Humanitext Reader

琉善 · 雄辩术教师 §12-16

轻浮修辞教师的登场与荒诞速成法

第 4 段,共 7 段 · 希腊语

内容简介

叙述者引出代表新兴捷径的“俊美修辞教师”。该教师声称一切预备教育和古典教养皆无必要,并传授一套只需凭借无知、厚颜、大喊、奇装异服及熟记少数几个雅典方言词汇,便可立刻成为一流雄辩家的荒诞法则。

§12γελοῖον γὰρ ὑπὲρ τοιούτου ῥήτορος ἐμὲ ποιεῖσθαι τοὺς λόγους, φαῦλον ὑποκριτὴν ἴσως τῶν τοιούτων καὶ τηλικούτων, μὴ καὶ συντρίψω που πεσὼν τὸν ἥρωα ὃν ὑποκρίνομαι.
因为由我来替这样一位修辞学家说话是滑稽的,我或许只是一个演不好如此伟大人物的拙劣演员,免得我在哪里跌倒,把我自己扮演的英雄砸个粉碎。
φαίη τοιγαροῦν ἂν πρὸς σὲ ὧδέ πως ἐπισπασάμενος ὁπόσον ἔτι λοιπὸν τῆς κόμης καὶ ὑπομειδιάσας τὸ γλαφυρὸν ἐκεῖνο καὶ ἁπαλὸν οἷον εἴωθεν, Αὐτοθαΐδα τὴν κωμικὴν ἢ Μαλθάκην ἢ Γλυκέραν τινὰ μιμησάμενος τῷ προσηνεῖ τοῦ φθέγματος· ἄγροικον γὰρ τὸ ἀρρενωπὸν καὶ οὐ πρὸς ἁβροῦ καὶ ἐρασμίου ῥήτορος.
因此,他会朝你走来,把所剩无几的头发向前拉了拉,像往常一样,露出那种文雅而温柔的微笑,在声音的柔和上模仿喜剧里的奥托泰斯、马尔塔克或某个格吕克拉,对你这样说道;因为阳刚之气是粗俗的,不适合一个娇柔而可爱的修辞学家。
§13φήσει δʼ οὖν πάνυ μετριάζων ὑπὲρ αὐτόν,αὐτόν, Μῶν σε, ὦγαθέ, ὁ Πύθιος ἔπεμψε πρός με ῥητόρων τὸν ἄριστον προσειπών, ὥσπερ ὅτε Χαιρεφῶν ἤρετο αὐτόν,αὐτόν, ἔδειξεν ὅστις ἦν ὁ σοφώτατος ἐν τοῖς τότε;
因此,他会极其谦虚地谈论自己,说道:“我的好朋友,难道是皮托的显神把我称为最杰出的修辞学家而派你到我这里来的吗,就像当年凯勒丰向他提问时,他指出谁是当时最智慧的人那样?
εἰ δὲ μὴ τοῦτο, ἀλλὰ κατὰ κλέος αὐτὸς ἥκεις ἀκούων ἁπάντων ὑπερεκπεπληγμένων τὰ ἡμέτερα καὶ ὑμνούντων καὶ τεθηπότων καὶ ὑπεπτηχότων, αὐτίκα μάλα εἴσῃ πρὸς οἷόν τινα δαιμόνιον ἄνδρα ἥκεις.
如果不是这样,而你是听到大家对我的成就惊叹不已、歌功颂德、敬畏有加,因而在名声的吸引下自己前来的,你立刻就会知道你来到了一个怎样神一般的人物面前。
προσδοκήσῃς δὲ μηδὲν τοιοῦτον ὄψεσθαι οἷον τῷδε ἢ τῷδε παραβαλεῖν, ἀλλʼ εἴ τις ἢ Τιτυὸς ἢ Ὦτος ἢ Ἐφιάλτης, ὑπὲρ ἐκείνους πολὺ φανεῖταί σοι τὸ πρᾶγμα ὑπερφυὲς καὶ τεράστιον·
但不要指望能看到任何可以拿来与这个人或那个人相比拟的平庸之物。 相反,如果有什么蒂提乌斯、奥托斯或埃菲阿尔特斯,这个存在在你看来越过他们,显得极其庞大和惊人。
ἐπεὶ τούς γε ἄλλους τοσοῦτον ὑπερφωνοῦντα εὑρήσεις ὁπόσον ἡ σάλπιγξ τοὺς αὐλοὺς καὶ οἱ τέττιγες τὰς μελίττας καὶ οἱ χοροὶ τοὺς ἐνδιδόντας.
因为你会发现,我在声音上压倒其他所有人,就像小号压倒长笛,蝉压倒蜜蜂,合唱队压倒领唱者一样。
§14ἐπεὶ δὲ καὶ ῥήτωρ αὐτὸς ἐθέλεις γενέσθαι καὶ τοῦτο οὐκ ἂν παρʼ ἄλλου ῥᾷον μάθοις, ἕπου μόνον, ὦ μέλημα, οἷς ἂν εἴπω καὶ ζήλου πάντα, καὶ τοὺς νόμους οἷς ἂν ἐπιτάξω χρῆσθαι ἀκριβῶς μοι παραφύλαττε.
既然你自己也想成为一名修辞学家,而你从别人那里不可能更轻松地学到这一点,那就只需跟随我吧,我的宝贝,听从我的话,效仿一切,并为我严密地守护我命你使用的那些规则。
μᾶλλον δὲ ἤδη προχώρει μηδὲν ὀκνήσας μηδὲ πτοηθείς, εἰ μὴ προετελέσθης ἐκεῖνα τὰ πρὸ τῆς ῥητορικῆς, ὁπόσα ἡ ἄλλη προπαιδεία τοῖς ἀνοήτοις καὶ ματαίοις μετὰ πολλοῦ καμάτου ὁδοποιεῖ·
或者更确切地说,现在就向前迈进吧,不要有任何犹豫或惊慌,哪怕你还没有在修辞学之前预先启动那些入门仪式——即其他预备教育为那些愚蠢无用之人辛辛苦苦开辟的那些道路;因为它们根本不需要。
οὐδὲν γὰρ αὐτῶν δεήσει. ἀλλʼ ἀνίπτοις ποσίν — ἡ παροιμία φησίν — ἔμβαινε, οὐ μεῖον ἕξων διὰ τοῦτο, οὐδʼ ἄν, τὸ κοινότατον, μηδὲ γράφειν τὰ γράμματα εἰδῇς· ἄλλο γάρ τι παρὰ ταῦτα ὁ ῥήτωρ.
