Humanitext Reader

ルキアノス · アナカルシス §8-12

競技の種類と冠の賞品をめぐる問答

2 / 12 箇所 · ギリシア語

要旨

ソロンはアナカルシスに競技の種類や賞品とそれに伴う名誉を説明し、アナカルシスは肉体的苦痛や観客の熱狂に対する疑問を提起するが、ソロンは実際の競技会を見れば運動の価値を理解できると反論する。

§8Σόλων τῶν γυμνασμάτων δὲ τούτων τὸ μὲν ἐν τῷ πηλῷ ἐκεῖνο πάλη καλεῖται, οἱ δʼ ἐν τῇ κόνει παλαίουσι καὶ αὐτοί, τὸ δὲ παίειν ἀλλήλους ὀρθοστάδην παγκρατιάζειν λέγομεν.
ソロン:「これらの運動のうち、あの泥の中でのものはレスリングと呼ばれ、埃の中の者たちもやはりレスリングをしています。 また、立ったままで互いに殴り合うことは、パンクラティオンを行うと言います。
καὶ ἄλλα δὲ ἡμῖν ἐστι γυμνάσια τοιαῦτα πυγμῆς καὶ δίσκου καὶ τοῦ ὑπεράλλεσθαι, ὧν ἁπάντων ἀγῶνας προτίθεμεν, καὶ ὁ κρατήσας ἄριστος εἶναι δοκεῖ τῶν καθʼ αὑτὸν καὶ ἀναιρεῖται τὰ ἆθλα.
そして、私たちには拳闘や円盤投げ、高跳びといった他の同様の運動もあり、それらすべてについて競技会を設けています。
§9Ἀνάχαρσις τὰ δὲ ἆθλα τίνα ὑμῖν ταῦτά ἐστιν; Σόλων Ὀλυμπίασι μὲν στέφανος ἐκ κοτίνου, Ἰσθμοῖ δὲ ἐκ πίτυος, ἐν Νεμέᾳ δὲ σελίνων πεπλεγμένος, Πυθοῖ δὲ μῆλα τῶν ἱερῶν τοῦ θεοῦ, παρʼ ἡμῖν δὲ τοῖς Παναθηναίοις τὸ ἔλαιον τὸ ἐκ τῆς μορίας.
そして勝利した者は同時代の人々の中で最も優れているとみなされ、賞品を獲得するのです」アナカルシス:「ところで、その賞品とはどのようなものなのですか」ソロン:「オリンピアでは野生のオリーブの冠、イストモスでは松の冠、ネメアでは野生のセロリで編まれた冠、ピュトでは神の聖なる果実、私たちのパナテナイア祭では聖なるオリーブから採れる油です。
τί ἐγέλασας, ὦ Ἀνάχαρσι;
なぜ笑うのですか、アナカルシス。
ἢ διότι μικρά σοι εἶναι ταῦτα δοκεῖ; Ἀνάχαρσις οὔκ, ἀλλὰ πάνσεμνα, ὦ Σόλων, κατέλεξας τὰ ἆθλα καὶ ἄξια τοῖς τε διαθεῖσιν αὐτὰ φιλοτιμεῖσθαι ἐπὶ τῇ μεγαλοδωρεᾷ καὶ τοῖς ἀγωνισταῖς αὐτοῖς ὑπερεσπουδακέναι περὶ τὴν ἀναίρεσιν τῶν τηλικούτων, ὥστε μήλων ἕνεκα καὶ σελίνων τοσαῦτα προπονεῖν καὶ κινδυνεύειν ἀγχομένους πρὸς ἀλλήλων καὶ κατακλωμένους, ὡς οὐκ ἐνὸν ἀπραγμόνως εὐπορῆσαι μήλων ὅτῳ ἐπιθυμία ἢ σελίνῳ ἐστεφανῶσθαι ἢ πίτυϊ μήτε πηλῷ καταχριόμενον τὸ πρόσωπον μήτε λακτιζόμενον εἰς τὴν γαστέρα ὑπὸ τῶν ἀνταγωνιστῶν. §10Σόλων ἀλλʼ, ὦ ἄριστε, οὐκ εἰς ψιλὰ τὰ διδόμενα ἡμεῖς ἀποβλέπομεν.
それとも、これらがあなたにとって些細なものと思われるからですか」アナカルシス:「いいえ、そうではなく、ソロンよ、あなたが列挙された賞品は極めて厳かなものであり、それらを設けた人々にとっては、その大層な寛大さを誇るに値し、競技者自身にとっては、これほど偉大なものを獲得するために全力を尽くすに値するものです。 りんごやセロリのために、これほど事前に苦労し、互いに首を絞められ、体をねじ曲げられて危険に身をさらすほどに。 まるで、りんごを欲する者が、顔に泥を塗られることも、対戦相手から腹を蹴られることもなしに、苦労せずそれを手に入れたり、セロリや松で冠されたりすることが不可能であるかのように」ソロン:「しかし、わが友よ、私たちは与えられる賞品そのものだけを見ているのではありません。
