§1Μένιππος
ὦ χαῖρε μέλαθρον πρόπυλά θʼ ἑστίας ἐμῆς,
ὡς ἄσμενός ς’ ἐσεῖδον ἐς φάος μολών.
门尼普斯啊,向你致敬,我的家门与炉灶前廊! 我重见光明,是多么欣喜地瞻望着你。
Φίλος
οὐ Μένιππος οὗτός ἐστιν ὁ κύων;
友人这不是那只“狗”门尼普斯吗?
οὐ μὲν οὖν ἄλλος, εἰ μὴ ἐγὼ παραβλέπω·
不,绝不是别人,除非我的眼睛看花了。
Μένιππος ὅλος.
正是门尼普斯本人。
τί οὖν αὐτῷ βούλεται τὸ ἀλλόκοτον τοῦ σχήματος, πῖλος καὶ λύρα καὶ λεοντῆ;
但他这身怪异的打扮——一顶毡帽、一把里拉琴和一件狮皮,究竟是什么意思?
πλὴν ἀλλὰ προσιτέον γε αὐτῷ.
不管怎样,我还是得迎上去。
χαῖρε, ὦ Μένιππε·
你好,门尼普斯!
πόθεν ἡμῖν ἀφῖξαι;
你从哪里回到我们这儿来的?
πολὺς γὰρ χρόνος οὐ πέφηνας ἐν τῇ πόλει.
你已经好久没有在城里露面了。
Μένιππος
ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλας λιπών, ἵνʼ Ἅιδης χωρὶς ᾤκισται θεῶν.
门尼普斯我离开死者的幽谷与黑暗的门户,从那远离诸神的哈迪斯居所归来。
Φίλος
Ἡράκλεις, ἐλελήθει Μένιππος ἡμᾶς ἀποθανών, κᾆτα ἐξ ὑπαρχῆς ἀναβεβίωκεν;
友人赫拉克勒斯啊! 我们竟然不知道门尼普斯已经死了,而他如今又重新复活过来了吗?
Μένιππος
οὔκ, ἀλλʼ ἔτʼ ἔμπνουν Ἀΐδης μʼ ἐδέξατο.
门尼普斯非也,而是当我尚存一息之时,哈迪斯便接纳了我。
Φίλος
τίς δὴ αἰτία σοι τῆς καινῆς καὶ παραδόξου ταύτης ἀποδημίας;
友人你这次新奇而又不可思议的旅程,究竟是什么原因?
Μένιππος
νεότης μʼ ἐπῆρε καὶ θράσος τοῦ νοῦ πλέον.
门尼普斯年轻气盛驱使着我,而心中的狂妄更是火上浇油。
Φίλος
παῦσαι, μακάριε, τραγῳδῶν καὶ λέγε οὑτωσί πως ἁπλῶς καταβὰς ἀπὸ τῶν ἰαμβείων, τίς ἡ στολή;
友人得了吧,老兄,别再演悲剧了! 请从你的三音步格律诗里走下来,用普普通通的大白话告诉我:这身行头是怎么回事?
τί σοι τῆς κάτω πορείας ἐδέησεν;
你为什么非要去阴间走一趟?
ἄλλως γὰρ οὐχ ἡδεῖά τις οὐδὲ ἀσπάσιος ἡ ὁδός.
因为不管怎么说,那条路既不令人愉快,也不讨人喜欢。
Μένιππος
ὦ φιλότης, χρειώ με κατήγαγεν εἰς Ἀΐδαο ψυχῇ χρησόμενον Θηβαίου Τειρεσίαο.
门尼普斯挚友啊,需要逼迫我降入哈迪斯的阴府,去向底比斯人提瑞西阿斯的亡魂祈求神示。
Φίλος
οὗτος, ἀλλʼ ἦ παραπαίεις·
友人喂,老兄,你莫非是疯了?
οὐ γὰρ ἂν οὕτως ἐμμέτρως ἐρραψῴδεις πρὸς ἄνδρας φίλους.
否则你不会对自己的朋友如此合乎韵律地朗诵诗句。
Μένιππος
μὴ θαυμάσῃς, ὦ ἑταῖρε·
门尼普斯不要惊讶,我的朋友。
νεωστὶ γὰρ Εὐριπίδῃ καὶ Ὁμήρῳ συγγενόμενος οὐκ οἶδʼ ὅπως ἀνεπλήσθην τῶν ἐπῶν καὶ αὐτόματά μοι τὰ μέτρα ἐπὶ τὸ στόμα ἔρχεται.
