§35Ἀνάχαρσις
εἶτα, ὦ Σόλων, σιδηροφορεῖν μὲν οὐδενὸς ἀναγκαίου ἕνεκα περιττὸν ὑμῖν δοκεῖ, καὶ τῶν ὅπλων φείδεσθε, ὡς μὴ διὰ χειρὸς ὄντα φθείροιτο, ἀλλὰ φυλάττετε ἀποκείμενα ὡς χρησόμενοι τότε, τῆς χρείας ἐπιστάσης· τὰ δὲ σώματα τῶν νέων οὐδενὸς δεινοῦ ἐπείγοντος καταπονεῖτε παίοντες καὶ ὑπὸ τῶν ἱδρώτων καταναλίσκοντες, οὐ ταμιευόμενοι πρὸς τὸ ἀναγκαῖον τὰς ἀλκὰς αὐτῶν, ἀλλʼ εἰκῆ ἐν τῷ πηλῷ καὶ τῇ κόνει ἐκχέοντες;
阿纳卡尔西斯那么,索伦,无端携带武器在你们看来是多余的,你们爱惜武器,以免它们因常在手中而受损,而是把它们收起来,打算在需要来临时才使用;但你们却在没有任何迫近的危险时,通过捶打和汗水消耗来折磨年轻人的身体,不为必要时刻储备他们的体力,而是平白无故地在泥土和尘埃中虚耗掉吗?
Σόλων
ἔοικας, ὦ Ἀνάχαρσι, τοιόνδε τι δυνάμεως πέρι ἐννοεῖν, ὡς οἴνῳ ἢ ὕδατι ἢ ἄλλῳ τῶν ὑγρῶν ὁμοίαν αὐτὴν οὖσαν.
索伦阿纳卡尔西斯,你似乎对体力有着这样的看法,以为它就像酒、水或其他液体一样。
δέδιας οὖν μὴ ὥσπερ ἐξ ἀγγείου κεραμεοῦ λάθῃ διαρρυεῖσα ἐν τοῖς πόνοις κᾆτα ἡμῖν κενὸν καὶ ξηρὸν οἴχηται τὸ σῶμα καταλιποῦσα ὑπὸ μηδενὸς ἔνδοθεν ἀναπληρούμενον.
因此,你害怕它就像从陶器中渗漏出来一样,在劳苦中不知不觉地流失,随后身体便会空虚干瘪地留给我们,得不到任何来自内部的补充。
τὸ δὲ οὐχ οὕτως ἔχει σοι, ἀλλὰ ὅσῳ τις ἂν αὐτὴν ἐξαντλῇ τοῖς πόνοις, τοσῷδε μᾶλλον ἐπιρρεῖ κατὰ τὸν περὶ τῆς Ὕδρας μῦθον, εἴ τινα ἤκουσας, ὡς ἀντὶ μιᾶς κεφαλῆς τμηθείσης δύʼ ἀεὶ ἄλλαι ἀνεφύοντο.
但事实并非如你所想,相反,一个人在劳苦中越是消耗它,它就流入得越多,正如关于许德拉的神话那样,如果你听过的话,每砍掉一个头,总会重新长出两个。
ἢν δὲ ἀγύμναστος ἐξ ἀρχῆς καὶ ἄτονος ᾖ μηδὲ διαρκῆ τὴν ὕλην ἔχῃ ὑποβεβλημένην, τότε ὑπὸ τῶν καμάτων βλάπτοιτο ἂν καὶ καταμαραίνοιτο, οἷόν τι ἐπὶ πυρὸς καὶ λύχνου γίγνεται.