ταῦτα μὲν γάρ ἐστι σημεῖα τῆς νίκης καὶ γνωρίσματα οἵτινες οἱ κρατήσαντες.
というのも、これらは勝利の目印であり、誰が勝者であるかを示す標識にすぎないからです。
ἡ δὲ παρακολουθοῦσα τούτοις δόξα τοῦ παντὸς ἀξία τοῖς νενικηκόσιν, ὑπὲρ ἧς καὶ λακτίζεσθαι καλῶς ἔχει τοῖς θηρωμένοις τὴν εὔκλειαν ἐκ τῶν πόνων.
しかし、これらに伴う名誉こそが、勝者にとって何ものにも代えがたい価値を持つのです。 それ(名誉)のためには、労苦から名声を追い求める者たちにとって、蹴られることさえ十分に価値あることなのです。
οὐ γὰρ ἀπονητὶ προσγένοιτο ἂν αὕτη, ἀλλὰ χρὴ τὸν ὀρεγόμενον αὐτῆς πολλὰ τὰ δυσχερῆ ἀνασχόμενον ἐν τῇ ἀρχῇ τότʼ ἤδη τὸ λυσιτελὲς καὶ ἡδὺ τέλος ἐκ τῶν καμάτων περιμένειν. Ἀνάχαρσις τοῦτο φής, ὦ Σόλων, τὸ τέλος ἡδὺ καὶ λυσιτελές, ὅτι πάντες αὐτοὺς ὄψονται ἐστεφανωμένους καὶ ἐπὶ τῇ νίκῃ ἐπαινέσονται πολὺ πρότερον οἰκτείραντες ἐπὶ ταῖς πληγαῖς, οἱ δὲ εὐδαιμονήσουσιν ἀντὶ τῶν πόνων μῆλα καὶ σέλινα ἔχοντες.
なぜなら、名誉は苦労なしに得られるものではなく、それを切望する者は、最初に多くの困難に耐え忍び、その上でようやく、労苦から生じる有益で愉快な結末を待ち望まねばならないからです」アナカルシス:「ソロンよ、あなたが言うその有益で愉快な結末とは、誰もが彼らが冠をかぶっているのを見て、その打撃を以前に大いに哀れんだ後に、その勝利を称賛することであり、彼らが労苦の代わりにりんごやセロリを手にして幸福になることですか」ソロン:「あなたはまだ私たちのやり方に不慣れなのだと私は言っておきます。
Σόλων ἄπειρος εἶ, φημί, τῶν ἡμετέρων ἔτι·
しかし、間もなくこれらについて異なる考えを持つようになるでしょう。
μετὰ μικρὸν δὲ ἄλλα σοι δόξει περὶ αὐτῶν, ἐπειδὰν εἰς τὰς πανηγύρεις ἀπιὼν ὁρᾷς τοσοῦτο πλῆθος ἀνθρώπων συλλεγόμενον ἐπὶ τὴν θέαν τῶν τοιούτων καὶ θέατρα μυρίανδρα συμπληρούμενα καὶ τοὺς ἀγωνιστὰς ἐπαινουμένους, τὸν δὲ καὶ νικήσαντα αὐτῶν ἰσόθεον νομιζόμενον.
あなたが祝祭に出かけていき、これらを見るためにこれほど多くの人々が集まり、一万人以上を収容する競技場が満員になり、競技者たちが称賛され、そのうち勝利した者が神のごとく見なされるのを目にするときには」アナカルシス:「ソロンよ、まさにその点こそが最も哀れなことです。
§11Ἀνάχαρσις αὐτὸ τοῦτο, ὦ Σόλων, καὶ τὸ οἴκτιστόν ἐστιν, εἰ μὴ ἐπʼ ὀλίγων ταῦτα πάσχουσιν, ἀλλὰ ἐν τοσούτοις θεαταῖς καὶ μάρτυσι τῆς ὕβρεως, οἳ δηλαδὴ εὐδαιμονίζουσιν αὐτοὺς αἵματι ῥαινομένους ὁρῶντες ἢ ἀγχομένους ὑπὸ τῶν ἀντιπάλων·
彼らが少数の人々の前でこれらを被るのではなく、これほど多くの観客、すなわち乱暴の目撃者たちの前で被るのだとしたら。 彼らは明らかに、勝者たちが血を浴びているのを見たり、対戦相手に首を絞められているのを見たりして、彼らを祝福するのですから。
