§1ἄξιόν γε παρατηρεῖν τὰ ὑπὸ τῶν πολλῶν ἐν τοῖς πένθεσι γιγνόμενα καὶ λεγόμενα καὶ τὰ ὑπὸ τῶν παραμυθουμένων δῆθεν αὐτοὺς αὖθις λεγόμενα, καὶ ὡς ἀφόρητα ἡγοῦνται τὰ συμβαίνοντα σφίσι τε αὐτοῖς οἱ ὀδυρόμενοι καὶ ἐκείνοις οὓς ὀδύρονται, οὐ μὰ τὸν Πλούτωνα καὶ Φερσεφόνην κατʼ οὐδὲν ἐπιστάμενοι σαφῶς οὔτε εἰ πονηρὰ ταῦτα καὶ λύπης ἄξια οὔτε εἰ τοὐναντίον ἡδέα καὶ βελτίω τοῖς παθοῦσι, νόμῳ δὲ καὶ συνηθείᾳ τὴν λύπην ἐπιτρέποντες.
观察普通大众在丧礼中的所作所为、所言所语,以及那些假装安慰他们的人接着所说的话,确实大有裨益。 同样值得注意的,是那些哀悼者如何认为所发生的事对他们自己以及他们所哀悼的死者来说都是无法忍受的。 指着普路托和珀耳塞福涅发誓,他们根本不清楚这些事究竟是坏事、值得悲伤,还是相反,对遭遇者而言是愉快且更好的事,而只是将悲伤交付给习俗和惯例。
ἐπειδὰν τοίνυν ἀποθάνῃ τις, οὕτω ποιοῦσιν — μᾶλλον δὲ πρότερον εἰπεῖν βούλομαι ἅστινας περὶ αὐτοῦ τοῦ θανάτου δόξας ἔχουσιν· οὕτω γὰρ ἔσται φανερὸν οὗτινος ἕνεκα τὰ περιττὰ ἐκεῖνα ἐπιτηδεύουσιν.
因此,每当有人去世,他们便如此行事——或者说,我更想先谈谈他们对死亡本身持有怎样的看法;因为这样一来,他们为何要奉行那些多余的行径便一目了然了。
§2ὁ μὲν δὴ πολὺς ὅμιλος, οὓς ἰδιώτας οἱ σοφοὶ καλοῦσιν, Ὁμήρῳ τε καὶ Ἡσιόδῳ καὶ τοῖς ἄλλοις μυθοποιοῖς περὶ τούτων πειθόμενοι καὶ νόμον θέμενοι τὴν ποίησιν αὐτῶν, τόπον τινα ὑπὸ τῇ γῇ βαθὺν Ἅιδην ὑπειλήφασιν, μέγαν δὲ καὶ πολύχωρον τοῦτον εἶναι καὶ ζοφερὸν καὶ ἀνήλιον, οὐκ οἶδʼ ὅπως αὐτοῖς φωτίζεσθαι δοκοῦντα πρὸς τὸ καὶ καθορᾶν τῶν ἐνόντων ἕκαστον·
被智者称为“凡夫俗子”的大众,在这些事上听信荷马、赫西俄德以及其他神话作家的说法,并把他们的诗歌奉为法令,认为地下深处有一个叫做哈迪斯的地方,它广大、空旷、阴暗且没有阳光,但不知怎的,在他们看来,那里似乎有光亮,以便能看清其中的每一样事物。
βασιλεύειν δὲ τοῦ χάσματος ἀδελφὸν τοῦ Διὸς Πλούτωνα κεκλημένον, ὥς μοι τῶν τὰ τοιαῦτα δεινῶν τις ἔλεγε, διὰ τὸ πλουτεῖν τοῖς νεκροῖς τῇ προσηγορίᾳ τετιμημένον. τοῦτον δὲ τὸν Πλούτωνα τὴν παρʼ αὑτῷ πολιτείαν καὶ τὸν κάτω βίον καταστήσασθαι τοιοῦτον·
他们还相信,宙斯的兄弟、被称为普路托的人统治着这个深渊,正如一位精通此类事务的人告诉我那般,他因在死者方面富有而荣获了这一称呼。
κεκληρῶσθαι μὲν γὰρ αὐτὸν ἄρχειν τῶν ἀποθανόντων, καταδεξάμενον δὲ αὐτοὺς καὶ παραλαβόντα κατέχειν δεσμοῖς ἀφύκτοις, οὐδενὶ τὸ παράπαν τῆς ἄνω ὁδοῦ ὑφιέμενον πλὴν ἐξ ἅπαντος τοῦ αἰῶνος πάνυ ὀλίγων ἐπὶ μεγίσταις αἰτίαις.
