§7ὕπαρχοι δὲ καὶ σατράπαι καὶ δικασταὶ κάθηνται δύο, Μίνως τε καὶ Ῥαδάμανθυς οἱ Κρῆτες, ὄντες υἱοὶ τοῦ Διός.
阴间还坐着副官、省督以及两位裁判官,即宙斯之子、克里特人米诺斯和拉达曼迪斯。
οὗτοι δὲ τοὺς μὲν ἀγαθοὺς τῶν ἀνδρῶν καὶ δικαίους καὶ κατʼ ἀρετὴν βεβιωκότας, ἐπειδὰν συναλισθῶσι πολλοί, καθάπερ εἰς ἀποικίαν τινὰ πέμπουσιν εἰς τὸ Ἠλύσιον πεδίον τῷ ἀρίστῳ βίῳ συνεσομένους.
每当亡者聚集众多时,他们便将人类中的善者、义者和依循美德生活的人,送往厄里西翁平原,仿佛送往某个殖民地,让他们在那里共同享受最美好的生活。
§8ἂν δέ τινας τῶν πονηρῶν λάβωσι, ταῖς Ἐρινύσι παραδόντες εἰς τὸν τῶν ἀσεβῶν χῶρον εἰσπέμπουσι κατὰ λόγον τῆς ἀδικίας κολασθησομένους.
但若捉到恶人,他们便将其移交给厄里倪厄斯,送往不敬神者的去处,依其不义的程度接受惩罚。
ἔνθα δὴ τί κακῶν οὐ πάσχουσι στρεβλούμενοί τε καὶ καιόμενοι καὶ ὑπὸ γυπῶν ἐσθιόμενοι καὶ τροχῷ συμπεριφερόμενοι καὶ λίθους ἀνακυλίοντες;
在那里,他们受尽拷打、焚烧、被秃鹰啄食、在车轮上旋转、推动巨石,又有什么苦难没有承受呢?
ὁ μὲν γὰρ Τάνταλος ἐπʼ αὐτῇ τῇ λίμνῃ αὖος ἕστηκεν κινδυνεύων ὑπὸ δίψους ὁ κακοδαίμων ἀποθανεῖν.
而那不幸的坦塔洛斯则干枯地站在湖边,面临着因干渴而死去的危险。
§9οἱ δὲ τοῦ μέσου βίου, πολλοὶ ὄντες οὗτοι, ἐν τῷ λειμῶνι πλανῶνται ἄνευ τῶν σωμάτων σκιαὶ γενόμενοι καὶ ὑπὸ τῇ ἁφῇ καθάπερ καπνὸς ἀφανιζόμενοι.
至于那些过着平庸生活的人,他们为数众多,化作失去肉身的阴影在草地上游荡,一经触碰便如烟雾般消逝。
τρέφονται δὲ ἄρα ταῖς παρʼ ἡμῖν χοαῖς καὶ τοῖς καθαγιζομένοις ἐπὶ τῶν τάφων·
令人惊奇的是,他们竟然依靠我们世人的祭酒和在坟墓上献祭的供物来维持生命。
ὡς εἴ τῳ μὴ εἴη καταλελειμμένος ὑπὲρ γῆς φίλος ἢ συγγενής, ἄσιτος οὗτος νεκρὸς καὶ λιμώττων ἐν αὐτοῖς πολιτεύεται.
因此,若有人在阳世没有留下朋友或亲属,这具尸体便只能在他们中间过着无食挨饿的公民生活。
§10ταῦτα οὕτως ἰσχυρῶς περιελήλυθε τοὺς πολλοὺς ὥστε ἐπειδάν τις ἀποθάνῃ τῶν οἰκείων, πρῶτα μὲν φέροντες ὀβολὸν εἰς τὸ στόμα κατέθηκαν αὐτῷ, μισθὸν τῷ πορθμεῖ τῆς ναυτιλίας γενησόμενον, οὐ πρότερον ἐξετάσαντες ὁποῖον τὸ νόμισμα νομίζεται καὶ διαχωρεῖ παρὰ τοῖς κάτω, καὶ εἰ δύναται παρʼ ἐκείνοις Ἀττικὸς ἢ Μακεδονικὸς ἢ Αἰγιναῖος ὀβολός, οὐδʼ ὅτι πολὺ κάλλιον ἦν μὴ ἔχειν τὰ πορθμεῖα καταβαλεῖν· οὕτω γὰρ ἂν οὐ παραδεξαμένου τοῦ πορθμέως ἀναπόμπιμοι πάλιν εἰς τὸν βίον ἀφικνοῦντο.
