§17μέτει δὲ ἀπόρρητα καὶ ξένα ῥήματα, σπανιάκις ὑπὸ τῶν πάλαι εἰρημένα, καὶ ταῦτα συμφορήσας ἀποτόξευε προχειριζόμενος εἰς τοὺς προσομιλοῦντας.
さらに、かつての人々によって滅多に語られなかった、秘められた奇妙な言葉を探し求め、これらをかき集めて、対話の相手に向けて準備しておいて放ちなさい。
οὕτω γάρ σε ὁ λεὼς ὁ πολὺς ἀποβλέψονται καὶ θαυμαστὸν ὑπολήψονται καὶ τὴν παιδείαν ὑπὲρ αὐτούς, εἰ
ἀποστλεγγίσασθαι τὸ
ἀποξύσασθαι λέγοις, τὸ δὲ ἡλίῳ θέρεσθαι
εἱληθερεῖσθαι,
τὸν ἀρραβῶνα δὲ
προνόμιον,
τὸν ὄρθρον δὲ
ἀκροκνεφές.
そうすれば、多くの民衆は君を見上げ、驚くべき人物、また自分たちを遥かに超える教養を持った者と思うだろう。 もし君が、「体をこする」の代わりに「肌掻き器を使い果たす」と言ったり、「太陽で温まる」の代わりに「日射に身を焦がす」と言ったり、「手付金」の代わりに「前特権」と言ったり、「夜明け」の代わりに「微明」と言ったりするなら。
ἐνίοτε δὲ καὶ αὐτὸς ποίει καινὰ καὶ ἀλλόκοτα ὀνόματα καὶ νομοθέτει τὸν μὲν ἑρμηνεῦσαι δεινὸν
εὔλεξιν
καλεῖν, τὸν συνετὸν
σοφόνουν,
τὸν ὀρχηστὴν δὲ
χειρίσοφον.
時には君自身も新しく奇妙な言葉を作り出し、表現に巧みな者を「美辞家」と呼ぶよう規定し、聡明な者を「賢知者」、舞踊手を「手巧者」と呼びなさい。
ἂν σολοικίσῃς δὲ ἢ βαρβαρίσῃς, ἓν ἔστω φάρμακον ἡ ἀναισχυντία, καὶ πρόχειρον εὐθὺς ὄνομα οὔτε ὄντος τινὸς οὔτε γενομένου ποτέ, ἢ ποιητοῦ ἢ συγγραφέως, ὃς οὕτω λέγειν ἐδοκίμαζε σοφὸς ἀνὴρ καὶ τὴν φωνὴν εἰς τὸ ἀκρότατον ἀπηκριβωμένος.
もし君が語法を誤ったり、野蛮な言葉を使ったりしたなら、唯一の処方箋は「恥知らずさ」である。 そして、かつて存在も生存もしなかったような、ある詩人や散文作家の名前をただちに準備しておき、その賢明な人物、言葉を極限まで洗練させた人物が、そのように語るのを良しとしていたのだ、と言うのだ。
ἀλλὰ καὶ ἀναγίγνωσκε τὰ παλαιὰ μὲν μὴ σύ γε, μηδὲ εἴ τι ὁ λῆρος Ἰσοκράτης ἢ ὁ χαρίτων ἄμοιρος Δημοσθένης ἢ ὁ ψυχρὸς Πλάτων, ἀλλὰ τοὺς τῶν ὀλίγον πρὸ ἡμῶν λόγους καὶ ἅς φασι ταύτας μελέτας, ὡς ἔχῃς ἀπʼ ἐκείνων ἐπισιτισάμενος ἐν καιρῷ καταχρῆσθαι καθάπερ ἐκ ταμιείου προαιρῶν.
しかし、君は古い古典を読んではならない。 戯言を言うイソクラテスや、優美さに欠けるデモステネスや、退屈なプラトンなどが書いたものなど読んではならない。 そうではなく、我々の少し前の時代の言論や、彼らが「擬似弁論」と呼ぶものを読みなさい。 そうすれば、それらから食糧を補給しておき、必要な時に、あたかも貯蔵庫から取り出すかのように、存分に乱用することができるからだ。
§18ἐπειδὰν δὲ καὶ δέῃ λέγειν καὶ οἱ παρόντες ὑποβάλωσί τινας ὑποθέσεις καὶ ἀφορμὰς τῶν λόγων, ἅπαντα μὲν ὁπόσα ἂν ᾖ δυσχερῆ, ψεγέσθω καὶ ἐκφαυλιζέσθω ὡς οὐδὲν ὅλως ἀνδρῶδες αὐτῶν.
