§12γελοῖον γὰρ ὑπὲρ τοιούτου ῥήτορος ἐμὲ ποιεῖσθαι τοὺς λόγους, φαῦλον ὑποκριτὴν ἴσως τῶν τοιούτων καὶ τηλικούτων, μὴ καὶ συντρίψω που πεσὼν τὸν ἥρωα ὃν ὑποκρίνομαι.
このような弁論家について私が語ることは滑稽なことだからだ。 このような、かくも偉大な人物の、おそらくは下手な役者として、演じている英雄から落ちて台無しにしてしまわないように。
φαίη τοιγαροῦν ἂν πρὸς σὲ ὧδέ πως ἐπισπασάμενος ὁπόσον ἔτι λοιπὸν τῆς κόμης καὶ ὑπομειδιάσας τὸ γλαφυρὸν ἐκεῖνο καὶ ἁπαλὸν οἷον εἴωθεν, Αὐτοθαΐδα τὴν κωμικὴν ἢ Μαλθάκην ἢ Γλυκέραν τινὰ μιμησάμενος τῷ προσηνεῖ τοῦ φθέγματος·
それゆえ、彼は君に向かって、まだ残っている髪の毛を額のほうへ引き寄せ、いつものように、あの洗練された優しげな微笑みを浮かべ、声の心地よさにおいて喜劇のオートタイス、あるいはマルタケ、あるいはグリケラといった女性を模倣しながら、次のように語るだろう。
ἄγροικον γὰρ τὸ ἀρρενωπὸν καὶ οὐ πρὸς ἁβροῦ καὶ ἐρασμίου ῥήτορος.
というのも、男らしさというのは野暮ったいものであり、優美で愛すべき弁論家にふさわしいものではないからだ。
§13φήσει δʼ οὖν πάνυ μετριάζων ὑπὲρ αὐτόν,αὐτόν, Μῶν σε, ὦγαθέ, ὁ Πύθιος ἔπεμψε πρός με ῥητόρων τὸν ἄριστον προσειπών, ὥσπερ ὅτε Χαιρεφῶν ἤρετο αὐτόν,αὐτόν, ἔδειξεν ὅστις ἦν ὁ σοφώτατος ἐν τοῖς τότε;
そこで彼は、自分について極めて控えめな態度をとりながら、こう言うだろう。 「わが友よ、まさかピュティアの神が、私を弁論家たちのうちで最も優れた者と呼んで、君を私のところへ送り出したのではないだろうね。 かつてカイレポンが神に尋ねたときに、当時の人々の中で誰が最も知恵のある者であったかを示したように?
εἰ δὲ μὴ τοῦτο, ἀλλὰ κατὰ κλέος αὐτὸς ἥκεις ἀκούων ἁπάντων ὑπερεκπεπληγμένων τὰ ἡμέτερα καὶ ὑμνούντων καὶ τεθηπότων καὶ ὑπεπτηχότων, αὐτίκα μάλα εἴσῃ πρὸς οἷόν τινα δαιμόνιον ἄνδρα ἥκεις.
あるいは、もしそうでなくとも、誰もが私のものをこの上なく驚嘆し、賛美し、感嘆し、畏れ入っているのを耳にして、その評判を頼りに君自身がやって来たのであれば、君はいかに神がかり的な男のもとにやって来たのかを、今すぐ知ることになるだろう。
προσδοκήσῃς δὲ μηδὲν τοιοῦτον ὄψεσθαι οἷον τῷδε ἢ τῷδε παραβαλεῖν, ἀλλʼ εἴ τις ἢ Τιτυὸς ἢ Ὦτος ἢ Ἐφιάλτης, ὑπὲρ ἐκείνους πολὺ φανεῖταί σοι τὸ πρᾶγμα ὑπερφυὲς καὶ τεράστιον·
しかし、これこれの者に比肩するようなものを見るなどとは期待してはならない。 そうではなく、もしティテュオスやオトス、あるいはエピアルテスといった者がいるとすれば、この存在は彼らをも遥かに超えて、君に並外れて巨大で驚異的なものに見えるだろう。
ἐπεὶ τούς γε ἄλλους τοσοῦτον ὑπερφωνοῦντα εὑρήσεις ὁπόσον ἡ σάλπιγξ τοὺς αὐλοὺς καὶ οἱ τέττιγες τὰς μελίττας καὶ οἱ χοροὶ τοὺς ἐνδιδόντας.
