§24ἢν ταῦτα, ὦ παῖ, καλῶς ἐκμάθῃς — δύνασαι δέ· οὐδὲν γὰρ ἐν αὐτοῖς βαρύ—θαρρῶν ἐπαγγέλλομαι οὐκ εἰς μακράν σε ἄριστον ῥήτορα καὶ ἡμῖν ὅμοιον ἀποτελεσθήσεσθαι.
孩子,如果你能把这些学好——你当然可以,因为这里面没有任何难事——我确信并承诺,用不了多久,你就会被培养成最好的辩论家,并且和我们一样。
τὸ μετὰ τοῦτο δὲ οὐκ ἐμὲ χρὴ λέγειν, ὅσα ἐν βραχεῖ παρέσται σοι τὰ ἀγαθὰ παρὰ τῆς Ῥητορικῆς.
在此之后,我无需多言在极短时间内修辞学会带给你多少好处。
ὁρᾷς ἐμέ, ὃς πατρὸς μὲν ἀφανοῦς καὶ οὐδὲ καθαρῶς ἐλευθέρου ἐγενόμην ὑπὲρ Ξόϊν καὶ Θμοῦιν δεδουλευκότος, μητρὸς δὲ ἀκεστρίας ἐπʼ ἀμφοδίου τινός.
你看看我,我出身于一个微贱的父亲,他甚至算不上完全的自由人,曾在佐伊斯和斯穆伊斯一带当奴隶,而我的母亲则是某条小巷里的女缝纫工。
αὐτὸς δὲ τὴν ὥραν οὐ παντάπασιν ἀδόκιμος εἶναι δόξας τὸ μὲν πρῶτον ἐπὶ ψιλῷ τῷ τρέφεσθαι συνῆν τινι κακοδαίμονι καὶ γλίσχρῳ ἐραστῇ.
我自己在年轻时,因容貌并非完全不受人青睐,起初只是为了混口饭吃而委身于一个倒霉而小气的爱人。
ἐπεὶ δὲ τὴν ὁδὸν ταύτην ῥᾴστην οὖσαν κατεῖδον καὶ διεκπαίσας ἐπὶ τῷ ἄκρῳ ἐγενόμην — ὑπῆρχε γάρ μοι, ὦ φίλη Ἀδράστεια, πάντα ἐκεῖνα ἃ προεῖπον ἐφόδια, τὸ θράσος, ἡ ἀμαθία, ἡ ἀναισχυντία — πρῶτον μὲν οὐκέτι Ποθεινὸς ὀνομάζομαι, ἀλλʼ ἤδη τοῖς Διὸς καὶ Λήδας παισὶν ὁμώνυμος γεγένημαι.
但当我看出这条路是最容易的,并且突破重围到达顶峰时——因为,亲爱的阿德拉斯泰亚啊,我拥有我之前提到的所有行装:胆量、无知和不要脸——首先,我不再被叫作“泼泰诺斯”,而是已经与宙斯和勒达的儿子们同名了。
ἔπειτα δὲ γραῒ συνοικήσας τὸ πρῶτον μὲν ἐγαστριζόμην πρὸς αὐτῆς ἐρᾶν προσποιούμενος γυναικὸς ἑβδομηκοντούτιδος τέτταρας ἔτι λοιποὺς ὀδόντας ἐχούσης, χρυσίῳ καὶ τούτους ἐνδεδεμένους.
接着,我与一个老妇同居,起初靠她填饱肚子,假装爱着一个七十岁、只剩四颗牙齿且还用金丝固定着的女人。
πλὴν ἀλλά γε διὰ τὴν πενίαν ὑφιστάμην τὸν ἆθλον καὶ τὰ ψυχρὰ ἐκεῖνα τὰ ἐκ τῆς σοροῦ φιλήματα ὑπερήδιστά μοι ἐποίει ὁ λιμός.
然而,由于贫穷我忍受了这一折磨,饥饿使那些来自坟墓般的冰冷吻对我来说变得无比甜美。
εἶτα ὀλίγου δεῖν κληρονόμος ὧν εἶχεν ἁπάντων κατέστην, εἰ μὴ κατάρατός τις οἰκέτης ἐμήνυσεν ὡς φάρμακον εἴην ἐπʼ αὐτὴν ἐωνημένος.
然后,我差一点就成了她所有财产的继承人,要不是一个该死的家奴告发说我为她买了毒药的话。
§25ἐξωσθεὶς δὲ ἐπὶ κεφαλὴν ὅμως οὐδὲ τότε ἠπόρησα τῶν ἀναγκαίων, ἀλλὰ καὶ ῥήτωρ δοκῶ κἀν ταῖς δίκαις ἐξετάζομαι προδιδοὺς τὰ πολλὰ καὶ τοὺς δικαστὰς τοῖς ἀνοήτοις καθυπισχνούμενος, καὶ ἡττῶμαι μὲν τὰ πλεῖστα, οἱ φοίνικες δὲ ἐπὶ τῇ θύρᾳ χλωροὶ καὶ ἐστεφανωμένοι· τούτοις γὰρ ἐπὶ τοὺς δυστυχεῖς χρῶμαι τοῖς δελέασιν.