这些观念如此根深蒂固地支配着大众,以至于每当有亲属去世,他们首先便拿一枚奥博尔硬币放入其口中,作为支付给渡夫的船费,却从不先去探究阴间通行和流通何种货币,阿提卡、马其顿或埃吉那的奥博尔在彼处是否管用,也未曾想到不付船费反倒要好得多;因为这样一来,由于渡夫拒绝接纳,他们便会被送回,重新返回阳世。
§11μετὰ ταῦτα δὲ λούσαντες αὐτούς, ὡς οὐχ ἱκανῆς τῆς κάτω λίμνης λουτρὸν εἶναι τοῖς ἐκεῖ, καὶ μύρῳ τῷ καλλίστῳ χρίσαντες τὸ σῶμα πρὸς δυσωδίαν ἤδη βιαζόμενον καὶ στεφανώσαντες τοῖς ὡραίοις ἄνθεσι προτίθενται λαμπρῶς ἀμφιέσαντες, ἵνα μὴ ῥιγῷεν δῆλον ὅτι παρὰ τὴν ὁδὸν μηδὲ γυμνοὶ βλέποιντο τῷ Κερβέρῳ.
在此之后,他们洗净死者——仿佛阴间的湖水不足以供那里的亡者沐浴似的——并在已经开始发出异味的尸体上涂抹最上等的香油,戴上当季的鲜花,穿上华丽的衣服予以停灵安置。 这显然是为了让他们在路上不致受冻,也不致以赤裸之躯被刻耳柏洛斯看见。
§12οἰμωγαὶ δὲ ἐπὶ τούτοις καὶ κωκυτὸς γυναικῶν καὶ παρὰ πάντων δάκρυα καὶ στέρνα τυπτόμενα καὶ σπαραττομένη κόμη καὶ φοινισσόμεναι παρειαί·
随之而来的是哀号和妇女的痛哭,众人的泪水、捶胸顿足、撕扯头发、抓破脸颊;甚至衣服也被撕裂,尘土被撒在头上,活着的人比死者更显可怜。
καί που καὶ ἐσθὴς καταρρήγνυται καὶ κόνις ἐπὶ τῇ κεφαλῇ πάσσεται, καὶ οἱ ζῶντες οἰκτρότεροι τοῦ νεκροῦ· οἱ μὲν γὰρ χαμαὶ κυλινδοῦνται πολλάκις καὶ τὰς κεφαλὰς ἀράττουσι πρὸς τὸ ἔδαφος, ὁ δʼ εὐσχήμων καὶ καλὸς καὶ καθʼ ὑπερβολὴν ἐστεφανωμένος ὑψηλὸς πρόκειται καὶ μετέωρος ὥσπερ εἰς πομπὴν κεκοσμημένος.
因为生者常常在地上打滚,把头撞在地上,而那仪容端庄、美丽且被过度花环装饰的死者,却高高地安置在上方,仿佛为了巡游而盛装打扮。
§13εἶθʼ ἡ μήτηρ ἢ καὶ νὴ Δία ὁ πατὴρ ἐκ μέσων τῶν συγγενῶν προελθὼν καὶ περιχυθεὶς αὐτῷ — προκείσθω γάρ τις νέος καὶ καλός, ἵνα καὶ ἀκμαιότερον τὸ ἐπʼ αὐτῷ δρᾶμα ᾖ — φωνὰς ἀλλοκότους καὶ ματαίας ἀφίησι, πρὸς ἃς ὁ νεκρὸς αὐτὸς ἀποκρίναιτʼ ἄν, εἰ λάβοι φωνήν·
接着,母亲或者(奉宙斯之名)父亲,从亲属中走上前来,扑倒在他身上——且让我们假设死者是个年轻俊美的人,好让这幕围绕他的戏剧更加扣人心弦——发出怪异而徒劳的哭喊,如果死者能够发声,本会对此做出回应。
φήσει γὰρ ὁ πατὴρ γοερόν τι φθεγγόμενος καὶ παρατείνων ἕκαστον τῶν ὀνομάτων,
τέκνον ἥδιστον, οἴχῃ μοι καὶ τέθνηκας καὶ πρὸ ὥρας ἀνηρπάσθης, μόνον ἐμὲ τὸν ἄθλιον καταλιπών, οὐ γαμήσας, οὐ παιδοποιησάμενος, οὐ στρατευσάμενος, οὐ γεωργήσας, οὐκ εἰς γῆρας ἐλθών·
因为父亲会悲哀地哭号,拉长每一个称呼,说道:“最亲爱的孩子,你离我而去,已经死去了,在韶华之年被夺走,只留下我这可怜的人。
οὐ κωμάσῃ πάλιν οὐδὲ ἐρασθήσῃ, τέκνον, οὐδὲ ἐν συμποσίοις μετὰ τῶν ἡλικιωτῶν μεθυσθήσῃ.
你未曾结婚,未曾生育,未曾从军,未曾务农,也未曾活到老年;孩子,你再也不能去狂欢,再也不能坠入爱河,也再不能在宴席上与同龄人一同醉酒了。 ”