§21οἱ φίλοι δὲ ἀναπηδάτωσαν ἀεὶ καὶ μισθὸν τῶν δείπνων ἀποτινέτωσαν, εἴ ποτε αἴσθοιντό σε καταπεσούμενον, χεῖρα ὀρέγοντες καὶ παρέχοντες εὑρεῖν τὸ λεχθησόμενον ἐν τοῖς μεταξὺ τῶν ἐπαίνων διαλείμμασι· καὶ γὰρ αὖ καὶ τοῦδε μελέτω σοι τὸν χορὸν ἔχειν οἰκεῖον καὶ συνᾴδοντα.
你的朋友应当随时跳起来,以此偿还他们的饭钱,如果他们察觉到你即将气馁,就向你伸出援手,在赞美声的间歇中,为你提供寻找接下来该说什么的机会;因为,你确实也必须注意这一点:要拥有一个属于你自己的、齐声合唱的歌队。
ταῦτα μέν σοι τὰ ἐν τοῖς λόγοις.
以上是你在言论中的做法。
μετὰ ταῦτα δὲ προϊόντα σε δορυφορείτωσαν ἐγκεκαλυμμένον αὐτὸν καὶ περὶ ὧν ἔφης μεταξὺ διαλαμβάνοντα.
在此之后,当你走出门时,让他们像保镖一样护送你,你本人则蒙着头,一路上谈论你刚才所说的内容。
καὶ ἤν τις ἐντύχῃ, θαυμάσια περὶ σαυτοῦ λέγε καὶ ὑπερεπαίνει καὶ ἐπαχθὴς γίγνου αὐτῷ. τί γὰρ ὁ Παιανιεὺς πρὸς ἐμὲ;
如果遇到任何人,你要说关于自己的奇妙之事,过分夸耀自己,让他感到厌烦,说: “因为那派亚尼亚人相比于我算得了什么呢?
καί,
πρὸς ἕνα ἴσως μοι τῶν παλαιῶν ὁ ἀγών
καὶ τὰ τοιαῦτα.
” 以及, “我的竞争对手也许只是古人中的一个” 等等。
§22ὃ δὲ μέγιστον καὶ πρὸς τὸ εὐδοκιμεῖν ἀναγκαιότατον ὀλίγου δεῖν παρέλιπον, ἁπάντων καταγέλα τῶν λεγόντων.
而最重要、对于获得名望最不可或缺的一点,我差点漏掉了:嘲笑所有发言的人。
καὶ ἢν μέν τις καλῶς εἴπῃ, ἀλλότρια καὶ οὐχ ἑαυτοῦ δεικνύειν δοκείτω· ἢν δὲ μετρίως ἐλεγχθῇ, πάντα ἔστω ἐπιλήψιμα.
如果有人讲得好,就让他看起来像是在展示别人的财产,而不是他自己的;如果他有些许破绽被抓住,那一切就都是值得谴责的。
καὶ ἐν ταῖς ἀκροάσεσι μετὰ πάντας εἰσιέναι χρή, ἐπίσημον γάρ· καὶ σιωπησάντων ἁπάντων ξένον τινὰ ἔπαινον ἐπειπεῖν τὰς ἀκοὰς τῶν παρόντων ἐπιστρέψοντα καὶ ἐνοχλήσοντα, ὡς ναυτιᾶν ἅπαντας ἐπὶ τῷ φορτικῷ τῶν ὀνομάτων καὶ ἐπιφράττεσθαι τὰ ὦτα.
在听讲时,你必须在所有人之后入场,因为这引人注目;当所有人都安静下来时,你要加上某种奇妙的赞美,以吸引并在场者的耳朵并打扰他们,以至于所有人对词藻的粗鄙感到作呕并塞住耳朵。
καὶ ἐπισείσῃς δὲ μὴ πολλάκις τὴν χεῖρα, εὐτελὲς γάρ, μηδʼ ἀναστῇς, πλὴν ἅπαξ γε ἢ δὶς τὸ πλεῖστον.
不要频繁挥手,因为这很俗气,也不要站起来,最多一两次。
ὑπομειδία δὲ τὰ πολλὰ καὶ δῆλος γίγνου μὴ ἀρεσκόμενος τοῖς λεγομένοις.
你大部分时间要微笑,显出你对所说的话很不满意。
ἀμφιλαφεῖς δὲ αἱ ἀφορμαὶ τῶν μέμψεων τοῖς συκοφαντικοῖς τὰ ὦτα.
对于那些中伤的耳朵来说,责难的借口是极为丰富的。
τὰ δ’ ἄλλα χρὴ θαρρεῖν· ἡ τόλμα γὰρ καὶ ἡ ἀναισχυντία καὶ ψεῦδος πρόχειρον καὶ ὅρκος ἐπʼ ἄκροις ἀεὶ τοῖς χείλεσι καὶ φθόνος πρὸς ἅπαντας καὶ μῖσος καὶ βλασφημία καὶ διαβολαὶ πιθαναί — ταῦτά σε ἀοίδιμον ἐν βραχεῖ καὶ περίβλεπτον ἀποφανεῖ.
