Humanitext Reader

琉善 · 美尼普斯或亡灵书 §16-17

人生游行的比喻与昔日君王在冥界的惨状

第 6 段,共 7 段 · 希腊语

内容简介

门尼普斯将人类生活比作由命运女神安排的漫长游行,死后人人平等。他还描述了拥有宏伟陵墓的马索洛斯以及过去的伟大君王们,在冥界过着如何凄惨而贫困的生活。

§16Μένιππος τοιγάρτοι ἐκεῖνα ὁρῶντί μοι ἐδόκει ὁ τῶν ἀνθρώπων βίος πομπῇ τινι μακρᾷ προσεοικέναι, χορηγεῖν δὲ καὶ διατάττειν ἕκαστα ἡ Τύχη, διάφορα καὶ ποικίλα τοῖς πομπευταῖς τὰ σχήματα προσάπτουσα·
门尼普斯因此,看着那些景象,在我看来,人类的生活就像是一场长长的游行队伍,而命运女神提供并安排着一切,给游行者们穿戴上各不相同、五花八门的装束。
τὸν μὲν γὰρ λαβοῦσα, εἰ τύχοι, βασιλικῶς διεσκεύασεν, τιάραν τε ἐπιθεῖσα καὶ δορυφόρους παραδοῦσα καὶ τὴν κεφαλὴν στέψασα τῷ διαδήματι, τῷ δὲ οἰκέτου σχῆμα περιέθηκεν·
因为她抓住一个人,如果是碰巧的话,就把他装扮成国王,给他戴上皇冠,配上侍卫,用王冠装饰他的头部;而对另一个人,她则给其穿上仆人的装束。
τὸν δέ τινα καλὸν εἶναι ἐκόσμησεν, τὸν δὲ ἄμορφον καὶ γελοῖον παρεσκεύασεν· παντοδαπὴν γάρ, οἶμαι, δεῖ γενέσθαι τὴν θέαν.
她把某个人装饰得很美,却把另一个人弄得丑陋而可笑;因为我想,这场奇观必须是五彩缤纷、包罗万象的。
πολλάκις δὲ καὶ διὰ μέσης τῆς πομπῆς μετέβαλε τὰ ἐνίων σχήματα οὐκ ἐῶσα εἰς τέλος διαπομπεῦσαι ὡς ἐτάχθησαν, ἀλλὰ μεταμφιέσασα τὸν μὲν Κροῖσον ἠνάγκασε τὴν τοῦ οἰκέτου καὶ αἰχμαλώτου σκευὴν ἀναλαβεῖν, τὸν δὲ Μαιάνδριον τέως ἐν τοῖς οἰκέταις πομπεύοντα τὴν τοῦ Πολυκράτους τυραννίδα μετενέδυσε.
而且,她常常在游行进行到一半时改变某些人的装束,不让他们按原先的安排一直走到终点,而是给他们换上衣服,强迫克罗伊斯穿上仆人和俘虏的装束,而对先前在仆人行列中游行的迈安德里奥斯,她却让他穿上了波吕克拉特斯的僭主礼服。
καὶ μέχρι μέν τινος εἴασε χρῆσθαι τῷ σχήματι· ἐπειδὰν δὲ ὁ τῆς πομπῆς καιρὸς παρέλθῃ, τηνικαῦτα ἕκαστος ἀποδοὺς τὴν σκευὴν καὶ ἀποδυσάμενος τὸ σχῆμα μετὰ τοῦ σώματος ἐγένετο οἷόσπερ ἦν πρὸ τοῦ γενέσθαι, μηδὲν τοῦ πλησίον διαφέρων.
在一定时间内,她允许他们使用这种装束;但当游行的时间过去之后,每个人便交还装备,连同肉体一起脱去那件外衣,变得和出生前一模一样,与身旁的人毫无差别。
ἔνιοι δὲ ὑπʼ ἀγνωμοσύνης, ἐπειδὰν ἀπαιτῇ τὸν κόσμον ἐπιστᾶσα ἡ Τύχη, ἄχθονταί τε καὶ ἀγανακτοῦσιν ὥσπερ οἰκείων τινῶν στερισκόμενοι καὶ οὐχ ἃ πρὸς ὀλίγον ἐχρήσαντο ἀποδιδόντες.
然而有些人由于愚昧无知,当命运女神站在跟前索回装饰物时,他们感到痛苦和愤慨,就好像失去了什么属于自己的私产一样,而不认为自己只是在归还暂时借用的东西。
οἶμαι δέ σε καὶ τῶν ἐπὶ τῆς σκηνῆς πολλάκις ἑωρακέναι τοὺς τραγικοὺς ὑποκριτὰς τούτους πρὸς τὰς χρείας τῶν δραμάτων ἄρτι μὲν Κρέοντας, ἐνίοτε δὲ Πριάμους γιγνομένους ἢ Ἀγαμέμνονας, καὶ ὁ αὐτός, εἰ τύχοι, μικρὸν ἔμπροσθεν μάλα σεμνῶς τὸ τοῦ Κέκροπος ἢ Ἐρεχθέως σχῆμα μιμησάμενος μετʼ ὀλίγον οἰκέτης προῆλθεν ὑπὸ τοῦ ποιητοῦ κεκελευσμένος.
我想你也经常看到舞台上的这些悲剧演员,根据戏剧的需要,一会儿变成克瑞翁,一会儿又变成普里阿摩斯或阿伽门农;而同一个人,如果是碰巧,不久前还在极庄严地摹仿凯克洛普斯或埃雷赫修斯的装束,过了一会儿,便在诗人的命令下,作为仆人走了出来。