ταῦτα γὰρ τὰ εὐδαιμονέστατα πρόσεστι τῇ νίκῃ αὐτῶν.
それらこそが彼らの勝利に伴う、最も幸福なことなのです。
παρʼ ἡμῖν δὲ τοῖς Σκύθαις ἤν τις, ὦ Σόλων, ἢ πατάξῃ τινὰ τῶν πολιτῶν ἢ ἀνατρέψῃ προσπεσὼν ἢ θοἰμάτια περιρρήξῃ, μεγάλας οἱ πρεσβῦται τὰς ζημίας ἐπάγουσι, κἂν ἐπʼ ὀλίγων μαρτύρων τοῦτο πάθῃ τις, οὔτι γε ἐν τηλικούτοις θεάτροις, οἷα σὺ διηγῇ τὸ Ἰσθμοῖ καὶ τὸ ἐν Ὀλυμπίᾳ.
私たちのところ、スキタイ人の間では、ソロンよ、もし誰かが市民の誰かを殴ったり、飛びかかって倒したり、衣服を破いたりすれば、長老たちは重い罰を科します。 たとえ少数の目撃者の前でそれを被ったとしても。 あなたが語るイストモスやオリンピアのような巨大な観客席の前などでは到底ありえません。
οὐ μὴν ἀλλὰ τοὺς μὲν ἀγωνιστὰς οἰκτείρειν μοι ἔπεισιν ὧν πάσχουσιν, τῶν δὲ θεατῶν οὓς φὴς ἁπανταχόθεν τοὺς ἀρίστους παραγίγνεσθαι εἰς τὰς πανηγύρεις καὶ πάνυ θαυμάζω, εἰ τἀναγκαῖα παρέντες σχολάζουσιν ἐπὶ τοῖς τοιούτοις.
それにしても、私には競技者たちの被ることに同情の念が湧きますし、あなたが各地から最良の人々が祝祭にやってくると言うその観客たちについては、必要な仕事を放置してこのようなことに時間を費やしていることが全く理解できません。
οὐδὲ γὰρ ἐκεῖνό πω δύναμαι κατανοῆσαι ὅ τι τὸ τερπνὸν αὐτοῖς, ὁρᾶν παιομένους τε καὶ διαπληκτιζομένους ἀνθρώπους καὶ πρὸς τὴν γῆν ἀραττομένους καὶ συντριβομένους ὑπʼ ἀλλήλων. §12Σόλων εἰ καιρὸς ἦν, ὦ Ἀνάχαρσι, Ὀλυμπίων ἢ Ἰσθμίων ἢ Παναθηναίων, αὐτὸ ἄν σε τὸ γιγνόμενον ἐδίδαξεν ὡς οὐ μάτην ἐσπουδάκαμεν ἐπὶ τούτοις.
なぜなら、私には彼らにとって何が愉快なのか、人間が互いに殴り合い、争い、地面に叩きつけられ、砕かれ合うのを見ることにどんな楽しみがあるのか、いまだに理解できないからです」ソロン:「アナカルシスよ、もしオリンピア祭、イストモス祭、あるいはパナテナイア祭の時期であったなら、実際に行われること自体が、私たちが無駄にこれらに熱中しているのではないことをあなたに教えたでしょう。
οὐ γὰρ οὕτω λέγων ἄν τις προσβιβάσειέν σε τῇ ἡδονῇ τῶν ἐκεῖ δρωμένων, ὡς εἰ καθεζόμενος αὐτὸς ἐν μέσοις τοῖς θεαταῖς βλέποις ἀρετὰς ἀνδρῶν καὶ κάλλη σωμάτων καὶ εὐεξίας θαυμαστὰς καὶ ἐμπειρίας δεινὰς καὶ ἰσχὺν ἄμαχον καὶ τόλμαν καὶ φιλοτιμίαν καὶ γνώμας ἀηττήτους καὶ σπουδὴν ἄλεκτον ὑπὲρ τῆς νίκης.
というのも、言葉で説明するだけでは、あなたをそこで行われることの楽しさに引き込むことはできないでしょうが、もしあなた自身が観客のただ中に座って、男たちの卓越性や肉体の美しさ、驚くべき強健さ、恐るべき技術、無敵の力、勇気、名誉欲、不撓不屈の意志、そして勝利のための言葉に尽くせぬ熱意を見るならば、話は別だからです。
εὖ γὰρ δὴ οἶδα ὡς οὐκ ἂν ἐπαύσω ἐπαινῶν καὶ ἐπιβοῶν καὶ ἐπικροτῶν.
私は確信しています、あなたが称賛し、歓声を上げ、拍手を送ることをやめなくなるであろうと」

