Humanitext Reader

琉善 · 雄辩术教师 §17-20

使用生僻古字与虚张声势愚弄听众的技巧

第 5 段,共 7 段 · 希腊语

内容简介

修辞学导师建议使用古雅难懂的词汇和虚构的造词来愚弄大众。他还传授如何即兴滔滔不绝地发言,并用夸张的肢体动作和声音气势压倒听众。

§17μέτει δὲ ἀπόρρητα καὶ ξένα ῥήματα, σπανιάκις ὑπὸ τῶν πάλαι εἰρημένα, καὶ ταῦτα συμφορήσας ἀποτόξευε προχειριζόμενος εἰς τοὺς προσομιλοῦντας.
你还要探寻那些古人极少使用的、隐秘而新奇的词汇,把它们收集起来,预先准备好,向与你交谈的人像射箭一样射出去。
οὕτω γάρ σε ὁ λεὼς ὁ πολὺς ἀποβλέψονται καὶ θαυμαστὸν ὑπολήψονται καὶ τὴν παιδείαν ὑπὲρ αὐτούς, εἰ ἀποστλεγγίσασθαι τὸ ἀποξύσασθαι λέγοις, τὸ δὲ ἡλίῳ θέρεσθαι εἱληθερεῖσθαι, τὸν ἀρραβῶνα δὲ προνόμιον, τὸν ὄρθρον δὲ ἀκροκνεφές.
因为这样一来,大众就会仰望你,对你感到惊叹,并认为你的教养远在他们之上,如果你把“擦拭身体”说成“用刮汗板刮净”,把“晒太阳”说成“在日光中炙烤”,把“定金”说成“预先特权”,把“黎明”说成“微明”。
ἐνίοτε δὲ καὶ αὐτὸς ποίει καινὰ καὶ ἀλλόκοτα ὀνόματα καὶ νομοθέτει τὸν μὲν ἑρμηνεῦσαι δεινὸν εὔλεξιν καλεῖν, τὸν συνετὸν σοφόνουν, τὸν ὀρχηστὴν δὲ χειρίσοφον.
有时你自己也要创造一些新奇古怪的词汇,并立下规矩:把善于表达的人称为“美辞者”,把聪明的人称为“贤智者”,把舞者称为“手巧者”。
ἂν σολοικίσῃς δὲ ἢ βαρβαρίσῃς, ἓν ἔστω φάρμακον ἡ ἀναισχυντία, καὶ πρόχειρον εὐθὺς ὄνομα οὔτε ὄντος τινὸς οὔτε γενομένου ποτέ, ἢ ποιητοῦ ἢ συγγραφέως, ὃς οὕτω λέγειν ἐδοκίμαζε σοφὸς ἀνὴρ καὶ τὴν φωνὴν εἰς τὸ ἀκρότατον ἀπηκριβωμένος.
如果你犯了句法错误或用词不当,唯一的药方就是“不要脸”,并立刻准备好一个既不存在也从未出生过的诗师或散文家的名字,说这位贤人赞同这样说话,并且他的语言已达到了极度精妙的境地。
ἀλλὰ καὶ ἀναγίγνωσκε τὰ παλαιὰ μὲν μὴ σύ γε, μηδὲ εἴ τι ὁ λῆρος Ἰσοκράτης ἢ ὁ χαρίτων ἄμοιρος Δημοσθένης ἢ ὁ ψυχρὸς Πλάτων, ἀλλὰ τοὺς τῶν ὀλίγον πρὸ ἡμῶν λόγους καὶ ἅς φασι ταύτας μελέτας, ὡς ἔχῃς ἀπʼ ἐκείνων ἐπισιτισάμενος ἐν καιρῷ καταχρῆσθαι καθάπερ ἐκ ταμιείου προαιρῶν.
但你千万不要阅读古人的作品! 千万不要读那个说废话的伊索克拉底、缺乏优美的德摩斯梯尼,或是枯燥无趣的柏拉图的作品。 相反,要阅读那些离我们时代不远的人的发言,以及他们所说的那些“模拟辩论”,好让你能从其中补充给给养,在需要的时候,就像从仓库中取出一样,尽情地滥用它们。
§18ἐπειδὰν δὲ καὶ δέῃ λέγειν καὶ οἱ παρόντες ὑποβάλωσί τινας ὑποθέσεις καὶ ἀφορμὰς τῶν λόγων, ἅπαντα μὲν ὁπόσα ἂν ᾖ δυσχερῆ, ψεγέσθω καὶ ἐκφαυλιζέσθω ὡς οὐδὲν ὅλως ἀνδρῶδες αὐτῶν.
每当需要发言,且在场的人提出一些言论的主题和契机时,所有困难的主题都要予以谴责和贬低,说它们根本没有一点阳刚之气。
ἑλομένων δέ, μὴ μελλήσας λέγε ὅττι κεν ἐπʼ ἀκαιρίμαν γλῶτταν ἔλθῃ, μηδὲν ἐκείνων ἐπιμεληθείς, ὡς τὸ πρῶτον, ὥσπερ οὖν καὶ ἔστι πρῶτον, ἐρεῖς ἐν καιρῷ προσήκοντι καὶ τὸ δεύτερον μετὰ τοῦτο καὶ τὸ τρίτον μετʼ ἐκεῖνο, ἀλλὰ τὸ πρῶτον ἐμπεσὸν πρῶτον λεγέσθω, καὶ ἢν οὕτω τύχῃ, περὶ τῷ μετώπῳ μὲν ἡ κνημίς, περὶ τῇ κνήμῃ δὲ ἡ κόρυς.
当他们选定主题后,不要迟疑,立刻说出“任何来到你这不合时宜的舌头上的话”,完全不要理会那些规则,比如你会在合适的时候说第一件事(既然它确实是第一件事),在此之后说第二件事,在那之后说第三件事;相反,让第一件撞进脑海的事先说出来,如果碰巧如此,哪怕额头上戴着胫甲,胫骨上戴着头盔也无妨。
πλὴν ἀλλʼ ἔπειγε καὶ σύνειρε καὶ μὴ σιώπα μόνον.
不过,你要急促地把话连成一串,只要不保持沉默就行。