ἤδη δὲ πέρας ἔχοντος τοῦ δράματος ἀποδυσάμενος ἕκαστος αὐτῶν τὴν χρυσόπαστον ἐκείνην ἐσθῆτα καὶ τὸ προσωπεῖον ἀποθέμενος καὶ καταβὰς ἀπὸ τῶν ἐμβατῶν πένης καὶ ταπεινὸς περίεισιν, οὐκέτʼ Ἀγαμέμνων ὁ Ἀτρέως οὐδὲ Κρέων ὁ Μενοικέως, ἀλλὰ Πῶλος Χαρικλέους Σουνιεὺς ὀνομαζόμενος ἢ Σάτυρος Θεογείτονος Μαραθώνιος.
然而,一旦戏剧结束,他们中的每一个人脱下那件绣金的衣服,卸下假面,从厚底靴上走下来,便作为一个贫穷卑微的人四处走动,不再是阿特柔斯之子阿伽门农,也不是美诺叩斯之子克瑞翁,而是被称为苏尼翁区的哈里克勒斯之子波洛斯,或是马拉松区的提奥盖同之子萨堤罗斯。
τοιαῦτα καὶ τὰ τῶν ἀνθρώπων πράγματά ἐστιν, ὡς τότε μοι ὁρῶντι ἔδοξεν.
人类的事务也是如此,正如当时看着这一切的我所感到的那样。
§17Φίλος εἰπέ μοι, ὦ Μένιππε, οἱ δὲ τοὺς πολυτελεῖς τούτους καὶ ὑψηλοὺς τάφους ἔχοντες ὑπὲρ γῆς καὶ στήλας καὶ εἰκόνας καὶ ἐπιγράμματα οὐδὲν τιμιώτεροι παρʼ αὐτοῖς εἰσι τῶν ἰδιωτῶν νεκρῶν;
朋友告诉我,门尼普斯,那些在地上拥有这些豪华高大坟墓、墓碑、雕像和铭文的人,在他们那里,难道不比普通死者更受尊重吗?
Μένιππος ληρεῖς, ὦ οὗτος·
门尼普斯你在胡说八道,朋友。
εἰ γοῦν ἐθεάσω τὸν Μαύσωλον αὐτόν, — λέγω δὲ τὸν Κᾶρα, τὸν ἐκ τοῦ τάφου περιβόητον — εὖ οἶδα ὅτι οὐκ ἂν ἐπαύσω γελῶν, οὕτω ταπεινὸς ἔρριπτο ἐν παραβύστῳ που λανθάνων ἐν τῷ λοιπῷ δήμῳ τῶν νεκρῶν, ἐμοὶ δοκεῖν, τοσοῦτον ἀπολαύων τοῦ μνήματος, παρʼ ὅσον ἐβαρύνετο τηλικοῦτον ἄχθος ἐπικείμενος·
如果你见到了马索洛斯本人——我指的是那个因坟墓而名声大噪的卡里亚人——我敢肯定你一定会笑个不停,因为在我看来,他被极其卑微地扔在某个隐蔽的角落里,混杂在其余的普通死者当中,而他从那座陵墓中得到的唯一好处,不过是被压在如此巨大的重担之下,感到沉重不堪。
ἐπειδὰν γάρ, ὦ ἑταῖρε, ὁ Αἰακὸς ἀπομετρήσῃ ἑκάστῳ τὸν τόπον, — δίδωσι δὲ τὸ μέγιστον οὐ πλέον ποδός — ἀνάγκη ἀγαπῶντα κατακεῖσθαι πρὸς τὸ μέτρον συνεσταλμένον.
因为,我的朋友,当埃阿科斯为每个人量出土地时——他给的最大限度也不过一英尺多——就不得不心满意足地躺下,缩进那尺寸之中。
πολλῷ δʼ ἂν οἶμαι μᾶλλον ἐγέλασας, εἰ ἐθεάσω τοὺς παρʼ ἡμῖν βασιλέας καὶ σατράπας πτωχεύοντας παρʼ αὐτοῖς καὶ ἤτοι ταριχοπωλοῦντας ὑπʼ ἀπορίας ἢ τὰ πρῶτα διδάσκοντας γράμματα καὶ ὑπὸ τοῦ τυχόντος ὑβριζομένους καὶ κατὰ κόρρης παιομένους ὥσπερ τῶν ἀνδραπόδων τὰ ἀτιμότατα.
我想,如果你看到我们这边的国王和总督在他们那里乞讨,或者因为贫困而卖咸鱼,或者教人识字,被随便哪个路人侮辱,像最下贱的奴隶一样被扇耳光,你一定会笑得厉害得多。
Φίλιππον γοῦν τὸν Μακεδόνα ἐγὼ θεασάμενος οὐδὲ κρατεῖν ἐμαυτοῦ δυνατὸς ἦν·
反正当我看到马其顿的腓力时,我简直无法控制自己。
ἐδείχθη δέ μοι ἐν γωνίᾳ τινὶ μισθοῦ ἀκούμενος τὰ σαθρὰ τῶν ὑποδημάτων.
有人指给我看,他正在某个角落里,为了微薄的报酬在缝补破烂的鞋子。
πολλοὺς δὲ καὶ ἄλλους ἦν ἰδεῖν ἐν ταῖς τριόδοις μεταιτοῦντας, Ξέρξας λέγω καὶ Δαρείους καὶ Πολυκράτας.
而且在三岔路口还可以看到许多其他人也在乞讨,我是说那些克塞克塞斯们、大流士们和波吕克拉特斯们。