相反,正如俗话所说,用‘不洗的脚’踩进来吧,你不会因此有任何损失,甚至退一步说,就算你连字都不会写也无妨;因为修辞学家是与这些完全不同的存在。
§15λέξω δὲ πρῶτον μὲν ὁπόσα χρὴ αὐτόν σε οἴκοθεν ἔχοντα ἥκειν ἐφόδια πρὸς τὴν πορείαν καὶ ὅπως ἐπισιτίσασθαι, ὡς ἂν τάχιστα διανύσαι δυνηθείης.
首先,我会告诉你,你必须从家里带多少旅费上路,以及如何储备粮食,以便你能够尽快走完这段旅程。
ἔπειτα καὐτὸς ἃ μὲν προϊόντι ἐπιδεικνὺς κατὰ τὴν ὁδόν, ἃ δὲ καὶ παραινῶν, πρὶν ἥλιον δῦναι ῥήτορά σε ὑπὲρ τοὺς πάντας ἀποφανῶ, οἷος αὐτός εἰμι, ἀναμφιλέκτως τὰ πρῶτα καὶ μέσα καὶ τελευταῖα τῶν λέγειν ἐπιχειρούντων.
然后,我自己也会在你前进的过程中,在路上一边向你展示某些事物,一边向你提出某些建议,在太阳落山之前,我会让你成为超越所有人的修辞学家,就像我一样,无可争议地是那些企图发言者中的第一、中间和最后。
κόμιζε τοίνυν τὸ μέγιστον μὲν τὴν ἀμαθίαν, εἶτα θράσος, ἐπὶ τούτοις δὲ τόλμαν καὶ ἀναισχυντίαν.
因此,带上最伟大的东西,即无知,然后是厚颜,再加上胆量和不要脸。
αἰδῶ δὲ ἢ ἐπιείκειαν ἢ μετριότητα ἢ ἐρύθημα οἴκοι ἀπόλιπε· ἀχρεῖα γὰρ καὶ ὑπεναντία τῷ πράγματι.
至于羞耻、体面、适度或脸红,就留在家里吧;因为它们是无用的,而且与这行当背道而驰。
ἀλλὰ καὶ βοὴν ὅτι μεγίστην καὶ μέλος ἀναίσχυντον καὶ βάδισμα οἷον τὸ ἐμόν.
还要带上尽可能最大的喊叫声、不要脸的腔调,以及像我一样的步态。
ταῦτα δὲ ἀναγκαῖα πάνυ καὶ μόνα ἔστιν ὅτε ἱκανά.
这些是非常必要的,有时单凭这些就足够了。
καὶ ἡ ἐσθὴς δὲ ἔστω εὐανθὴς ἢ λευκή, ἔργον τῆς Ταραντίνης ἐργασίας, ὡς διαφαίνεσθαι τὸ σῶμα, καὶ ἢ κρηπὶς Ἀττικὴ γυναικεία, τὸ πολυσχιδές, ἢ ἐμβὰς Σικυωνία πίλοις τοῖς λευκοῖς ἐπιπρέπουσα, καὶ ἀκόλουθοι πολλοὶ καὶ βιβλίον ἀεί.
你的衣服要艳丽或白色,是塔兰托式的工艺,好让身体透出来,鞋子要不就是有很多带子的雅典式女鞋,要不就是显出白色毡袜的西基翁鞋,还要带上许多随从,并始终拿着一本书。
ταῦτα μὲν αὐτὸν χρὴ συντελεῖν· τὰ δʼ ἄλλα καθʼ ὁδὸν ἤδη προϊὼν ὅρα καὶ ἄκουε.
这些东西你需要自己准备;至于其他的,在你已经在路上前进时,看和听便是。
§16καὶ δή σοι τοὺς νόμους δίειμι, οἷς χρώμενόν σε ἡ Ῥητορικὴ γνωριεῖ καὶ προσήσεται, οὐδὲ ἀποστραφήσεται καὶ σκορακιεῖ καθάπερ ἀτέλεστόν τινα καὶ κατάσκοπον τῶν ἀπορρήτων.
而且,我一定会向你细说规则。 你若使用这些规则,修辞学就会认出你并接纳你,而不会像对待一个未入会者或窥探机密的探子那样避开你、驱逐你。
σχήματος μὲν τὸ πρῶτον ἐπιμεληθῆναι χρὴ μάλιστα καὶ εὐμόρφου τῆς ἀναβολῆς, ἔπειτα πεντεκαίδεκα ἢ οὐ πλείω γε τῶν εἴκοσιν Ἀττικὰ ὀνόματα ἐκλέξας ποθὲν ἀκριβῶς ἐκμελετήσας, πρόχειρα ἐπʼ ἄκρας τῆς γλώττης ἔχε — τὸ ἄττα καὶ κᾆτα καὶ μῶν καὶ ἀμηγέπη καὶ λῷστε καὶ τὰ τοιαῦτα, — καὶ ἐν ἅπαντι λόγῳ καθάπερ τι ἥδυσμα ἐπίπαττε αὐτῶν.
首先,最需要做的是精心打理外表和优美地披挂斗篷;然后,从某个地方选出十五个或至多不超过二十个雅典方言词汇,并准确地熟记它们,让它们在舌尖上准备就绪——比如‘atta’、‘kaita’、‘mon’、‘amegepe’、‘loste’以及诸如此类的词——并在每一篇发言中像调味品一样撒上它们。
μελέτω δὲ μηδὲν τῶν ἄλλων, εἰ ἀνόμοια τούτοις καὶ ἀσύμφυλα καὶ ἀπῳδά.
其他的一切都不用管,哪怕它们与这些词不相似、不协调、不合拍。
ἡ πορφύρα μόνον ἔστω καλὴ καὶ εὐανθής, κἂν σισύρα τῶν παχειῶν τὸ ἱμάτιον ᾖ.
只要那紫色是美丽且艳丽的就行,即便你的外衣是件粗厚的羊皮大衣。 ”