κἂν περὶ ὑβριστοῦ τινος ἢ μοιχοῦ λέγῃς Ἀθήνησι, τὰ ἐν Ἰνδοῖς καὶ Ἐκβατάνοις λεγέσθω.
即使你在雅典谈论某个狂妄之徒或通奸者,也要谈论印度和埃克巴坦那的事情。
ἐπὶ πᾶσι δὲ ὁ Μαραθὼν καὶ ὁ Κυνέγειρος, ὧν οὐκ ἄν τι ἄνευ γένοιτο.
最重要的是,要提到马拉松和库奈戈伊罗斯,没有他们就什么也成不了。
καὶ ἀεὶ ὁ Ἄθως πλείσθω καὶ ὁ Ἑλλήσποντος πεζευέσθω καὶ ὁ ἥλιος ὑπὸ τῶν Μηδικῶν βελῶν σκεπέσθω καὶ Ξέρξης φευγέτω καὶ Λεωνίδας θαυμαζέσθω καὶ τὰ Ὀθρυάδου γράμματα ἀναγιγνωσκέσθω, καὶ ἡ Σαλαμὶς καὶ τὸ Ἀρτεμίσιον καὶ αἱ Πλαταιαὶ πολλὰ ταῦτα καὶ πυκνά.
而且要经常说:阿索斯山要通航,赫勒斯滂要徒步通过,太阳要被波斯人的箭遮蔽,薛西斯要逃跑,列奥尼达要被瞻仰,奥斯律阿得斯的血书要被宣读,萨拉米斯、阿提密西恩和普拉提亚要多次且频繁地提起。
καὶ ἐπὶ πᾶσι τὰ ὀλίγα ἐκεῖνα ὀνόματα ἐπιπολαζέτω καὶ ἐπανθείτω, καὶ συνεχὲς τὸ ἄττα καὶ τὸ δήπουθεν, κἂν μηδὲν αὐτῶν δέῃ· καλὰ γάρ ἐστι καὶ εἰκῆ λεγόμενα.
在一切事情中,那几个雅典方言词汇要浮在表面、点缀其间,‘atta’和 ‘depouthen’要不断出现,哪怕完全不需要它们;因为即使是胡乱说出来,它们也是美丽的。
§19ἢν δέ ποτε καὶ ᾆσαι καιρὸς εἶναι δοκῇ, πάντα σοι ᾀδέσθω καὶ μέλος γιγνέσθω.
如果什么时候你觉得是唱歌的时候了,你就应该把一切都唱出来,让它变成旋律。
κἄν ποτε ἀπορήσῃς πράγματος ᾠδικοῦ, τοὺς ἄνδρας τοὺς δικαστὰς ὀνομάσας ἐμμελῶς πεπληρωκέναι οἴου τὴν ἁρμονίαν.
如果你什么时候缺少歌唱的题材,只要用悦耳的腔调呼唤“法官老爷们”,就当自己已经完全满足了和声。
τὸ δὲ οἴμοι τῶν κακῶν πολλάκις, καὶ ὁ μηρὸς πατασσέσθω, καὶ λαρύγγιζε καὶ ἐπιχρέμπτου τοῖς λεγομένοις καὶ βάδιζε μεταφέρων τὴν πυγήν.
要经常叹息“哀哉,我之不幸”,还要拍打大腿,扯着嗓子喊,在说话间清喉咙咳唾,摇摆着屁股走路。
καὶ ἢν μέν σε μὴ ἐπαινῶσιν, ἀγανάκτει καὶ λοιδοροῦ αὐτοῖς· ἢν δὲ ὀρθοὶ ἑστήκωσιν ὑπὸ τῆς αἰσχύνης ἤδη πρὸς τὴν ἔξοδον ἕτοιμοι, καθέζεσθαι κέλευε, καὶ ὅλως τυραννὶς τὸ πρᾶγμα ἔστω.
如果他们不赞美你,你就要愤慨并辱骂他们;如果他们因为羞愧而站起身,准备向出口走去,你就命令他们坐下,总之,要把这件事办成一场专制统治。
§20ὅπως δὲ καὶ τὸ πλῆθος τῶν λόγων θαυμάζωσιν, ἀπὸ τῶν Ἰλιακῶν ἀρξάμενος ἢ καὶ νὴ Δία ἀπὸ τῶν Δευκαλίωνος καὶ Πύρρας γάμων, ἢν δοκῇ, καταβίβαζε τὸν λόγον ἐπὶ τὰ νῦν καθεστῶτα.
为了让他们也惊叹你发言的滔滔不绝,你要从特洛伊战争的事情开始,或者,凭宙斯起誓,如果你乐意,从丢卡利翁和皮拉的婚礼开始,把话头一直引到目前的状况。
οἱ μὲν γὰρ συνιέντες ὀλίγοι, οἳ μάλιστα μὲν σιωπήσονται ὑπʼ εὐγνωμοσύνης· ἢν δὲ καὶ λέγωσί τι, ὑπὸ φθόνου αὐτὸ δόξουσι δρᾶν.
因为理解的人很少,他们大多出于体面会保持沉默;即使他们说了什么,也会被认为是因为嫉妒才这么做的。
οἱ πολλοὶ δὲ τὸ σχῆμα καὶ φωνὴν καὶ βάδισμα καὶ περίπατον καὶ μέλος καὶ κρηπῖδα καὶ τὸ ἄττα σου ἐκεῖνο τεθήπασι, καὶ τὸν ἱδρῶτα ὁρῶντες καὶ τὸ ἆσθμα οὐκ ἔχουσιν ὅπως ἀπιστήσουσι μὴ οὐχὶ πάνδεινόν τινα ἐν τοῖς λόγοις ἀγωνιστὴν εἶναί σε.
而大多数人则对你的扮相、声音、步态、徘徊、旋律、鞋子以及你那‘atta’目瞪口呆,看到你的汗水和喘息,他们就无法不相信你在言论上是一个极其可怕的斗士。
ἄλλως τε καὶ τὸ ταχὺ τοῦτο οὐ μικρὰν ἔχει τὴν ἀπολογίαν καὶ θαῦμα παρὰ τοῖς πολλοῖς· ὥστε ὅρα μή ποτε γράψῃς ἢ σκεψάμενος παρέλθῃς, ἔλεγχος γὰρ σαφὴς ταῦτά γε.
而且,这种迅速在大众中也是一个不小的辩护和奇迹;因此,注意千万不要写下来或经过思考后再登台,因为这些做法会彻底暴露你的无能。

