Humanitext Reader

ルキアノス · 哀悼について §7-13

冥府の審判と不合理な葬礼の風刺

2 / 4 箇所 · ギリシア語

要旨

著者は、冥界における義人と悪人、そして凡人の死後の処遇について語り、人々が死者に対して行う不合理な葬礼の習慣(口に入れるコイン、死体の過剰な装飾、生者による過度な嘆きや滑稽な哀悼の言葉)を風刺的に描写する。

§7ὕπαρχοι δὲ καὶ σατράπαι καὶ δικασταὶ κάθηνται δύο, Μίνως τε καὶ Ῥαδάμανθυς οἱ Κρῆτες, ὄντες υἱοὶ τοῦ Διός.
冥界には、副官やサトラップ、そして二人の裁判官が座している。 すなわち、ゼウスの息子であるクレータ人のミノスとラダマンテュスである。
οὗτοι δὲ τοὺς μὲν ἀγαθοὺς τῶν ἀνδρῶν καὶ δικαίους καὶ κατʼ ἀρετὴν βεβιωκότας, ἐπειδὰν συναλισθῶσι πολλοί, καθάπερ εἰς ἀποικίαν τινὰ πέμπουσιν εἰς τὸ Ἠλύσιον πεδίον τῷ ἀρίστῳ βίῳ συνεσομένους.
彼らは、人間の中の善き人々、正しき人々、そして徳に従って生きた人々を、人々が数多く集まったときに、あたかも植民地へと送るかのように、最善の生を共にする者たちとしてエリュシオンの平野へと送り出す。
§8ἂν δέ τινας τῶν πονηρῶν λάβωσι, ταῖς Ἐρινύσι παραδόντες εἰς τὸν τῶν ἀσεβῶν χῶρον εἰσπέμπουσι κατὰ λόγον τῆς ἀδικίας κολασθησομένους.
もし悪人たちを捕らえたなら、彼女らエリニュエスたちに引き渡して、彼らの不義の度合いに応じて罰せられる者たちとして、不信心な者たちの場所へと送り込む。
ἔνθα δὴ τί κακῶν οὐ πάσχουσι στρεβλούμενοί τε καὶ καιόμενοι καὶ ὑπὸ γυπῶν ἐσθιόμενοι καὶ τροχῷ συμπεριφερόμενοι καὶ λίθους ἀνακυλίοντες;
そこでは、責め苦を受け、焼かれ、禿鷹に喰われ、車輪に縛られて回され、石を押し上げさせられて、いかなる災いを受けずにいられようか。
ὁ μὲν γὰρ Τάνταλος ἐπʼ αὐτῇ τῇ λίμνῃ αὖος ἕστηκεν κινδυνεύων ὑπὸ δίψους ὁ κακοδαίμων ἀποθανεῖν.
というのも、かの不運なタンタロスは、まさにその湖のほとりに、喉の渇きのために死にそうになりながら、干からびて立っているからである。
§9οἱ δὲ τοῦ μέσου βίου, πολλοὶ ὄντες οὗτοι, ἐν τῷ λειμῶνι πλανῶνται ἄνευ τῶν σωμάτων σκιαὶ γενόμενοι καὶ ὑπὸ τῇ ἁφῇ καθάπερ καπνὸς ἀφανιζόμενοι.
一方、中庸の生を送った者たちは、彼らは多数にのぼるのだが、肉体をもたぬ影となって草原をさまよい、触れようとすると、煙のように消え去ってしまう。
τρέφονται δὲ ἄρα ταῖς παρʼ ἡμῖν χοαῖς καὶ τοῖς καθαγιζομένοις ἐπὶ τῶν τάφων·
そして彼らは、驚いたことに、私たちの世界からの献酒や、墓の上で捧げられる供物によって養われているのだ。
ὡς εἴ τῳ μὴ εἴη καταλελειμμένος ὑπὲρ γῆς φίλος ἢ συγγενής, ἄσιτος οὗτος νεκρὸς καὶ λιμώττων ἐν αὐτοῖς πολιτεύεται.
したがって、もし地上に友や親族が残されていない者がいれば、その者は彼らの間で、食べ物もなく、飢えに苦しむ死者として市民生活を送ることになる。
