§8Σόλων
τῶν γυμνασμάτων δὲ τούτων τὸ μὲν ἐν τῷ πηλῷ ἐκεῖνο πάλη καλεῖται, οἱ δʼ ἐν τῇ κόνει παλαίουσι καὶ αὐτοί, τὸ δὲ παίειν ἀλλήλους ὀρθοστάδην παγκρατιάζειν λέγομεν.
索伦: “在这些锻炼中,泥里的那种被称为摔跤,而在沙土中的那些人也同样是在摔跤;至于立着互相殴打,我们称为进行潘克拉辛运动。
καὶ ἄλλα δὲ ἡμῖν ἐστι γυμνάσια τοιαῦτα πυγμῆς καὶ δίσκου καὶ τοῦ ὑπεράλλεσθαι, ὧν ἁπάντων ἀγῶνας προτίθεμεν, καὶ ὁ κρατήσας ἄριστος εἶναι δοκεῖ τῶν καθʼ αὑτὸν καὶ ἀναιρεῖται τὰ ἆθλα.
我们还有其他类似的运动,如拳击、掷铁饼和跳跃,对于所有这些运动,我们都设立了竞赛,获胜者被认为是同辈中最优秀的,并赢取奖品。
§9Ἀνάχαρσις
τὰ δὲ ἆθλα τίνα ὑμῖν ταῦτά ἐστιν;
” 阿纳卡尔西斯: “那么你们的这些奖品是什么呢?
Σόλων
Ὀλυμπίασι μὲν στέφανος ἐκ κοτίνου, Ἰσθμοῖ δὲ ἐκ πίτυος, ἐν Νεμέᾳ δὲ σελίνων πεπλεγμένος, Πυθοῖ δὲ μῆλα τῶν ἱερῶν τοῦ θεοῦ, παρʼ ἡμῖν δὲ τοῖς Παναθηναίοις τὸ ἔλαιον τὸ ἐκ τῆς μορίας.
” 索伦: “在奥林匹亚是野生橄榄冠,在地峡是松叶冠,在涅墨亚是用野生芹菜编成的冠,在皮托是神圣的苹果,而在我们这儿的泛雅典娜节,则是来自圣橄榄树的油。
τί ἐγέλασας, ὦ Ἀνάχαρσι;
你为什么发笑,阿纳卡尔西斯?
ἢ διότι μικρά σοι εἶναι ταῦτα δοκεῖ;
是因为这些奖品在你看来很微不足道吗?
Ἀνάχαρσις
οὔκ, ἀλλὰ πάνσεμνα, ὦ Σόλων, κατέλεξας τὰ ἆθλα καὶ ἄξια τοῖς τε διαθεῖσιν αὐτὰ φιλοτιμεῖσθαι ἐπὶ τῇ μεγαλοδωρεᾷ καὶ τοῖς ἀγωνισταῖς αὐτοῖς ὑπερεσπουδακέναι περὶ τὴν ἀναίρεσιν τῶν τηλικούτων, ὥστε μήλων ἕνεκα καὶ σελίνων τοσαῦτα προπονεῖν καὶ κινδυνεύειν ἀγχομένους πρὸς ἀλλήλων καὶ κατακλωμένους, ὡς οὐκ ἐνὸν ἀπραγμόνως εὐπορῆσαι μήλων ὅτῳ ἐπιθυμία ἢ σελίνῳ ἐστεφανῶσθαι ἢ πίτυϊ μήτε πηλῷ καταχριόμενον τὸ πρόσωπον μήτε λακτιζόμενον εἰς τὴν γαστέρα ὑπὸ τῶν ἀνταγωνιστῶν.
” 阿纳卡尔西斯: “不,相反,索伦,你列举了十分庄严的奖品,值得那些设立它们的人为其慷慨大度而自豪,也值得竞技者自己极度渴望去赢取这些东西,以至于为了苹果和芹菜,他们要事先付出如此多的劳苦,并冒着被彼此卡住脖子和折断肢体的危险,仿佛任何想要获得苹果,或者戴上芹菜、松叶冠的人,如果不把脸抹上泥巴,或者不被对手踢中肚子,就不可能轻而易举地得到它们似的。
§10Σόλων
ἀλλʼ, ὦ ἄριστε, οὐκ εἰς ψιλὰ τὰ διδόμενα ἡμεῖς ἀποβλέπομεν.