そして、語る必要があり、居合わせた人々が言論の主題やきっかけを提示してきたら、扱いにくい難しいテーマはすべて非難し、見下しなさい。 「そこには男らしいものが何もない」と言って。
ἑλομένων δέ, μὴ μελλήσας λέγε ὅττι κεν ἐπʼ ἀκαιρίμαν γλῶτταν ἔλθῃ, μηδὲν ἐκείνων ἐπιμεληθείς, ὡς τὸ πρῶτον, ὥσπερ οὖν καὶ ἔστι πρῶτον, ἐρεῖς ἐν καιρῷ προσήκοντι καὶ τὸ δεύτερον μετὰ τοῦτο καὶ τὸ τρίτον μετʼ ἐκεῖνο, ἀλλὰ τὸ πρῶτον ἐμπεσὸν πρῶτον λεγέσθω, καὶ ἢν οὕτω τύχῃ, περὶ τῷ μετώπῳ μὲν ἡ κνημίς, περὶ τῇ κνήμῃ δὲ ἡ κόρυς.
彼らがテーマを選んだら、躊躇することなく、「不相応な舌の上に上るものは何でも」語りなさい。 次のようなことには一切配慮してはならない。 すなわち、最初のことを(確かにそれが最初なのだが)適切な時に語り、その後に第二のこと、その後に第三のことを語る、といったことには。 そうではなく、最初に思い浮かんだことを最初に語るべきだ。 たとえその結果、額に脛当てを当て、脛に兜を被ることになろうとも。
πλὴν ἀλλʼ ἔπειγε καὶ σύνειρε καὶ μὴ σιώπα μόνον.
ただ、急いで言葉を連ねなさい。 決して沈黙してはならない。
κἂν περὶ ὑβριστοῦ τινος ἢ μοιχοῦ λέγῃς Ἀθήνησι, τὰ ἐν Ἰνδοῖς καὶ Ἐκβατάνοις λεγέσθω.
たとえアテナイにおける放蕩者や姦通者について語る場合であっても、インドやエクバタナでの出来事を語るべきだ。
ἐπὶ πᾶσι δὲ ὁ Μαραθὼν καὶ ὁ Κυνέγειρος, ὧν οὐκ ἄν τι ἄνευ γένοιτο.
そして、すべての上に、マラトンとキュネイゲイロスだ。 これらなしでは何事も成り立たない。
καὶ ἀεὶ ὁ Ἄθως πλείσθω καὶ ὁ Ἑλλήσποντος πεζευέσθω καὶ ὁ ἥλιος ὑπὸ τῶν Μηδικῶν βελῶν σκεπέσθω καὶ Ξέρξης φευγέτω καὶ Λεωνίδας θαυμαζέσθω καὶ τὰ Ὀθρυάδου γράμματα ἀναγιγνωσκέσθω, καὶ ἡ Σαλαμὶς καὶ τὸ Ἀρτεμίσιον καὶ αἱ Πλαταιαὶ πολλὰ ταῦτα καὶ πυκνά.
さらに、常にアトス山は船で渡られ、ヘレスポントスは徒歩で渡られ、太陽はペルシア軍の矢で覆い隠され、クセルクセスは逃亡し、レオニダスは称賛され、オトリュアデスの血文字は読み上げられ、サラミス、アルテミシオン、プラタイアイは、何度も頻繁に持ち出されるべきだ。
καὶ ἐπὶ πᾶσι τὰ ὀλίγα ἐκεῖνα ὀνόματα ἐπιπολαζέτω καὶ ἐπανθείτω, καὶ συνεχὲς τὸ ἄττα καὶ τὸ δήπουθεν, κἂν μηδὲν αὐτῶν δέῃ·
そしてすべてにおいて、あのわずかな単語が表面に漂い、花を添えるべきだ。 そして『アッタ』や『デープーテン』が、それらが全く不要な時であっても、絶え間なく使われるべきだ。
καλὰ γάρ ἐστι καὶ εἰκῆ λεγόμενα.
なぜなら、それらはデタラメに言われても美しいからだ。
§19ἢν δέ ποτε καὶ ᾆσαι καιρὸς εἶναι δοκῇ, πάντα σοι ᾀδέσθω καὶ μέλος γιγνέσθω.