§10ταῦτα οὕτως ἰσχυρῶς περιελήλυθε τοὺς πολλοὺς ὥστε ἐπειδάν τις ἀποθάνῃ τῶν οἰκείων, πρῶτα μὲν φέροντες ὀβολὸν εἰς τὸ στόμα κατέθηκαν αὐτῷ, μισθὸν τῷ πορθμεῖ τῆς ναυτιλίας γενησόμενον, οὐ πρότερον ἐξετάσαντες ὁποῖον τὸ νόμισμα νομίζεται καὶ διαχωρεῖ παρὰ τοῖς κάτω, καὶ εἰ δύναται παρʼ ἐκείνοις Ἀττικὸς ἢ Μακεδονικὸς ἢ Αἰγιναῖος ὀβολός, οὐδʼ ὅτι πολὺ κάλλιον ἦν μὴ ἔχειν τὰ πορθμεῖα καταβαλεῖν·
これらのことがあまりにも強く大衆を支配しているため、彼らの身内の誰かが死ぬと、まず第一に、船賃の渡し守への報酬となるようにと、その口にオボロス貨を運んで置く。 あらかじめ、冥界の者たちの間でどのような通貨が法とされ流通しているのか、アッティカやマケドニアやアイギナのオボロス貨が彼らの間で通用するのかどうかを詮索することもなく、また、船賃を支払えない方がはるかに都合がよいということも考えずに。
οὕτω γὰρ ἂν οὐ παραδεξαμένου τοῦ πορθμέως ἀναπόμπιμοι πάλιν εἰς τὸν βίον ἀφικνοῦντο.
というのも、そうであれば、渡し守が彼らを受け入れないため、再び上の生へと送り返されて戻ってくるであろうから。
§11μετὰ ταῦτα δὲ λούσαντες αὐτούς, ὡς οὐχ ἱκανῆς τῆς κάτω λίμνης λουτρὸν εἶναι τοῖς ἐκεῖ, καὶ μύρῳ τῷ καλλίστῳ χρίσαντες τὸ σῶμα πρὸς δυσωδίαν ἤδη βιαζόμενον καὶ στεφανώσαντες τοῖς ὡραίοις ἄνθεσι προτίθενται λαμπρῶς ἀμφιέσαντες, ἵνα μὴ ῥιγῷεν δῆλον ὅτι παρὰ τὴν ὁδὸν μηδὲ γυμνοὶ βλέποιντο τῷ Κερβέρῳ.
この後、まるで冥界の湖がそこにいる者たちの入浴には不十分であるかのように彼らを洗い、すでに悪臭を放ち始めている肉体に最も素晴らしい香油を塗り、また季節の美しい花々で飾り立て、見事に服を着せて安置する。 これは言うまでもなく、道すがら凍えることがないように、またケルベロスに裸の姿を見られないようにするためである。
§12οἰμωγαὶ δὲ ἐπὶ τούτοις καὶ κωκυτὸς γυναικῶν καὶ παρὰ πάντων δάκρυα καὶ στέρνα τυπτόμενα καὶ σπαραττομένη κόμη καὶ φοινισσόμεναι παρειαί·
これらに続いて、嘆き悲しむ声や女性たちの哀哭、すべての人々の涙、叩かれる胸、掻きむしられる髪、赤く腫らした(あるいは傷だらけで赤くなる)頬が現れる。
καί που καὶ ἐσθὴς καταρρήγνυται καὶ κόνις ἐπὶ τῇ κεφαλῇ πάσσεται, καὶ οἱ ζῶντες οἰκτρότεροι τοῦ νεκροῦ·
そして時には衣服が引き裂かれ、頭には灰が振りかけられ、生きている者たちは死者よりも哀れな状態になる。
οἱ μὲν γὰρ χαμαὶ κυλινδοῦνται πολλάκις καὶ τὰς κεφαλὰς ἀράττουσι πρὸς τὸ ἔδαφος, ὁ δʼ εὐσχήμων καὶ καλὸς καὶ καθʼ ὑπερβολὴν ἐστεφανωμένος ὑψηλὸς πρόκειται καὶ μετέωρος ὥσπερ εἰς πομπὴν κεκοσμημένος.
