§13Ἀνάχαρσις
νὴ Δίʼ, ὦ Σόλων, καὶ ἐπιγελῶν γε προσέτι καὶ ἐπιχλευάζων· ἅπαντα γὰρ ὁπόσα κατηριθμήσω ἐκεῖνα, τὰς ἀρετὰς καὶ τὰς εὐεξίας καὶ τὰ κάλλη καὶ τόλμαν, ὁρῶ οὐδενὸς μεγάλου ἕνεκα παραπολλυμένας ὑμῖν, οὔτε πατρίδος κινδυνευούσης οὔτε χώρας πορθουμένης οὔτε φίλων ἢ οἰκείων πρὸς ὕβριν ἀπαγομένων.
阿纳卡尔西斯: “因宙斯之名,索伦,而且我还会更加嘲笑和奚落他们;因为你列举的那些所有东西,那些德行、健康状态、美貌和勇气,我看在你们那里都为了毫无重大意义的事而白白浪费了,既不是因为祖国处于危险之中,也不是因为国土被劫掠,更不是因为朋友或亲属被强行带走遭受凌辱。
ὥστε τοσούτῳ γελοιότεροι ἂν εἶεν, ἄριστοι μέν, ὡς φής, ὄντες, μάτην δὲ τοσαῦτα πάσχοντες καὶ ταλαιπωρούμενοι καὶ αἰσχύνοντες τὰ κάλλη καὶ τὰ μεγέθη τῇ ψάμμῳ καὶ τοῖς ὑπωπίοις, ὡς μήλου καὶ κοτίνου ἐγκρατεῖς γένοιντο νικήσαντες.
因此,他们越是像你所说的那样是最优秀的人,就越是显得滑稽,因为他们徒劳地遭受如此多的痛苦和折磨,用沙土和青肿损害自己的美貌和高大身躯,以便通过获胜,能够获得苹果和野生橄榄。
ἡδὺ γάρ μοι ἀεὶ μεμνῆσθαι τῶν ἄθλων τοιούτων ὄντων.
因为对我来说,永远记住奖品是如此之物是一件乐事。
ἀτὰρ εἰπέ μοι, πάντες αὐτὰ λαμβάνουσιν οἱ ἀγωνισταί;
不过请告诉我,所有的竞技者都能得到它们吗?
Σόλων
οὐδαμῶς, ἀλλὰ εἷς ἐξ ἁπάντων, ὁ κρατήσας αὐτῶν.
” 索伦: “绝非如此,而是所有人中只有一人,即击败他们的人。
Ἀνάχαρσις
εἶτα, ὦ Σόλων, ἐπὶ τῷ ἀδήλῳ καὶ ἀμφιβόλῳ τῆς νίκης τοσοῦτοι πονοῦσι, καὶ ταῦτʼ εἰδότες ὅτι ὁ μὲν νικῶν εἷς ἔσται πάντως, οἱ δὲ ἡττώμενοι πάμπολλοι, μάτην ἄθλιοι πληγάς, οἱ δὲ καὶ τραύματα λαβόντες;
” 阿纳卡尔西斯: “那么,索伦,为了胜利那不确定和可疑的结果,竟然有这么多人去劳苦,而且他们明明知道获胜者必定只有一个,而落败者却极多,只能徒劳且可怜地承受击打,甚至有的人还会受伤吗?
§14Σόλων
ἔοικας, ὦ Ἀνάχαρσι, μηδέπω ἐννενοηκέναι πολιτείας ὀρθῆς πέρι μηδέν· οὐ γὰρ ἂν τὰ κάλλιστα τῶν ἐθῶν ἐν ψόγῳ ἐτίθεσο.
” 索伦: “阿纳卡尔西斯,你似乎还完全没有思考过正确的城邦政制;否则你不会指责这些最美好的习惯。
ἢν δέ σοι μελήσῃ ποτὲ εἰδέναι ὅπως ἂν τὰ κάλλιστα οἰκηθείη πόλις καὶ ὅπως ἂν ἄριστοι γένοιντο οἱ πολῖται αὐτῆς, ἐπαινέσῃ τότε καὶ τὰς ἀσκήσεις ταύτας καὶ τὴν φιλοτιμίαν ἣν φιλοτιμούμεθα περὶ αὐτάς, καὶ εἴσῃ ὅτι πολὺ τὸ χρήσιμον ἔχουσιν ἐγκαταμεμιγμένον τοῖς πόνοις, εἰ καὶ νῦν μάτην σπουδάζεσθαι δοκοῦσιν.
但是,如果你什么时候开始关心如何才能把城邦治理得最好,以及如何才能使市民变得最优秀,那么届时你也会赞赏这些锻炼,以及我们对于这些锻炼所抱持的抱负,并且你将会明白,即使这些现在看起来是在徒劳地追求,但它们的劳苦中也掺杂着巨大的益处。
Ἀνάχαρσις
καὶ μήν, ὦ Σόλων, κατʼ οὐδὲν ἄλλο ἀπὸ τῆς Σκυθίας ἥκω παρʼ ὑμᾶς τοσαύτην μὲν γῆν διοδεύσας, μέγαν δὲ τὸν Εὔξεινον καὶ δυσχείμερον περαιωθείς, ἢ ὅπως νόμους τε τοὺς Ἑλλήνων ἐκμάθοιμι καὶ ἔθη τὰ παρʼ ὑμῖν κατανοήσαιμι καὶ πολιτείαν τὴν ἀρίστην ἐκμελετήσαιμι.
