§21οἱ φίλοι δὲ ἀναπηδάτωσαν ἀεὶ καὶ μισθὸν τῶν δείπνων ἀποτινέτωσαν, εἴ ποτε αἴσθοιντό σε καταπεσούμενον, χεῖρα ὀρέγοντες καὶ παρέχοντες εὑρεῖν τὸ λεχθησόμενον ἐν τοῖς μεταξὺ τῶν ἐπαίνων διαλείμμασι·
そして、友人たちは常に飛び上がって、晩餐の代償を支払うべきだ。 もし君が失速しそうになっているのに気づいたなら、手を差し伸べ、称賛の合間に、次に語るべきことを見出す余裕を君に与えなさい。
καὶ γὰρ αὖ καὶ τοῦδε μελέτω σοι τὸν χορὸν ἔχειν οἰκεῖον καὶ συνᾴδοντα.
なぜなら、ここでもまた、自分に好意的で、声を揃えて歌う合唱隊を従えるよう、君は心に留めておくべきだからだ。
ταῦτα μέν σοι τὰ ἐν τοῖς λόγοις.
これらが言論における君のことだ。
μετὰ ταῦτα δὲ προϊόντα σε δορυφορείτωσαν ἐγκεκαλυμμένον αὐτὸν καὶ περὶ ὧν ἔφης μεταξὺ διαλαμβάνοντα.
そのあと、君が外出する際には、彼らは君を護衛するべきだ。 君自身は頭から外套をかぶり、途中で自分が語ったことについて議論を交わしなさい。
καὶ ἤν τις ἐντύχῃ, θαυμάσια περὶ σαυτοῦ λέγε καὶ ὑπερεπαίνει καὶ ἐπαχθὴς γίγνου αὐτῷ.
そして誰かに出会ったら、自分について驚くべきことを語り、過剰に自賛し、その人にとって鼻持ちならない存在になりなさい。
τί γὰρ ὁ Παιανιεὺς πρὸς ἐμὲ;
「だって、パイアニアの男など、私に比べたら何者かね?
καί,
πρὸς ἕνα ἴσως μοι τῶν παλαιῶν ὁ ἀγών
καὶ τὰ τοιαῦτα.
」とか、あるいは「おそらく私の競争相手は、古代の最高の者たちの一人だけだ」などと言ったことを。
§22ὃ δὲ μέγιστον καὶ πρὸς τὸ εὐδοκιμεῖν ἀναγκαιότατον ὀλίγου δεῖν παρέλιπον, ἁπάντων καταγέλα τῶν λεγόντων.
そして、最も重要で、評判を得るために最も不可欠なことを、私はもう少しで書き落とすところだったが、語る者すべてを嘲笑いなさい。
καὶ ἢν μέν τις καλῶς εἴπῃ, ἀλλότρια καὶ οὐχ ἑαυτοῦ δεικνύειν δοκείτω·
もし誰かが立派に語ったなら、それは他人のものであって、彼自身のものではないように見せかけなさい。
ἢν δὲ μετρίως ἐλεγχθῇ, πάντα ἔστω ἐπιλήψιμα.
もし些細な欠点が見出されたなら、すべてが非難されるべきだ。
καὶ ἐν ταῖς ἀκροάσεσι μετὰ πάντας εἰσιέναι χρή, ἐπίσημον γάρ·
また、朗読会には全員のあとに入るべきだ、それが目立つから。
καὶ σιωπησάντων ἁπάντων ξένον τινὰ ἔπαινον ἐπειπεῖν τὰς ἀκοὰς τῶν παρόντων ἐπιστρέψοντα καὶ ἐνοχλήσοντα, ὡς ναυτιᾶν ἅπαντας ἐπὶ τῷ φορτικῷ τῶν ὀνομάτων καὶ ἐπιφράττεσθαι τὰ ὦτα.
そして全員が静まり返った時に、居合わせた人々の耳を引きつけ、かつ苛立たせるような、奇妙な称賛の言葉を付け加え、その下品な言葉遣いに誰もが吐き気を催し、耳を塞ぐほどにしなさい。
καὶ ἐπισείσῃς δὲ μὴ πολλάκις τὴν χεῖρα, εὐτελὲς γάρ, μηδʼ ἀναστῇς, πλὴν ἅπαξ γε ἢ δὶς τὸ πλεῖστον.
そして、手を何度も振ってはならない、それは安っぽいから。 また、立ち上がってもならない、多くても一度か二度を除いて。
ὑπομειδία δὲ τὰ πολλὰ καὶ δῆλος γίγνου μὴ ἀρεσκόμενος τοῖς λεγομένοις.
たいていは薄笑いを浮かべ、語られている事柄に満足していないことをはっきり示しなさい。
ἀμφιλαφεῖς δὲ αἱ ἀφορμαὶ τῶν μέμψεων τοῖς συκοφαντικοῖς τὰ ὦτα.
中傷を好む耳を持つ者たちにとって、非難のきっかけは豊富にあるのだ。
τὰ δ’ ἄλλα χρὴ θαρρεῖν·
その他の点については、自信を持つべきだ。
ἡ τόλμα γὰρ καὶ ἡ ἀναισχυντία καὶ ψεῦδος πρόχειρον καὶ ὅρκος ἐπʼ ἄκροις ἀεὶ τοῖς χείλεσι καὶ φθόνος πρὸς ἅπαντας καὶ μῖσος καὶ βλασφημία καὶ διαβολαὶ πιθαναί — ταῦτά σε ἀοίδιμον ἐν βραχεῖ καὶ περίβλεπτον ἀποφανεῖ.