というのも、他者たちに対しては、ラッパがフルートを、蝉が蜂を、合唱隊が音頭取りを圧倒するのとまさに同じくらい、私が彼らを圧倒するのを君は目にするだろうからだ。
§14ἐπεὶ δὲ καὶ ῥήτωρ αὐτὸς ἐθέλεις γενέσθαι καὶ τοῦτο οὐκ ἂν παρʼ ἄλλου ῥᾷον μάθοις, ἕπου μόνον, ὦ μέλημα, οἷς ἂν εἴπω καὶ ζήλου πάντα, καὶ τοὺς νόμους οἷς ἂν ἐπιτάξω χρῆσθαι ἀκριβῶς μοι παραφύλαττε.
そして、君自身も弁論家になりたいと望んでおり、またこれを他の誰からも、より容易に学ぶことはできないのであるから、ただ、わが愛しい者よ、私の言うことに従い、すべてを模倣しなさい。 大して、私が従うようにと命じる規則を、私のために厳格に守りなさい。
μᾶλλον δὲ ἤδη προχώρει μηδὲν ὀκνήσας μηδὲ πτοηθείς, εἰ μὴ προετελέσθης ἐκεῖνα τὰ πρὸ τῆς ῥητορικῆς, ὁπόσα ἡ ἄλλη προπαιδεία τοῖς ἀνοήτοις καὶ ματαίοις μετὰ πολλοῦ καμάτου ὁδοποιεῖ·
いやむしろ、何の躊躇も恐れも抱くことなく、ただちに進みなさい。 たとえ、弁論術に先立つ事柄、すなわち、他の予備教育が愚かで無駄な者たちのために多大の労苦を伴って道を切り開くような諸々の事柄について、あらかじめ秘儀伝授を受けていなかったとしても。
οὐδὲν γὰρ αὐτῶν δεήσει.
なぜなら、それらは何一つ必要ないからだ。
ἀλλʼ ἀνίπτοις ποσίν — ἡ παροιμία φησίν — ἔμβαινε, οὐ μεῖον ἕξων διὰ τοῦτο, οὐδʼ ἄν, τὸ κοινότατον, μηδὲ γράφειν τὰ γράμματα εἰδῇς·
そうではなく、ことわざに言うように『足を洗わずに』入りなさい。 それだからといって不利益を被ることはないし、たとえ極端な話、文字の書き方さえ知らなくても問題はない。
ἄλλο γάρ τι παρὰ ταῦτα ὁ ῥήτωρ.
なぜなら、弁論家というのはこれらとは全く異なるものだからだ。
§15λέξω δὲ πρῶτον μὲν ὁπόσα χρὴ αὐτόν σε οἴκοθεν ἔχοντα ἥκειν ἐφόδια πρὸς τὴν πορείαν καὶ ὅπως ἐπισιτίσασθαι, ὡς ἂν τάχιστα διανύσαι δυνηθείης.
まず、君自身が旅の蓄えとして、家から携えてくるべきものがどれほどあるか、また、一刻も早く旅を終えることができるように、どのように食糧を調達すべきかを語ろう。
ἔπειτα καὐτὸς ἃ μὲν προϊόντι ἐπιδεικνὺς κατὰ τὴν ὁδόν, ἃ δὲ καὶ παραινῶν, πρὶν ἥλιον δῦναι ῥήτορά σε ὑπὲρ τοὺς πάντας ἀποφανῶ, οἷος αὐτός εἰμι, ἀναμφιλέκτως τὰ πρῶτα καὶ μέσα καὶ τελευταῖα τῶν λέγειν ἐπιχειρούντων.
その上で、私自身も、君が進むにつれて道すがら、ある事柄を示し、またある事柄を勧めながら、日が沈む前に、君をあらゆる人々を超える弁論家、まさに私自身のような存在、すなわち、語ろうと試みる者たちの中で紛れもなく最初であり、中間であり、最後である存在にして見せよう。
κόμιζε τοίνυν τὸ μέγιστον μὲν τὴν ἀμαθίαν, εἶτα θράσος, ἐπὶ τούτοις δὲ τόλμαν καὶ ἀναισχυντίαν.
それゆえ、携えてきなさい、最も重要なものとして無知を、次いで厚かましさを、さらにこれらに加えて大胆さと破廉恥さを。
αἰδῶ δὲ ἢ ἐπιείκειαν ἢ μετριότητα ἢ ἐρύθημα οἴκοι ἀπόλιπε·
一方、慎み深さや親切さ、控えめさや赤面は家に置いてきなさい。
ἀχρεῖα γὰρ καὶ ὑπεναντία τῷ πράγματι.