词汇与语法注释

  1. §16ἐδόκει ... προσεοικέναι — 无人称动词过去式 `ἐδόκει`(在……看来)的主语是 `ὁ τῶν ἀνθρώπων βίος`(人类的生活),而 `προσεοικέναι` 是依赖于 `ἐδόκει` 的谓语不定式。随后的不定式 `χορηγεῖν δὲ καὶ διατάττειν` 同样受 `ἐδόκει` 支配,其逻辑主语 `ἡ Τύχη`(命运女神)使用主格,因为它与主句的语法主语不同(即主格配不定式结构)。
  2. §17τοσοῦτον ... παρʼ ὅσον — 表示程度或比例的关联结构,意为“仅在……的程度范围内(获得好处)”。这构成了路基阿诺斯式的典型讽刺对比,表明马索洛斯从其宏伟陵墓中获得的唯一好处,仅仅相当于被压在如此巨大的重担之下。
  3. §17μισθοῦ ἀκούμενος — 乍看之下像是表示“听”的 `ἀκούω` 的分词,但实际上它是意为“修理、缝补”的动词 `ἀκέομαι` 的现在中动态分词 `ἀκεόμενος` 的缩约形。`μισθοῦ` 是表示价格或代价的属格,意为“为了报酬”。整句意为“为了报酬缝补(鞋子)”。

引用这一段

琉善, 美尼普斯或亡灵书 §16-17. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg035.humanitext-grc2:16-17

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。