因为我最近刚与欧里庇得斯和荷马相处过,不知怎地,脑子里装满了史诗,韵律便自然而然地涌上我的嘴边。
§2Μένιππος
ἀτὰρ εἰπέ μοι, πῶς τὰ ὑπὲρ γῆς ἔχει καὶ τί ποιοῦσιν οἱ ἐν τῇ πόλει;
门尼普斯不过请告诉我,地上的情况如何? 城里的人们在做些什么?
Φίλος
καινὸν οὐδέν, ἀλλʼ οἷα καὶ πρὸ τοῦ· ἁρπάζουσιν, ἐπιορκοῦσιν, τοκογλυφοῦσιν, ὀβολοστατοῦσιν.
友人没什么新新鲜事,还是和以前一样:抢劫、起假誓、放高利贷、斤斤计较分毫。
Μένιππος
ἄθλιοι καὶ κακοδαίμονες·
门尼普斯可怜而又不幸的家伙们!
οὐ γὰρ ἴσασιν οἷα ἔναγχος κεκύρωται παρὰ τοῖς κάτω καὶ οἷα κεχειροτόνηται τὰ ψηφίσματα κατὰ τῶν πλουσίων, ἃ μὰ τὸν Κέρβερον οὐδεμία μηχανὴ τὸ διαφυγεῖν αὐτούς.
因为他们不知道,阴间最近通过了怎样的法令,又投票通过了怎样针对富人的决议——凭着刻耳柏洛斯起誓,他们绝无任何办法可以逃脱。
Φίλος
τί φής;
友人你说什么?
δέδοκταί τι νεώτερον τοῖς κάτω περὶ τῶν ἐνθάδε;
阴间对这里的人做出了什么新的决定吗?
Μένιππος
νὴ Δία, καὶ πολλά γε·
门尼普斯正是,凭宙斯起誓,而且还不少呢!
ἀλλʼ οὐ θέμις ἐκφέρειν αὐτὰ πρὸς ἅπαντας οὐδὲ ἐξαγορεύειν τὰ ἀπόρρητα, μὴ καί τις ἡμᾶς γράψηται γραφὴν ἀσεβείας ἐπὶ τοῦ Ῥαδαμάνθυος.
但是,把这些事情向所有人公开,或者泄露秘密,是不合神律的,免得有人在拉达曼迪斯面前控告我们犯有不敬神罪。
Φίλος
μηδαμῶς, ὦ Μένιππε, πρὸς τοῦ Διός, μὴ φθονήσῃς τῶν λόγων φίλῳ ἀνδρί·
友人千万别这样,门尼普斯,凭宙斯起誓,不要吝惜对朋友说这些话。
πρὸς γὰρ εἰδότα σιωπᾶν ἐρεῖς, τά τʼ ἄλλα καὶ πρὸς μεμυημένον.
因为你是在对一个懂得保持沉默的人说话,更何况是一个已经入过密仪的人。
Μένιππος
χαλεπὸν μὲν ἐπιτάττεις τὸ ἐπίταγμα καὶ οὐ πάντῃ εὐσεβές· πλὴν ἀλλὰ σοῦ γε ἕνεκα τολμητέον. ἔδοξε δὴ τοὺς πλουσίους τούτους καὶ πολυχρημάτους καὶ τὸ χρυσίον κατάκλειστον ὥσπερ τὴν Δανάην φυλάττοντας —
Φίλος
μὴ πρότερον εἴπῃς, ὦγαθέ, τὰ δεδογμένα πρὶν ἐκεῖνα διελθεῖν ἃ μάλιστʼ ἂν ἡδέως ἀκούσαιμί σου, τίς ἡ ἐπίνοιά σοι τῆς καθόδου ἐγένετο, τίς δʼ ὁ τῆς πορείας ἡγεμών, εἶθʼ ἑξῆς ἅ τε εἶδες ἅ τε ἤκουσας παρʼ αὐτοῖς·
门尼普斯你给我的任务确实困难,而且也不完全虔敬;不过,看在你的份上,我还是必须冒一次险。 决定是这样的:那些富有、多金、像达那厄一样把黄金紧锁起来看守的人—— 友人好人呐,在说出决议之前,请先别急,先谈谈我最想听你说的那些事吧:你下阴府的念头是怎么产生了,谁是你的旅途向导,然后依次说说你在他们那里看到和听到的一切。
εἰκὸς γὰρ δὴ φιλόκαλον ὄντα σε μηδὲν τῶν ἀξίων θέας ἢ ἀκοῆς παραλιπεῖν.
因为像你这样热爱美好事物的人,想必不会遗漏任何值得一看或一听的东西。