” 索伦: “但是,我的好朋友,我们不仅仅看所给出的单纯礼品。
ταῦτα μὲν γάρ ἐστι σημεῖα τῆς νίκης καὶ γνωρίσματα οἵτινες οἱ κρατήσαντες.
因为这些只是胜利的标记和获胜者的识别物。
ἡ δὲ παρακολουθοῦσα τούτοις δόξα τοῦ παντὸς ἀξία τοῖς νενικηκόσιν, ὑπὲρ ἧς καὶ λακτίζεσθαι καλῶς ἔχει τοῖς θηρωμένοις τὴν εὔκλειαν ἐκ τῶν πόνων.
然而伴随这些而来的名誉,对于获胜者来说高于一切,为了名誉,那些从劳苦中追寻名望的人即使挨踢也是完全值得的。
οὐ γὰρ ἀπονητὶ προσγένοιτο ἂν αὕτη, ἀλλὰ χρὴ τὸν ὀρεγόμενον αὐτῆς πολλὰ τὰ δυσχερῆ ἀνασχόμενον ἐν τῇ ἀρχῇ τότʼ ἤδη τὸ λυσιτελὲς καὶ ἡδὺ τέλος ἐκ τῶν καμάτων περιμένειν.
因为名誉不会轻易得来,渴望它的人必须在开始时忍受许多艰辛,然后才能从劳苦中期待那有益而愉快的结局。
Ἀνάχαρσις
τοῦτο φής, ὦ Σόλων, τὸ τέλος ἡδὺ καὶ λυσιτελές, ὅτι πάντες αὐτοὺς ὄψονται ἐστεφανωμένους καὶ ἐπὶ τῇ νίκῃ ἐπαινέσονται πολὺ πρότερον οἰκτείραντες ἐπὶ ταῖς πληγαῖς, οἱ δὲ εὐδαιμονήσουσιν ἀντὶ τῶν πόνων μῆλα καὶ σέλινα ἔχοντες.
” 阿纳卡尔西斯: “索伦,你所说的这有益而愉快的结局,就是指所有人都会看到他们戴上冠冕,并在之前为他们所受的击打感到同情之后,为他们的胜利大加赞赏,而他们则通过拥有苹果和芹菜来代替劳苦,从而获得幸福吗?
Σόλων
ἄπειρος εἶ, φημί, τῶν ἡμετέρων ἔτι· μετὰ μικρὸν δὲ ἄλλα σοι δόξει περὶ αὐτῶν, ἐπειδὰν εἰς τὰς πανηγύρεις ἀπιὼν ὁρᾷς τοσοῦτο πλῆθος ἀνθρώπων συλλεγόμενον ἐπὶ τὴν θέαν τῶν τοιούτων καὶ θέατρα μυρίανδρα συμπληρούμενα καὶ τοὺς ἀγωνιστὰς ἐπαινουμένους, τὸν δὲ καὶ νικήσαντα αὐτῶν ἰσόθεον νομιζόμενον.
” 索伦: “我说,你对我们的事情还不够了解;但过不了多久,你就会对它们有不同的看法,当你前往节日盛会,看到如此众多的人群聚集在一起来观看这些景象,看到容纳万人的看台被挤得满满当当,看到竞技者们受到赞扬,而他们之中的获胜者更被视为等同于神明时。
§11Ἀνάχαρσις
αὐτὸ τοῦτο, ὦ Σόλων, καὶ τὸ οἴκτιστόν ἐστιν, εἰ μὴ ἐπʼ ὀλίγων ταῦτα πάσχουσιν, ἀλλὰ ἐν τοσούτοις θεαταῖς καὶ μάρτυσι τῆς ὕβρεως, οἳ δηλαδὴ εὐδαιμονίζουσιν αὐτοὺς αἵματι ῥαινομένους ὁρῶντες ἢ ἀγχομένους ὑπὸ τῶν ἀντιπάλων·
” 阿纳卡尔西斯: “索伦,这正是最可怜的地方,如果他们遭受这些不是在少数人面前,而是在如此多的观众和暴力的见证者面前。
ταῦτα γὰρ τὰ εὐδαιμονέστατα πρόσεστι τῇ νίκῃ αὐτῶν.