词汇与语法注释

  1. §17εἰ ... λέγοις — 条件从句使用祈愿语气(λέγοις 等),而主句使用直陈语气将来时(ἀποβλέψονται 等)的混合条件句结构。这在将假定的行为(使用古雅难懂的词汇)表现为一种委婉可能性的同时,强调了其产生的结果(大众瞩目)是确凿无疑的。
  2. §18ὅττι κεν ἐπʼ ἀκαιρίμαν γλῶτταν ἔλθῃ — 荷马史诗式的关系从句(ὅττι κεν + 虚拟语气 ἔλθῃ),形容词 ἀκαιρίμαν 使用了多利亚方言的词尾(-αν)。此处是路基阿诺斯为了讽刺效果而模仿古风诗歌和方言文体。
  3. §20οὐκ ἔχουσιν ὅπως ἀπιστήσουσι μὴ οὐχὶ ... εἶναί σε — 由表示否定或怀疑的动词(οὐκ ἔχουσιν ὅπως ἀπιστήσουσι)引导,后接带不定式(εἶναι)的否定小词 μὴ οὐχί 的双重否定句。它通过双重否定表达强烈的肯定,即“他们无法不相信你就是……”。

引用这一段

琉善, 雄辩术教师 §17-20. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg037.humanitext-grc2:17-20

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。