なぜなら、大胆さ、恥知らずさ、いつでも口から出る嘘、常に唇の端にある誓い、すべての人に対する嫉妬、憎悪、冒涜、もっともらしい中傷、これらが短期間のうちに君を有名にし、世間の注目の的にするからだ。
§23τοιαῦτα μὲν τὰ φανερὰ καὶ τὰ ἔξω.
このようなことが、公の、外向きの事柄だ。
ἰδίᾳ δὲ πάντα πράγματα ποιεῖν σοι δεδόχθω, κυβεύειν μεθύσκεσθαι λαγνεύειν μοιχεύειν, ἢ αὐχεῖν γε, κἂν μὴ ποιῇς, καὶ πρὸς ἅπαντας λέγειν καὶ γραμματεῖα ὑποδεικνύναι ὑπὸ γυναικῶν δῆθεν γραφέντα.
私生活においては、あらゆる不徳を行うと決意しなさい。 賭博をし、泥酔し、好色に耽り、姦通すること、あるいは、たとえやっていなくても、そうであると自慢し、すべての人に語り、いかにも女性から書かれたかのような手紙を見せびらかしなさい。
καλὸς γὰρ εἶναι θέλε καὶ σοὶ μελέτω ὑπὸ τῶν γυναικῶν σπουδάζεσθαι δοκεῖν·
なぜなら、美男子でありたいと望み、女性たちから熱心に求められているように思われることを心に留めるべきだからだ。
εἰς τὴν ῥητορικὴν γὰρ καὶ τοῦτο ἀνοίσουσιν οἱ πολλοί, ὡς διὰ τοῦτό σου καὶ ἄχρι τῆς γυναικωνίτιδος εὐδοκιμοῦντος.
多くの人々はこのことをも弁論術に帰するだろう。 君がそのために婦人部屋にまで評判が届いているのだとして。
καὶ τὸ δεῖνα δέ, μὴ αἰδεσθῇς, εἰ καὶ πρὸς ἀνδρῶν ἐπὶ τῷ ἑτέρῳ ἐρᾶσθαι δοκοίης, καὶ ταῦτα γενειήτης ἢ καὶ νὴ Δία φαλακρὸς ἤδη ὤν.
そして、もう一つのことだが、男たちからも受動的に愛されていると思われることを恥じてはならない。 たとえ髭を生やし、あるいはゼウスにかけて、すでにハゲ頭になっていたとしても。
ἀλλʼ ἔστωσαν οἱ καὶ ἐπὶ τούτῳ συνόντες·
そうした目的で関係を持つ者たちをいさせなさい。
ἢν δὲ μὴ ὦσιν, οἰκέται ἱκανοί.
もしそういう者がいなければ、召使いたちで十分だ。
πολλὰ γὰρ καὶ ἐκ τοῦ τοιούτου πρὸς τὴν ῥητορικὴν χρήσιμα παραγίγνεται·
なぜなら、こうしたことからも、弁論術にとって有用な多くのものが得られるからだ。
πλείων ἡ ἀναισχυντία καὶ θράσος.
より大きな恥知らずさと厚かましさが。
ὁρᾷς ὡς λαλίστεραι αἱ γυναῖκες καὶ λοιδοροῦνται περιττῶς καὶ ὑπὲρ τοὺς ἄνδρας;
女性たちの方がおしゃべりであり、男たち以上に過剰に罵り合うのがわかるだろう?
εἰ δὴ τὰ ὅμοια πάσχοις, καὶ ταῦτα διοίσεις τῶν ἄλλων.
もし君が同じような女性的役割を経験するなら、この点でも他者より優れることになる。
καὶ μὴν καὶ πιττοῦσθαι χρή, μάλιστα μὲν τὰ πάντα, εἰ δὲ μή, πάντως ἐκεῖνα.
さらに、ピッチで脱毛するべきだ。 できれば全身を、そうでなくとも、少なくともあそこだけは絶対に。
καὶ αὐτὸ δέ σοι τὸ στόμα πρὸς ἅπαντα ὁμοίως κεχηνέτω, καὶ ἡ γλῶττα ὑπηρετείτω καὶ πρὸς τοὺς λόγους καὶ πρὸς τὰ ἄλλα ὁπόσα ἂν δύνηται.
そして、君の口そのものも、あらゆるものに対して同様に大きく開かれているべきだ。 そして、舌は言論のためにも、その他できる限りのあらゆることのために仕えるべきだ。
δύναται δὲ οὐ σολοικίζειν μόνον καὶ βαρβαρίζειν οὐδὲ ληρεῖν ἢ ἐπιορκεῖν ἢ λοιδορεῖσθαι ἢ διαβάλλειν καὶ ψεύδεσθαι, ἀλλὰ καὶ νύκτωρ τι ἄλλο ὑποτελεῖν, καὶ μάλιστα ἢν πρὸς οὕτω πολλοὺς τοὺς ἔρωτας μὴ διαρκέσῃς.
舌ができるのは、単に文法を誤ったり野蛮な言葉を使ったり、あるいは戯言を言ったり、偽誓したり、罵ったり、中傷したり嘘をついたりすることだけではない。 夜間にはまた別の性的な奉仕を果たすこともできる。 特に、あまりにも多くの愛人たちを満足させられない場合には。
πάντα αὐτή γε ἐπιστάσθω καὶ γονιμωτέρα γιγνέσθω καὶ μηδὲν ἀποστρεφέσθω.
舌自身がすべてを心得ており、より多産であり、何ものをも拒まないようにしなさい。