なぜなら、彼らはしばしば地面を転げ回り、床に頭を打ち付けるが、一方の死者は、端正で美しく、この上なく花輪で飾られて、高い位置に持ち上げられて安置され、まるで行列のために装われたかのようになっているからである。
§13εἶθʼ ἡ μήτηρ ἢ καὶ νὴ Δία ὁ πατὴρ ἐκ μέσων τῶν συγγενῶν προελθὼν καὶ περιχυθεὶς αὐτῷ — προκείσθω γάρ τις νέος καὶ καλός, ἵνα καὶ ἀκμαιότερον τὸ ἐπʼ αὐτῷ δρᾶμα ᾖ — φωνὰς ἀλλοκότους καὶ ματαίας ἀφίησι, πρὸς ἃς ὁ νεκρὸς αὐτὸς ἀποκρίναιτʼ ἄν, εἰ λάβοι φωνήν·
それから、母親、あるいはゼウスにかけて父親が、親族の真ん中から進み出て、彼にすがりつき――その死者を若く美しい者と想定しておこう、その方が彼をめぐる悲劇がより最高潮に達するから――奇妙で無益な叫び声を上げる。 もし死者自身が声を得たなら、これに対して答えるであろうに。
φήσει γὰρ ὁ πατὴρ γοερόν τι φθεγγόμενος καὶ παρατείνων ἕκαστον τῶν ὀνομάτων, τέκνον ἥδιστον, οἴχῃ μοι καὶ τέθνηκας καὶ πρὸ ὥρας ἀνηρπάσθης, μόνον ἐμὲ τὸν ἄθλιον καταλιπών, οὐ γαμήσας, οὐ παιδοποιησάμενος, οὐ στρατευσάμενος, οὐ γεωργήσας, οὐκ εἰς γῆρας ἐλθών·
というのも、父親は哀れな声を上げ、名前の一つひとつを引き延ばしながら、次のように言うからである。 「もっとも愛おしい我が子よ、お前は私を置いて去ってしまい、死んでしまった。 そして時ならぬうちに奪い去られ、この哀れな私だけを後に残した。 結婚もせず、子供ももうけず、軍務に就くことも、農耕を営むこともなく、老境に至ることもなかった。
οὐ κωμάσῃ πάλιν οὐδὲ ἐρασθήσῃ, τέκνον, οὐδὲ ἐν συμποσίοις μετὰ τῶν ἡλικιωτῶν μεθυσθήσῃ.
我が子よ、お前は二度と祝宴で浮かれ騒ぐことも、恋をすることもなく、同世代の者たちとの宴会で酔いしれることもないのだ。 」

語釈・文法注

  1. §7συνεσομένους — 目的を表す未来分詞(接続関係は `τοὺς ἀγαθοὺς...`)であり、「最善の生を共にするために」という意味。直前の `πέμπουσιν`(動사)の目的を示す。
  2. §10κατέθηκαν — 習慣的アオリスト(gnomic aorist)であり、習慣的に行われている普遍的な事実を表すため、現在時制のように訳すのが適切である。
  3. §10πολὺ κάλλιον ἦν — 反実仮想を表す帰結節の未完了過去で、可能性や適当を示す非人称表現であるため、通常 ἄν を伴わない。「〜であった方がはるかに都合がよかったであろうに(実際はそうではない)」という現在の事実に反するニュアンスを含む。
  4. §11βλέποιντο τῷ Κερβέρῳ — 与格 `τῷ Κερβέρῳ` は、受動の意味を持つ `βλέποιντο`(「見られる」)と共に用いられ、行為者を示す与格(dative of agent)の機能を果たしている。

この箇所を引用する

ルキアノス, 哀悼について §7-13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg036.humanitext-grc2:7-13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。