
因此,渐渐地,比提尼亚、加拉太和色雷斯的人们也纷纷涌来,每一个回去报告的人都理所当然地宣称,自己既目睹了神明的诞生,又在不久后摸到了已经变得极其巨大、且面容酷似人类的神明。
γραφαί τε ἐπὶ τούτῳ καὶ εἰκόνες καὶ ξόανα, τὰ μὲν ἐκ χαλκοῦ, τὰ δὲ ἐξ ἀργύρου εἰκασμένα, καὶ ὄνομά γε τῷ θεῷ ἐπιτεθέν· Γλύκων γὰρ ἐκαλεῖτο ἔκ τινος ἐμμέτρου καὶ θείου προστάγματος.
为此,人们制作了画作、画像和雕像,有的是用青铜铸造,有的是用白银制成,并且还给神明起了一个名字;因为根据某条符合韵律的神圣指令,他被称为“格吕孔”。
ἀνεφώνησε γὰρ ὁ Ἀλέξανδρος
"Εἰμὶ Γλύκων, τρίτον αἷμα Διός, φάος ἀνθρώποισιν.
亚历山大曾这样宣告: “我是格吕孔,宙斯的第三代血脉,人类的光明。
" §19καὶ ἐπειδὴ καιρὸς ἦν, οὗπερ ἕνεκα τὰ πάντα ἐμεμηχάνητο, καὶ χρᾶν τοῖς δεομένοις καὶ θεσπίζειν, παρʼ Ἀμφιλόχου τοῦ ἐν Κιλικίᾳ τὸ ἐνδόσιμον λαβών — καὶ γὰρ ἐκεῖνος, μετὰ τὴν τοῦ πατρὸς τελευτὴν τοῦ Ἀμφιάρεω καὶ τὸν ἐν Θήβαις ἀφανισμὸν αὐτοῦ ἐκπεσὼν τῆς οἰκείας εἰς τὴν Κιλικίαν ἀφικόμενος, οὐ πονήρως ἀπήλλαξεν, προθεσπίζων καὶ αὐτὸς τοῖς Κίλιξι τὰ μέλλοντα καὶ δύʼ ὀβολοὺς ἐφʼ ἑκάστῳ χρησμῷ λαμβάνων — ἐκεῖθεν οὖν τὸ ἐνδόσιμον λαβὼν ὁ Ἀλέξανδρος προλέγει πᾶσι τοῖς ἀφικομένοις ὡς μαντεύσεται ὁ θεός, ῥητήν τινα ἡμέραν προειπών.
” 当到了为此策划一切的时机,即向有需要的人提供神谕并进行预言时,他从基利家的阿姆菲洛科斯那里得到了启发——因为那个人在父亲阿姆菲阿拉奥斯去世及他在底比斯消失后,被逐出家园来到基利家,处境并不坏,他也向基利家人口授未来,每次神谕收取两个奥博尔——亚历山大由此得到了启发,向所有到来的人预告神明将要降下神谕,并预先指定了某个日子。
ἐκέλευσεν δὲ ἕκαστον, οὗ δέοιτο ἂν καὶ ὃ μάλιστα μαθεῖν ἐθέλοι, εἰς βιβλίον ἐγγράψαντα καταρράψαι τε καὶ κατασημήνασθαι κηρῷ ἢ πηλῷ ἢ ἄλλῳ τοιούτῳ.
他命令每个人将自己的需求和最想了解的事情写在小书卷上,将其缝合,并用蜡、泥土或其他类似的东西封印起来。
αὐτὸς δὲ λαβὼν τὰ βιβλία καὶ εἰς τὸ ἄδυτον κατελθὼν — ἤδη γὰρ ὁ νεὼς ἐγήγερτο καὶ ἡ σκηνὴ παρεσκεύαστο — καλέσειν ἔμελλε κατὰ τάξιν τοὺς δεδωκότας ὑπὸ κήρυκι καὶ θεολόγῳ, καὶ παρὰ τοῦ θεοῦ ἀκούων ἕκαστα τὸ μὲν βιβλίον ἀποδώσειν σεσημασμένον ὡς εἶχε, τὴν δὲ πρὸς αὐτὸ ἀπόκρισιν ὑπογεγραμμένην, πρὸς ἔπος ἀμειβομένου τοῦ θεοῦ περὶ ὅτου τις ἔροιτο.
他自己接过这些书卷,降入内殿——因为此时神殿已经落成,舞台也已准备就绪——他准备在传令官和神学者的陪同下,按顺序召集递交书卷的人,并在从神明那里听到每一个答案后,将书卷原封不动地退还,而在其下方写上神明的回答,针对人们询问的任何事情,神明都会逐字逐句地予以解答。