虽然我被狼狈地赶了出来,但即使在那个时候我也没有缺乏生活必需品,反而我还被视为辩论家并在诉讼中活跃,尽管我常常背叛委托人并向愚蠢的雇主承诺买通法官。 虽然我大多数官司都打输了,但我门前的棕榈枝却总是常青且戴着花冠,因为我用这些来作为诱骗不幸之人的诱饵。
ἀλλὰ καὶ τὸ μισεῖσθαι πρὸς ἁπάντων καὶ ἐπίσημον εἶναί με ἐπὶ τῇ μοχθηρίᾳ τοῦ τρόπου καὶ πολὺ πρότερον τῶν λόγων καὶ τὸ δείκνυσθαι τῷ δακτύλῳ τοῦτον ἐκεῖνον τὸν ἀκρότατον ἐν πάσῃ κακίᾳ λεγόμενον, οὐ μικρὸν εἶναι ἐμοί γε δοκεῖ.
但是,被所有人憎恨,因性格的邪恶而声名狼藉(这远比因我的言论出名还要早),被人们指指点点说“就是那个人,据说是在一切恶德上都达到顶峰的家伙”,这在我看来绝非是一件小事。
Ταῦτά σοι παραινῶ, νὴ τὴν πάνδημον, πολὺ πρότερον ἐμαυτῷ παραινέσας καὶ χάριν ἐμαυτῷ οὐ μικρὰν ἐπιστάμενος.
万民的阿芙洛狄忒在上,我向你提出这些劝告,因为我很早就这样劝告过自己,并对自己感激不尽。
§26Εἶεν· ὁ μὲν γεννάδας εἰπὼν ταῦτα πεπαύσεται·
好了,那位高洁之士说完这些就会住口了。
σὺ δὲ ἢν πεισθῇς τοῖς εἰρημένοις, καὶ δὴ παρεῖναι νόμιζε οἷπερ ἐξ ἀρχῆς ἐπόθεις ἐλθεῖν, καὶ οὐδέν σε κωλύσει ἑπόμενον τοῖς νόμοις ἔν τε τοῖς δικαστηρίοις κρατεῖν καὶ ἐν τοῖς πλήθεσιν εὐδοκιμεῖν καὶ ἐπέραστον εἶναι καὶ γαμεῖν οὐ γραῦν τινα τῶν κωμικῶν, καθάπερ ὁ νομοθέτης καὶ διδάσκαλος, ἀλλὰ καλλίστην γυναῖκα τὴν Ῥητορικήν, ὡς τὸ τοῦ Πλάτωνος ἐκεῖνο πτηνὸν ἅρμα ἐλαύνοντα φέρεσθαι σοὶ μᾶλλον πρέπειν περὶ σεαυτοῦ εἰπεῖν ἢ ἐκείνῳ περὶ τοῦ Διός·
但如果你被所说的话说服,那就请认为你已经到达了起初渴望去的地方。 只要你遵守这些法则,就没有任何事情能阻挡你在法庭上获胜、在大众中赢得名望、深受喜爱,并且你娶的不会是某个喜剧舞台上的老太婆(就像你的立法者和老师所娶的那样),而是最美丽的女人“修辞学”。 当你驾着柏拉图那著名的有翼战车飞驰时,由你对自己说出那句话,比由柏拉图对宙斯说出更为合适。
ἐγὼ δὲ — ἀγεννὴς γὰρ καὶ δειλός εἰμι — ἐκστήσομαι τῆς ὁδοῦ ὑμῖν καὶ παύσομαι τῇ Ῥητορικῇ ἐπιπολάζων, ἀσύμβολος ὢν πρὸς αὐτὴν τὰ ὑμέτερα· μᾶλλον δὲ ἤδη πέπαυμαι, ὥστε ἀκονιτὶ ἀνακηρύττεσθε καὶ θαυμάζεσθε, μόνον τοῦτο μεμνημένοι, ὅτι μὴ τῷ τάχει ἡμῶν κεκρατήκατε ὠκύτεροι φανέντες, ἀλλὰ τῷ ῥᾴστην καὶ πρανῆ τραπέσθαι τὴν ὁδόν.
至于我——因为我平庸而胆怯——我会给你们让路,不再在修辞学的表面飘荡,因为与你们的所作所为相比,我对她毫无贡献;或者更确切地说,我现在已经退出了,因此你们可以不战而胜地被宣告为胜利者并受到赞美,只要记住这一点:你们战胜我们并不是因为速度更快,而是因为你们选择了一条最容易且下坡的路。