显然,当看到竞技者血流满面或被对手勒住脖子时,观众们却在向他们祝贺;因为这些最幸福的事正伴随着他们的胜利。
παρʼ ἡμῖν δὲ τοῖς Σκύθαις ἤν τις, ὦ Σόλων, ἢ πατάξῃ τινὰ τῶν πολιτῶν ἢ ἀνατρέψῃ προσπεσὼν ἢ θοἰμάτια περιρρήξῃ, μεγάλας οἱ πρεσβῦται τὰς ζημίας ἐπάγουσι, κἂν ἐπʼ ὀλίγων μαρτύρων τοῦτο πάθῃ τις, οὔτι γε ἐν τηλικούτοις θεάτροις, οἷα σὺ διηγῇ τὸ Ἰσθμοῖ καὶ τὸ ἐν Ὀλυμπίᾳ.
而在我们斯基泰人中,索伦,如果有人殴打某位公民,或扑过去将人推倒,或撕裂其衣物,长老们会处以重罚,即使是在少数见证者面前遭受这些,更不用说是在你所描绘的地峡和奥林匹亚那样巨大的看台面前了。
οὐ μὴν ἀλλὰ τοὺς μὲν ἀγωνιστὰς οἰκτείρειν μοι ἔπεισιν ὧν πάσχουσιν, τῶν δὲ θεατῶν οὓς φὴς ἁπανταχόθεν τοὺς ἀρίστους παραγίγνεσθαι εἰς τὰς πανηγύρεις καὶ πάνυ θαυμάζω, εἰ τἀναγκαῖα παρέντες σχολάζουσιν ἐπὶ τοῖς τοιούτοις.
然而,对于竞技者所遭受的一切,我实在感到同情;至于那些你所说的从四面八方作为最优秀的人来到节日盛会的观众,我十分惊讶,他们竟然放下必要的事务,把闲暇花在这些事情上。
οὐδὲ γὰρ ἐκεῖνό πω δύναμαι κατανοῆσαι ὅ τι τὸ τερπνὸν αὐτοῖς, ὁρᾶν παιομένους τε καὶ διαπληκτιζομένους ἀνθρώπους καὶ πρὸς τὴν γῆν ἀραττομένους καὶ συντριβομένους ὑπʼ ἀλλήλων.
因为我还无法理解他们有什么乐趣可言,去观看人们被殴打、争斗、摔在地上并被彼此摧残。
§12Σόλων
εἰ καιρὸς ἦν, ὦ Ἀνάχαρσι, Ὀλυμπίων ἢ Ἰσθμίων ἢ Παναθηναίων, αὐτὸ ἄν σε τὸ γιγνόμενον ἐδίδαξεν ὡς οὐ μάτην ἐσπουδάκαμεν ἐπὶ τούτοις.
” 索伦: “阿纳卡尔西斯,如果是奥林匹亚、地峡或泛雅典娜竞技会的季节,那正在发生的事情本身就会教导你,我们并非徒劳地热衷于这些事。
οὐ γὰρ οὕτω λέγων ἄν τις προσβιβάσειέν σε τῇ ἡδονῇ τῶν ἐκεῖ δρωμένων, ὡς εἰ καθεζόμενος αὐτὸς ἐν μέσοις τοῖς θεαταῖς βλέποις ἀρετὰς ἀνδρῶν καὶ κάλλη σωμάτων καὶ εὐεξίας θαυμαστὰς καὶ ἐμπειρίας δεινὰς καὶ ἰσχὺν ἄμαχον καὶ τόλμαν καὶ φιλοτιμίαν καὶ γνώμας ἀηττήτους καὶ σπουδὴν ἄλεκτον ὑπὲρ τῆς νίκης.
因为仅仅通过这样言说,并不能像你亲自坐在观众席中间那样,让你领会到那里所做之事的乐趣。 在那里,你将看到男子汉的德行、肉体的美丽、令人惊叹的健康状态、精湛的技能、无敌的力量、勇气、名誉心、不屈不挠的意志,以及对胜利难以言喻的渴望。
εὖ γὰρ δὴ οἶδα ὡς οὐκ ἂν ἐπαύσω ἐπαινῶν καὶ ἐπιβοῶν καὶ ἐπικροτῶν.
因为我确知,你绝不会停止赞美、欢呼和鼓掌。 ”