词汇与语法注释

  1. §12μὴ καὶ συντρίψω — 由 `μή` 引导并接第一不定过去时虚拟语气 `συντρίψω` 的结构,表示担忧或提防(“免得我砸碎”),逻辑上与主句的 `γελοῖον [ἐστί]`(是滑稽的)所暗示的风险相连。
  2. §12ὁπόσον ἔτι λοιπὸν τῆς κόμης — 由关系代词 `ὁπόσον` 引导的整个关系子句包容了先行词,直接用作分词 `επιπασάμενος` 的直接宾语。`τῆς κόμης` 为部分属格。
  3. §13προσδοκήσῃς — 带否定词 `μηδέν` 的第二人称不定过去时虚拟语气,用于表示禁止(“不要指望”)。
  4. ¦p.v.4.p.152¦οἷον τῷδε ἢ τῷδε παραβαλεῖν — 形容词 `οἷος` 后接不定式 `παραβαλεῖν`,表示性质、结果或能力(“足以与……相比”)。
  5. §14ἀνίπτοις ποσίν — 与格惯用语,字面意思是“用未洗的脚”,比喻在没有充分准备或缺乏预备教育的情况下,不礼貌地进入神圣领域或新学科。
  6. §16μελέτω δὲ μηδὲν τῶν ἄλλων — 非人称动词 `μέλει` 的第三人称单数命令时 `μελέτω`,与主格(或副词性宾格)`μηδέν` 和属格 `τῶν ἄλλων` 连用,表示“其余的事物完全不需要被关心(不要在乎)”。

引用这一段

琉善, 雄辩术教师 §12-16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg037.humanitext-grc2:12-16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。