語釈・文法注

  1. 8τῶν γυμνασμάτων δὲ τούτων — 属格の τῶν γυμνασμάτων τούτων は部分属格であり、後続の τὸ μὲν... οἱ δʼ に係る。「これらの運動のうち、あるものは〜、他のものは〜」という対比構造を示す。
  2. 9ἄξια τοῖς τε διαθεῖσιν αὐτὰ φιλοτιμεῖσθαι... καὶ τοῖς ἀγωνισταῖς αὐτοῖς ὑπερεσπουδακέναι — 形容詞 ἄξια は「〜に値する」を意味し、与格 τοῖς διαθεῖσιν と τοῖς ἀγωνισταῖς を伴い、それぞれに不定詞 φιλοτιμεῖσθαι(現在)と ὑπερεσπουδακέναι(完了)が係っている。この完了不定詞は、勝利という既成の事実に対する並々ならぬ熱意や執着の持続状態を強調している。
  3. 10τοῖς θηρωμένοις — 与格分詞 τοῖς θηρωμένοις は、非人称表現 καλῶς ἔχει(「〜にとって良い、価値がある」)の意味上の主語として与格になっている。分詞の目的語は τὴν εὔκλειαν である。
  4. 12εἰ καιρὸς ἦν... αὐτὸ ἄν σε τὸ γιγνόμενον ἐδίδαξεν — 直説法過去(ἦν および ἐδίδαξεν + ἄν)を用いた反実仮想条件文。現在の事実に反する仮定を表し、「もし(現在がそのような祝祭の)時期であるならば、実際に行われること自体があなたに教えただろうに(実際は時期ではないので教えられない)」という意味。

この箇所を引用する

ルキアノス, アナカルシス §8-12. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg034.humanitext-grc2:8-12

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。