もし歌うのに適した時であると思われるなら、君にとってすべてのものが歌われるべきであり、旋律となるべきだ。
κἄν ποτε ἀπορήσῃς πράγματος ᾠδικοῦ, τοὺς ἄνδρας τοὺς δικαστὰς ὀνομάσας ἐμμελῶς πεπληρωκέναι οἴου τὴν ἁρμονίαν.
そして、もし歌うべき事柄に窮したなら、ただ「裁判官の諸君」と節をつけて呼ぶだけで、調和を完璧に満たしたと思いなさい。
τὸ δὲ οἴμοι τῶν κακῶν πολλάκις, καὶ ὁ μηρὸς πατασσέσθω, καὶ λαρύγγιζε καὶ ἐπιχρέμπτου τοῖς λεγομένοις καὶ βάδιζε μεταφέρων τὴν πυγήν.
そして、しばしば「ああ、災いなるかな」と言い、太ももを叩き、喉を鳴らし、語られる言葉の合間に痰を吐くように咳をし、お尻を振りながら歩きなさい。
καὶ ἢν μέν σε μὴ ἐπαινῶσιν, ἀγανάκτει καὶ λοιδοροῦ αὐτοῖς·
そして、もし人々が君を称賛しないなら、憤慨して彼らを罵りなさい。
ἢν δὲ ὀρθοὶ ἑστήκωσιν ὑπὸ τῆς αἰσχύνης ἤδη πρὸς τὴν ἔξοδον ἕτοιμοι, καθέζεσθαι κέλευε, καὶ ὅλως τυραννὶς τὸ πρᾶγμα ἔστω.
もし彼らが恥じ入って立ち上がり、出口に向かって帰ろうとするなら、座るように命じなさい。 要するに、すべてを強圧的に進めなさい。
§20ὅπως δὲ καὶ τὸ πλῆθος τῶν λόγων θαυμάζωσιν, ἀπὸ τῶν Ἰλιακῶν ἀρξάμενος ἢ καὶ νὴ Δία ἀπὸ τῶν Δευκαλίωνος καὶ Πύρρας γάμων, ἢν δοκῇ, καταβίβαζε τὸν λόγον ἐπὶ τὰ νῦν καθεστῶτα.
そして、彼らが言論の分量の多さに驚嘆するように、トロイア戦争の出来事から始めるか、あるいは(お望みなら)ゼウスにかけてデウカリオンとピュラの婚礼から始めて、そこから現在の状況へと話を引き下ろしなさい。
οἱ μὲν γὰρ συνιέντες ὀλίγοι, οἳ μάλιστα μὲν σιωπήσονται ὑπʼ εὐγνωμοσύνης· ἢν δὲ καὶ λέγωσί τι, ὑπὸ φθόνου αὐτὸ δόξουσι δρᾶν.
なぜなら、理解している者はごくわずかであり、彼らは良識から大抵は沈黙しているだろうし、たとえ何かを言ったとしても、嫉妬からそうしていると思われるだけだからだ。
οἱ πολλοὶ δὲ τὸ σχῆμα καὶ φωνὴν καὶ βάδισμα καὶ περίπατον καὶ μέλος καὶ κρηπῖδα καὶ τὸ ἄττα σου ἐκεῖνο τεθήπασι, καὶ τὸν ἱδρῶτα ὁρῶντες καὶ τὸ ἆσθμα οὐκ ἔχουσιν ὅπως ἀπιστήσουσι μὴ οὐχὶ πάνδεινόν τινα ἐν τοῖς λόγοις ἀγωνιστὴν εἶναί σε.
大多数の者は、君の身なり、声、歩き方、徘徊、旋律、履物、そしてあの『アッタ』に目を見張っており、君の汗や息切れを見て、君が言論において極めて恐るべき闘士であるということを疑いようがない。
ἄλλως τε καὶ τὸ ταχὺ τοῦτο οὐ μικρὰν ἔχει τὴν ἀπολογίαν καὶ θαῦμα παρὰ τοῖς πολλοῖς·
おまけに、この素早さは言い訳として小さからぬ価値を持ち、大衆の間では驚異の的となる。
ὥστε ὅρα μή ποτε γράψῃς ἢ σκεψάμενος παρέλθῃς, ἔλεγχος γὰρ σαφὴς ταῦτά γε.
だから、あらかじめ原稿を書いたり、熟考してから演壇に進み出たりすることが決してないように注意しなさい。 なぜなら、そのようなことは明確な暴露となってしまうからだ。