Humanitext Reader

琉善 · 阿纳哈西斯或体育 §1-7

阿纳卡尔西斯对雅典青年体育训练的困惑

第 1 段,共 12 段 · 希腊语

内容简介

阿纳卡尔西斯看到雅典青年在泥沙中激烈打斗和跳跃,认为这是疯狂之举,并向索伦询问其意图。索伦解释说,这是体育馆的训练,对身体健康和活力大有裨益。

§1Ἀνάχαρσις ταῦτα δὲ ὑμῖν, ὦ Σόλων, τίνος ἕνεκα οἱ νέοι ποιοῦσιν;
阿纳卡尔西斯: “索伦,你们的青年人究竟是为了什么而做这些事的?
οἱ μὲν αὐτῶν περιπλεκόμενοι ἀλλήλους ὑποσκελίζουσιν, οἱ δὲ ἄγχουσι καὶ λυγίζουσι καὶ ἐν τῷ πηλῷ συναναφύρονται κυλινδούμενοι ὥσπερ σύες.
他们中有些人互相纠缠、绊倒对方,有些人则卡住脖子、扭折关节,在泥里像猪一样打滚、混杂在一起。
καίτοι κατʼ ἀρχὰς εὐθὺς ἀποδυσάμενοι — ἑώρων γάρ — λίπα τε ἠλείψαντο καὶ κατέψησε μάλα εἰρηνικῶς ἅτερος τὸν ἕτερον ἐν τῷ μέρει.
然而起初他们刚脱去衣服时——因为我正看着——还抹上了油,十分和平地轮流为彼此摩擦身体。
μετὰ δὲ οὐκ οἶδʼ ὅ τι παθόντες ὠθοῦσί τε ἀλλήλους συννενευκότες καὶ τὰ μέτωπα συναράττουσιν ὥσπερ οἱ κριοί.
但在此之后,不知道他们中了什么邪,竟低下头来互相推搡,像公羊一样额头相撞。
καὶ ἢν ἰδοὺ ἀράμενος ἐκεινοσὶ τὸν ἕτερον ἐκ τοῖν σκελοῖν ἀφῆκεν εἰς τὸ ἔδαφος, εἶτʼ ἐπικαταπεσὼν ἀνακύπτειν οὐκ ἐᾷ, συνωθῶν κάτω εἰς τὸν πηλόν· τέλος δὲ ἤδη περιπλέξας αὐτῷ τὰ σκέλη κατὰ τὴν γαστέρα τὸν πῆχυν ὑποβαλὼν τῷ λαιμῷ ἄγχει ἄθλιον, ὁ δὲ παρακροτεῖ εἰς τὸν ὦμον, ἱκετεύων οἶμαι, ὡς μὴ τέλεον ἀποπνιγείη.
你瞧,那边那个人抱起另一个人的双腿,把他摔在地上,然后扑在他身上,不让他抬起头来,把他往下按进泥里;最后,他用双腿缠住对方的肚子,把前臂卡在对方喉咙下,勒着那个可怜人的脖子,而另一个则拍着他的肩膀,我想是在求饶,免得被彻底勒死。
καὶ οὐδὲ τοῦ ἐλαίου ἕνεκα φείδονται μὴ μολύνεσθαι, ἀλλʼ ἀφανίσαντες τὸ χρῖσμα καὶ τοῦ βορβόρου ἀναπλησθέντες ἐν ἱδρῶτι ἅμα πολλῷ γέλωτα ἐμοὶ γοῦν παρέχουσιν ὥσπερ αἱ ἐγχέλυες ἐκ τῶν χειρῶν διολισθαίνοντες.
他们甚至也不因为身上抹了油就免受玷污,反而弄掉了涂抹的油,沾满了泥巴,同时流着大汗,像鳝鱼一样从手里滑脱,至少逗得我哈哈大笑。
§2Ἀνάχαρσις ἕτεροι δὲ ἐν τῷ αἰθρίῳ τῆς αὐλῆς τὸ αὐτὸ τοῦτο δρῶσιν, οὐκ ἐν πηλῷ οὗτοί γε, ἀλλὰ ψάμμον ταύτην βαθεῖαν ὑποβαλόμενοι ἐν τῷ ὀρύγματι πάττουσίν τε ἀλλήλους καὶ αὐτοὶ ἑκόντες ἐπαμῶνται τὴν κόνιν ἀλεκτρυόνων δίκην, ὡς ἀφυκτότεροι εἶεν ἐν ταῖς συμπλοκαῖς, οἶμαι, τῆς ψάμμου τὸν ὄλισθον ἀφαιρούσης καὶ βεβαιοτέραν ἐν ξηρῷ παρεχούσης τὴν ἀντίληψιν.
阿纳卡尔西斯:另一些人则在庭院的露天处做着同样的事,他们不在泥里,而是在挖好的坑里铺上厚厚的沙子,互相撒沙,还像公鸡一样自愿把尘土扒在自己身上,我想这是为了在纠缠时让对方更难逃脱,因为沙子能消除滑腻,在干燥的状态下提供更牢固的抓握。
§3Ἀνάχαρσις οἱ δὲ ὀρθοστάδην κεκονιμένοι καὶ αὐτοὶ παίουσιν ἀλλήλους προσπεσόντες καὶ λακτίζουσιν.
阿纳卡尔西斯:还有些人站着,身上沾满沙土,也互相扑过去拳打脚踢。
οὑτοσὶ γοῦν καὶ τοὺς ὀδόντας ἔοικεν ἀποπτύσειν ὁ κακοδαίμων, οὕτως αἵματος αὐτῷ καὶ ψάμμου ἀναπέπλησται τὸ στόμα, πύξ, ὡς ὁρᾷς, παταχθέντος εἰς τὴν γνάθον.
你看,那边那个倒霉蛋似乎要把牙齿都吐出来了,他的嘴里塞满了血和沙子,正如你所见,他的下巴挨了重重的一拳。