他们说,这位普路托把自己的国家和地下的生活建构如下:他被分派去统治死者,在接纳并收容他们之后,用无法逃脱的锁链将他们留住,绝不放任何一个人走上返回阳间的道路,除非在漫长的岁月里,极少数人因极重大的原因而破例。
§3περιρρεῖσθαι δὲ τὴν χώραν αὐτοῦ ποταμοῖς μεγάλοις τε καὶ φοβεροῖς καὶ ἐκ μόνων τῶν ὀνομάτων· Κωκυτοὶ γὰρ καὶ Πυριφλεγέθοντες καὶ τὰ τοιαῦτα κέκληνται.
此外,他的疆土被巨大且仅凭名字就令人恐惧的河流所环绕:因为它们被称为科库托斯河(哀哭河)、皮里弗勒戈同河(烈火河)之类。
τὸ δὲ μέγιστον, ἡ Ἀχερουσία λίμνη πρόκειται πρώτη δεχομένη τοὺς ἀπαντῶντας, ἣν οὐκ ἔνι διαπλεῦσαι ἢ παρελθεῖν ἄνευ τοῦ πορθμέως· βαθεῖά τε γὰρ περᾶσαι τοῖς ποσὶν καὶ διανήξασθαι πολλή, καὶ ὅλως οὐκ ἂν αὐτὴν διαπταίη οὐδὲ τὰ νεκρὰ τῶν ὀρνέων.
而最关键的是,阿刻戎湖横亘在最前方,首先接纳那些来到的人,若没有渡夫,便无法乘船渡过或绕行;因为它深得无法徒步涉水,广阔得无法游过去,总之,连死掉的鸟儿也绝无法飞越它。
§4πρὸς δὲ αὐτῇ τῇ καθόδῳ καὶ πύλῃ οὔσῃ ἀδαμαντίνῃ ἀδελφιδοῦς τοῦ βασιλέως Αἰακὸς ἕστηκε τὴν φρουρὰν ἐπιτετραμμένος καὶ παρʼ αὐτῷ κύων τρικέφαλος μάλα κάρχαρος, τοὺς μὲν ἀφικνουμένους φίλιόν τι καὶ εἰρηνικὸν προσβλέπων, τοὺς δὲ πειρῶντας ἀποδιδράσκειν ὑλακτῶν καὶ τῷ χάσματι δεδιττόμενος.
就在那下坡处和那扇金刚石制成的门旁,国王的侄子埃阿科斯正坚守着被委托的防线,在他身旁是一只牙齿极其锋利的三头犬,它对到来的人展露出某种友善而温和的神色,但对企图逃跑的人则狂吠不止,用那张开的巨口令其胆寒。
§5περαιωθέντας δὲ τὴν λίμνην εἰς τὸ εἴσω λειμὼν ὑποδέχεται μέγας τῷ ἀσφοδέλῳ κατάφυτος καὶ ποτὸν μνήμης πολέμιον· Λήθης γοῦν διὰ τοῦτο ὠνόμασται.
渡过湖泊之后,进入内部,一片长满阿斯福德尔的巨大草地迎接着他们,还有一种与记忆为敌的饮料:至少由于这个原因它被命名为雷神河(忘川)。
ταῦτα γὰρ ἀμέλει διηγήσαντο τοῖς πάλαι ἐκεῖθεν ἀφιγμένοι Ἄλκηστίς τε καὶ Πρωτεσίλαος οἱ Θετταλοὶ καὶ Θησεὺς ὁ τοῦ Αἰγέως καὶ ὁ τοῦ Ὁμήρου Ὀδυσσεύς, μάλα σεμνοὶ καὶ ἀξιόπιστοι μάρτυρες, ἐμοὶ δοκεῖν οὐ πιόντες τῆς πηγῆς· οὐ γὰρ ἂν ἐμέμνηντο αὐτῶν.
因为这些事,当然是以前从那里回来的人——帖萨利亚的阿尔刻斯提斯和普罗忒西拉乌斯、埃勾斯之子忒修斯以及荷马笔下的奥德修斯向古人讲述的,他们是非常庄严且可信的证人,依我之见,他们没有喝那泉水;因为否则他们就不会记得这些事了。
§6ὁ μὲν οὖν Πλούτων, ὡς ἐκεῖνοι ἔφασαν, καὶ ἡ Φερσεφόνη δυναστεύουσι καὶ τὴν τῶν ὅλων δεσποτείαν ἔχουσιν, ὑπηρετοῦσι δʼ αὐτοῖς καὶ τὴν ἀρχὴν συνδιαπράττουσιν ὄχλος πολύς, Ἐρινύες τε καὶ Ποιναὶ καὶ Φόβοι καὶ ὁ Ἑρμῆς, οὗτος μέν γε οὐκ ἀεὶ συμπαρών.
总之,据那些人说,普路托和珀耳塞福涅进行统治,并拥有对一切的支配权,而一大群随从侍奉他们并共同管理这一政权,包括厄里倪厄斯(复仇女神)、波伊奈(惩罚女神)、霍博斯(恐惧之神)以及赫尔墨斯——当然,后者并不总是待在这里。