其余的事情你大可放心;因为大胆、不要脸、随口的谎言、随时在嘴唇边缘的誓言、对所有人的嫉妒、仇恨、亵渎和动听的中伤——这些会在短时间内让你名扬四海,成为瞩目的焦点。
§23τοιαῦτα μὲν τὰ φανερὰ καὶ τὰ ἔξω.
以上是公开和外在的事情。
ἰδίᾳ δὲ πάντα πράγματα ποιεῖν σοι δεδόχθω, κυβεύειν μεθύσκεσθαι λαγνεύειν μοιχεύειν, ἢ αὐχεῖν γε, κἂν μὴ ποιῇς, καὶ πρὸς ἅπαντας λέγειν καὶ γραμματεῖα ὑποδεικνύναι ὑπὸ γυναικῶν δῆθεν γραφέντα.
在私下里,你必须决定做尽一切荒唐事:赌博、酗酒、纵欲、通奸,或者,即使你没做,也要以此自夸,向所有人宣扬,并展示仿佛是女人写给你的信。
καλὸς γὰρ εἶναι θέλε καὶ σοὶ μελέτω ὑπὸ τῶν γυναικῶν σπουδάζεσθαι δοκεῖν· εἰς τὴν ῥητορικὴν γὰρ καὶ τοῦτο ἀνοίσουσιν οἱ πολλοί, ὡς διὰ τοῦτό σου καὶ ἄχρι τῆς γυναικωνίτιδος εὐδοκιμοῦντος.
因为你要渴望成为美男子,并注意让自己看起来深受女性追捧;因为大众也会把这也归功于你的修辞学,认为你因此名声远播,直至深闺。
καὶ τὸ δεῖνα δέ, μὴ αἰδεσθῇς, εἰ καὶ πρὸς ἀνδρῶν ἐπὶ τῷ ἑτέρῳ ἐρᾶσθαι δοκοίης, καὶ ταῦτα γενειήτης ἢ καὶ νὴ Δία φαλακρὸς ἤδη ὤν.
还有一件事,即使你看起来被男人以被动的方式喜爱,也不要觉得羞耻,哪怕你长着胡子,或者凭宙斯起誓,已经是个秃子。
ἀλλʼ ἔστωσαν οἱ καὶ ἐπὶ τούτῳ συνόντες· ἢν δὲ μὴ ὦσιν, οἰκέται ἱκανοί.
相反,要让那些为了这个目的而与你交往的人存在;如果没有,家奴也就足够了。
πολλὰ γὰρ καὶ ἐκ τοῦ τοιούτου πρὸς τὴν ῥητορικὴν χρήσιμα παραγίγνεται· πλείων ἡ ἀναισχυντία καὶ θράσος.
因为从这种事情中也能得到许多对修辞学有用的东西:更多的不要脸和胆量。
ὁρᾷς ὡς λαλίστεραι αἱ γυναῖκες καὶ λοιδοροῦνται περιττῶς καὶ ὑπὲρ τοὺς ἄνδρας;
你看到女人是如何更加多嘴,并且比男人更过度地相互辱骂的吗?
εἰ δὴ τὰ ὅμοια πάσχοις, καὶ ταῦτα διοίσεις τῶν ἄλλων.
如果你承受同样的事情,你在这方面也会胜过他人。
καὶ μὴν καὶ πιττοῦσθαι χρή, μάλιστα μὲν τὰ πάντα, εἰ δὲ μή, πάντως ἐκεῖνα.
此外,还要用松脂脱毛,最好是全身,如果不行,也必须绝对脱掉阴部。
καὶ αὐτὸ δέ σοι τὸ στόμα πρὸς ἅπαντα ὁμοίως κεχηνέτω, καὶ ἡ γλῶττα ὑπηρετείτω καὶ πρὸς τοὺς λόγους καὶ πρὸς τὰ ἄλλα ὁπόσα ἂν δύνηται.
你的嘴本身也必须对一切事物同样张开,你的舌头既要为言论服务,也要为它所能做的其他一切事情服务。
δύναται δὲ οὐ σολοικίζειν μόνον καὶ βαρβαρίζειν οὐδὲ ληρεῖν ἢ ἐπιορκεῖν ἢ λοιδορεῖσθαι ἢ διαβάλλειν καὶ ψεύδεσθαι, ἀλλὰ καὶ νύκτωρ τι ἄλλο ὑποτελεῖν, καὶ μάλιστα ἢν πρὸς οὕτω πολλοὺς τοὺς ἔρωτας μὴ διαρκέσῃς.
它所能做的,不仅是犯语法错误和用词不当,也不仅是说废话、发假誓、辱骂、中伤和撒谎,还可以在夜间履行某种其他的服务,特别是如果你无法应付如此多的情人的话。
πάντα αὐτή γε ἐπιστάσθω καὶ γονιμωτέρα γιγνέσθω καὶ μηδὲν ἀποστρεφέσθω.
让舌头本身通晓一切,变得更加丰产,并且不要拒绝任何事情。