ἀλλʼ οὐδὲ ὁ ἄρχων οὑτοσὶ διίστησιν αὐτοὺς καὶ λύει τὴν μάχην — τεκμαίρομαι γὰρ τῇ πορφυρίδι τῶν ἀρχόντων τινὰ τοῦτον εἶναι — ὁ δὲ καὶ ἐποτρύνει καὶ τὸν πατάξαντα ἐπαινεῖ.
然而,这位官员——我从他的紫衣推测他是官员之一——甚至不把他们拉开、终止这场打斗,反而还在一旁怂恿,并称赞动手打人的那个人。
§4Ἀνάχαρσις ἄλλοι δὲ ἀλλαχόθι πάντες ἐγκονοῦσι καὶ ἀναπηδῶσιν ὥσπερ θέοντες ἐπὶ τοῦ αὐτοῦ μένοντες καὶ εἰς τὸ ἄνω συναλλόμενοι λακτίζουσιν τὸν ἀέρα.
阿纳卡尔西斯:还有些人在别处,大家都在忙碌地活动,像是在原地奔跑一样向上跳跃,腾空而起,踢着空气。
§5Ἀνάχαρσις ταῦτα οὖν ἐθέλω εἰδέναι τίνος ἀγαθοῦ ἂν εἴη ποιεῖν· ὡς ἔμοιγε μανίᾳ μᾶλλον ἐοικέναι δοκεῖ τὸ πρᾶγμα, καὶ οὐκ ἔστιν ὅστις ἂν ῥᾳδίως μεταπείσειέ με ὡς οὐ παραπαίουσιν οἱ ταῦτα δρῶντες.
阿纳卡尔西斯:因此,我想知道做这些事究竟有什么好处;因为在我看来,这桩事更像是疯了,绝对没有人能轻易说服我,让我相信做这些事的人不是神志不清。
§6Σόλων καὶ εἰκότως, ὦ Ἀνάχαρσι, τοιαῦτά σοι τὰ γιγνόμενα φαίνεται, ξένα γε ὄντα καὶ πάμπολυ τῶν Σκυθικῶν ἐθῶν ἀπᾴδοντα, καθάπερ καὶ ὑμῖν πολλὰ εἰκὸς εἶναι μαθήματα καὶ ἐπιτηδεύματα τοῖς Ἕλλησιν ἡμῖν ἀλλόκοτα εἶναι δόξαντα ἄν, εἴ τις ἡμῶν ὥσπερ σὺ νῦν ἐπισταίη αὐτοῖς.
索伦:阿纳卡尔西斯,发生在你眼前的这些事,在你看来确实如此,这很自然,因为它们很陌生,而且与斯基泰人的习俗大相径庭。 正如我们希腊人中若有人像你现在这样观察你们的习俗,大概也会觉得你们的许多学问和习惯十分古怪一样。
πλὴν ἀλλὰ θάρρει, ὦγαθέ·
不过,放心吧,我的好朋友。
οὐ γὰρ μανία τὰ γιγνόμενά ἐστιν οὐδʼ ἐφʼ ὕβρει οὗτοι παίουσιν ἀλλήλους καὶ κυλίουσιν ἐν τῷ πηλῷ ἢ ἐπιπάττουσιν τὴν κόνιν, ἀλλʼ ἔχει τινὰ χρείαν οὐκ ἀτερπῆ τὸ πρᾶγμα καὶ ἀκμὴν οὐ μικρὰν ἐπάγει τοῖς σώμασιν·
这些发生的事并非疯狂,他们也不是为了施暴而互相殴打、在泥里打滚或撒沙土,而是这桩事有一种并非不愉快的用途,给身体带来不小的活力。
ἢν γοῦν ἐνδιατρίψῃς, ὥσπερ οἶμαί σε ποιήσειν, τῇ Ἑλλάδι, οὐκ εἰς μακρὰν εἷς καὶ αὐτὸς ἔσῃ τῶν πεπηλωμένων ἢ κεκονιμένων· οὕτω σοι τὸ πρᾶγμα ἡδύ τε ἅμα καὶ λυσιτελὲς εἶναι δόξει.
总之,如果你像我所预料的那样在希腊逗留一段时间,不久你也将成为这些浑身是泥或沙土的人中的一员;你便会觉得这桩事既令人愉快又大有裨益。
Ἀνάχαρσις ἄπαγε, ὦ Σόλων, ὑμῖν ταῦτα γένοιτο τὰ ὠφέλιμα καὶ τερπνά, ἐμὲ δὲ εἴ τις ὑμῶν τοιοῦτό τι διαθείη, εἴσεται ὡς οὐ μάτην παρεζώσμεθα τὸν ἀκινάκην.
阿纳卡尔西斯:算了吧,索伦! 愿这些有益又愉快的事发生在你们身上,但如果你们中有人敢这样对待我,他就会知道,我们腰里佩戴短剑可不是摆设。
§7Ἀνάχαρσις ἀτὰρ εἰπέ μοι, τί ὄνομα ἔθεσθε τοῖς γιγνομένοις, ἢ τί φῶμεν ποιεῖν αὐτούς;
阿纳卡尔西斯:不过请告诉我,你们给这些正在发生的事起了什么名字? 或者,我们该说他们是在干什么呢?
Σόλων ὁ μὲν χῶρος αὐτός, ὦ Ἀνάχαρσι, γυμνάσιον ὑφʼ ἡμῶν ὀνομάζεται καὶ ἔστιν ἱερὸν Ἀπόλλωνος τοῦ Λυκείου.
索伦:阿纳卡尔西斯,这个地方本身被我们称为“体育馆”,是吕刻俄斯的神圣之地。
καὶ τὸ ἄγαλμα δὲ αὐτοῦ ὁρᾷς, τὸν ἐπὶ τῇ στήλῃ κεκλιμένον, τῇ ἀριστερᾷ μὲν τὸ τόξον ἔχοντα, ἡ δεξιὰ δὲ ὑπὲρ τῆς κεφαλῆς ἀνακεκλασμένη ὥσπερ ἐκ καμάτου μακροῦ ἀναπαυόμενον δείκνυσι τὸν θεόν.
你也看到了他的雕像,那个倚在柱子上的,左手握着弓,右手则向后弯过头顶,展现出神祇仿佛在经历漫长疲劳后正在休息的样子。