なぜなら、それらは役に立たず、この仕事には正反対のものだからだ。
ἀλλὰ καὶ βοὴν ὅτι μεγίστην καὶ μέλος ἀναίσχυντον καὶ βάδισμα οἷον τὸ ἐμόν.
そればかりか、できる限り大きな大声と、恥知らずな歌、そして私のような歩き方も。
ταῦτα δὲ ἀναγκαῖα πάνυ καὶ μόνα ἔστιν ὅτε ἱκανά.
これらは極めて必要不可欠であり、これらだけで十分なことさえある。
καὶ ἡ ἐσθὴς δὲ ἔστω εὐανθὴς ἢ λευκή, ἔργον τῆς Ταραντίνης ἐργασίας, ὡς διαφαίνεσθαι τὸ σῶμα, καὶ ἢ κρηπὶς Ἀττικὴ γυναικεία, τὸ πολυσχιδές, ἢ ἐμβὰς Σικυωνία πίλοις τοῖς λευκοῖς ἐπιπρέπουσα, καὶ ἀκόλουθοι πολλοὶ καὶ βιβλίον ἀεί.
また、衣服は華やかな色か白で、体が透けて見えるようなタレントゥム仕立ての上質なものにしなさい。 そして、履物はアッティカ風の女性用サンダルか、あるいは白いフェルトが際立つシキュオン風の軽い靴にし、多くの従者を従え、常に一冊の本を持っていなさい。
ταῦτα μὲν αὐτὸν χρὴ συντελεῖν·
これらは君自身が準備しなければならない。
τὰ δʼ ἄλλα καθʼ ὁδὸν ἤδη προϊὼν ὅρα καὶ ἄκουε.
その他のことは、すでに道を進む中で、見て、聞きなさい。
§16καὶ δή σοι τοὺς νόμους δίειμι, οἷς χρώμενόν σε ἡ Ῥητορικὴ γνωριεῖ καὶ προσήσεται, οὐδὲ ἀποστραφήσεται καὶ σκορακιεῖ καθάπερ ἀτέλεστόν τινα καὶ κατάσκοπον τῶν ἀπορρήτων.
さあ、規則を君に説明しよう。 これらを用いることで、修辞学は君を認め、受け入れるだろう。 そして、秘儀の未伝授者や、秘密の探り手に対するように、君から背を向けたり、追い払ったりすることはないだろう。
σχήματος μὲν τὸ πρῶτον ἐπιμεληθῆναι χρὴ μάλιστα καὶ εὐμόρφου τῆς ἀναβολῆς, ἔπειτα πεντεκαίδεκα ἢ οὐ πλείω γε τῶν εἴκοσιν Ἀττικὰ ὀνόματα ἐκλέξας ποθὲν ἀκριβῶς ἐκμελετήσας, πρόχειρα ἐπʼ ἄκρας τῆς γλώττης ἔχε — τὸ ἄττα καὶ κᾆτα καὶ μῶν καὶ ἀμηγέπη καὶ λῷστε καὶ τὰ τοιαῦτα, — καὶ ἐν ἅπαντι λόγῳ καθάπερ τι ἥδυσμα ἐπίπαττε αὐτῶν.
まず何よりも、身なりと、上着の美しい羽織り方に細心の注意を払わなければならない。 次に、どこからか十五、あるいはせいぜい二十を超えないアッティカ方言の単語を選び出し、それらを正確に習得して、舌の先に準備しておきなさい――『アッタ』や『カイタ』や『モーン』や『アメーゲペー』や『ローステ』、そしてそのような言葉である――。 そして、すべての言論の中に、これらを一種の調味料のように振りかけなさい。
μελέτω δὲ μηδὲν τῶν ἄλλων, εἰ ἀνόμοια τούτοις καὶ ἀσύμφυλα καὶ ἀπῳδά.
その他のことが、これらと似ておらず、調和せず、不協和音を奏でていても、全く気にするな。
ἡ πορφύρα μόνον ἔστω καλὴ καὶ εὐανθής, κἂν σισύρα τῶν παχειῶν τὸ ἱμάτιον ᾖ.
ただ、紫だけが美しく鮮やかでありさえすればよいのだ、たとえ上着が分厚い羊皮の外套であったとしても。 」