” 阿纳卡尔西斯: “确实,索伦,我从斯基泰来到你们这里,行经了如此广阔的土地,并渡过了宽广且风暴频繁的黑海,不为别的,正是为了学习希腊人的法律,理解你们这儿的习惯,并深入研究最优秀的政制。
διὸ καὶ σὲ μάλιστα φίλον ἐξ ἁπάντων Ἀθηναίων καὶ ξένον προειλόμην κατὰ κλέος, ἐπείπερ ἤκουον νόμων τε συγγραφέα τινὰ εἶναι σε καὶ ἐθῶν τῶν ἀρίστων εὑρετὴν καὶ ἐπιτηδευμάτων ὠφελίμων εἰσηγητήν, καὶ ὅλως πολιτείας τινὸς συναρμοστήν.
因此,由于你的名声,我特意在所有雅典人中选择你作为我最重要的朋友和宾客,因为我听闻你是法律的撰写者、最美德习惯的发明者、有益实践的倡导者,并且总体上是某种政制的构建者。
ὥστε οὐκ ἂν φθάνοις διδάσκων με καὶ μαθητὴν ποιούμενος· ὡς ἔγωγε ἡδέως ἂν ἄσιτός σοι καὶ ἄποτος παρακαθεζόμενος, εἰς ὅσον ἂν αὐτὸς διαρκοίης λέγων, κεχηνὼς ἐπακούοιμι περὶ πολιτείας τε καὶ νόμων διεξιόντος.
所以,您越快教导我并收我为弟子越好;因为只要你自己能坚持说下去,我乐意不吃不喝地坐在你身边,张大嘴巴聆听你阐述关于政制和法律的事。
§15Σόλων
τὰ μὲν πάντα οὐ ῥᾴδιον, ὦ ἑταῖρε, διελθεῖν ἐν βραχεῖ, ἀλλὰ κατὰ μέρη ἐπιὼν εἴσῃ ἕκαστα, οἷα μὲν περὶ θεῶν, οἷα δὲ περὶ γονέων ἢ περὶ γάμων ἢ τῶν ἄλλων δοκεῖ ἡμῖν.
” 索伦: “我的朋友,要在短时间内把所有事情都讲完并不容易,但循序渐进,你就会了解每一件事——我们关于神明、关于父母、关于婚姻或其他事情是如何看待的。
ἃ δὲ περὶ τῶν νέων γιγνώσκομεν καὶ ὅπως αὐτοῖς χρώμεθα, ἐπειδὰν πρῶτον ἄρξωνται συνιέναι τε τοῦ βελτίονος καὶ τῷ σώματι ἀνδρίζεσθαι καὶ ὑφίστασθαι τοὺς πόνους, ταῦτα ἤδη σοι διέξειμι, ὡς μάθοις οὗτινος χάριν τὰς ἀσκήσεις ταύτας προτεθείκαμεν αὐτοῖς καὶ διαπονεῖν τὸ σῶμα καταναγκάζομεν, οὐ μόνον ἕνεκα τῶν ἀγώνων, ὅπως τὰ ἆθλα δύναιντο ἀναιρεῖσθαι — ἐπʼ ἐκεῖνα μὲν γὰρ ὀλίγοι πάνυ ἐξ ἁπάντων χωροῦσιν — ἀλλὰ μεῖζόν τι ἁπάσῃ τῇ πόλει ἀγαθὸν ἐκ τούτου καὶ αὐτοῖς ἐκείνοις προσκτώμενοι.
至于我们对青年人的看法,以及在他们刚开始懂得分辨好坏、身体变得强壮并能承受劳苦之初,我们如何对待他们,这些我将立即向你详细叙述,以便你了解,我们是为了什么目的为他们设立这些锻炼,并强迫他们彻底锻炼身体的,这不仅仅是为了竞技,以便他们能够赢取奖品——因为在所有人中只有极少数人去追求那些——而是为了从中为整个城邦和他们自己获得某种更大的益处。
κοινὸς γάρ τις ἀγὼν ἄλλος ἅπασι τοῖς ἀγαθοῖς πολίταις πρόκειται καὶ στέφανος οὐ πίτυος οὐδὲ κοτίνου ἢ σελίνων, ἀλλʼ ὃς ἐν αὑτῷ συλλαβὼν ἔχει τὴν ἀνθρώπου εὐδαιμονίαν, οἷον ἐλευθερίαν λέγω αὐτοῦ τε ἑκάστου ἰδίᾳ καὶ κοινῇ τῆς πατρίδος καὶ πλοῦτον καὶ δόξαν καὶ ἑορτῶν πατρίων ἀπόλαυσιν καὶ οἰκείων σωτηρίαν, καὶ συνόλως τὰ κάλλιστα ὧν ἄν τις εὔξαιτο γενέσθαι οἱ παρὰ τῶν θεῶν.
因为所有优秀的市民面前都摆着另一场共同的竞技,那里的冠冕既不是松叶,也不是野生橄榄或芹菜,而是将人类的一切幸福都包揽于其内的冠冕,即我所说的各人私下的自由和祖国共同的自由、财富、名誉、对祖传节日的享受、亲属的安全,总而言之,是人们祈求从神明那里获得的最美好的事物。
ταῦτα πάντα τῷ στεφάνῳ ὅν φημι συναναπέπλεκται καὶ ἐκ τοῦ ἀγῶνος ἐκείνου περιγίγνεται ἐφʼ ὃν αἱ ἀσκήσεις αὗται καὶ οἱ πόνοι ἄγουσιν.
所有这一切都与我所说的那个冠冕编织在一起,并且是从这些锻炼和劳苦所导向的那场竞技中获得的。 ”