词汇与语法注释

  1. 1οὐκ οἶδʼ ὅ τι παθόντες — 疑问代名词惯用语 `τί παθών;`(意为“中了什么邪”、“为什么”)与间接疑问句 `οὐκ οἶδα ὅ τι...` 相结合的表达。分词 `παθόντες`(`πάσχω` 的不定过去时)修饰主句动词 `ὠθοῦσι`。
  2. 1φείδονται μὴ μολύνεσθαι — 含有拒绝或避免意义的动词(此处为 `φείδομαι`,“珍惜、避免”)后接带有赘余否定词 `μή` 的不定式构文。这个 `μή` 在翻译时不译为否定。
  3. 5τίνος ἀγαθοῦ ἂν εἴη ποιεῖν — 无人称表达,结合了 `εἴη ἄν`(潜在祈愿)与表示目的或价值的属格 `τίνος ἀγαθοῦ`。不定式 `ποιεῖν` 用作主语,意思是“做这些事能有什么好处(为了什么善)”。
  4. 6δόξαντα ἄν — 带有 `ἄν` 的不定过去时分词 `δόξαντα` 依赖于 `εἰκός [ἐστι]` 下的不定式 `εἶναι`(“似乎是”)。此处的 `ἄν` 表示潜在(“本会显得奇特”),与条件从句 `εἴ τις ... ἐπισταίη`(祈愿式)相呼应。
  5. 7ἡ δεξιὰ δὲ ... ἀνακεκλασμένη — 此处本应与前文的宾格结构 `τὸν ... ἔχοντα`(描写神左手持弓)相对照,但出乎意料地以主格形式 `ἡ δε雅 δὲ ... ἀνακεκλασμένη` 出现,形成了破格(anacoluthon)句式。它作为独立的描述(“而右手则弯曲过头顶”)插入,随后重新与 `δείκνυσι` 的宾格补足语 `ἀναπαυόμενον` 相连接。

引用这一段

琉善, 阿纳哈西斯或体育 §1-7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg034.humanitext-grc2:1-7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。