但如果它起初未经过锻炼,缺乏张力,也没有垫放充足的基质,那么它确实会因劳累而受损和枯萎,就像火与灯火所发生的情况一样。
ὑπὸ γὰρ τῷ αὐτῷ φυσήματι τὸ μὲν πῦρ ἀνακαύσειας ἂν καὶ μεῖζον ἐν βραχεῖ ποιήσειας παραθήγων τῷ πνεύματι, καὶ τὸ τοῦ λύχνου φῶς ἀποσβέσειας οὐκ ἔχον ἀποχρῶσαν τῆς ὕλης τὴν χορηγίαν, ὡς διαρκῆ εἶναι πρὸς τὸ ἀντιπνέον· οὐ γὰρ ἀπʼ ἰσχυρᾶς, οἶμαι, τῆς ῥίζης ἀνεφύετο.
因为在同一股风吹袭下,你可以把火煽旺,通过吹气在短时间内使其变得更大,却会把灯火熄灭,因为灯火没有充足的基质供应,无法持久抵抗逆风;因为我认为,它并不是从强固的根基中生长出来的。
§36Ἀνάχαρσις
ταυτὶ μέν, ὦ Σόλων, οὐ πάνυ συνίημι· λεπτότερα γὰρ ἢ κατʼ ἐμὲ εἴρηκας, ἀκριβοῦς τινος φροντίδος καὶ διανοίας ὀξὺ δεδορκυίας δεόμενα.
阿纳卡尔西斯索伦,这些话我并不十分明白;因为你所说的事情对我来说过于深奥,需要某种精密的思考和敏锐的洞察力。
ἐκεῖνο δέ μοι πάντως εἰπέ, τίνος ἕνεκα οὐχὶ καὶ ἐν τοῖς ἀγῶσι τοῖς Ὀλυμπίασι καὶ Ἰσθμοῖ καὶ Πυθοῖ καὶ τοῖς ἄλλοις, ὁπότε πολλοί, ὡς φής, συνίασιν ὀψόμενοι τοὺς νέους ἀγωνιζομένους, οὐδέποτε ἐν ὅπλοις ποιεῖσθε τὴν ἅμιλλαν, ἀλλὰ γυμνοὺς εἰς τὸ μέσον παραγαγόντες λακτιζομένους καὶ παιομένους ἐπιδείκνυτε καὶ νικήσασι μῆλα καὶ κότινον δίδοτε;
但请务必告诉我这一点:究竟出于什么原因,在奥林匹亚、地峡、皮托等竞技会上,正如你所说,当许多人聚集在一起来观看年轻人竞争时,你们却从未举行过武器比赛,而是把他们赤裸裸地带到场中央,展示他们互相踢打,并给胜利者苹果和野生橄榄枝呢?
ἄξιον γὰρ εἰδέναι τοῦτό γε, οὗτινος ἕνεκα οὕτω ποιεῖτε.
这确实值得了解,你们究竟为何要这样做。
Σόλων
ἡγούμεθα γάρ, ὦ Ἀνάχαρσι, τὴν εἰς τὰ γυμνάσια προθυμίαν οὕτως ἂν πλείω ἐγγενέσθαι αὐτοῖς, εἰ τοὺς ἀριστεύοντας ἐν τούτοις ἴδοιεν τιμωμένους καὶ ἀνακηρυττομένους ἐν μέσοις τοῖς Ἕλλησι.
索伦因为我们认为,阿纳卡尔西斯,如果年轻人们看到在这些活动中表现最杰出的人在所有希腊人中间受到尊重和宣布姓名,他们对体育锻炼的热情就会因此更加高涨。
καὶ διὰ τοῦτο ὡς εἰς τοσούτους ἀποδυσόμενοι εὐεξίας τε ἐπιμελοῦνται, ὡς μὴ αἰσχύνοιντο γυμνωθέντες, καὶ ἀξιονικότατον ἕκαστος αὑτὸν ἀπεργάζεται.
也正因为如此,作为要在这么多人面前赤身露体的人,他们注重身体的健康和优美,以免在裸露时感到羞耻,并且每个人都使自己变得最配得上胜利。
καὶ τὰ ἆθλα, ὥσπερ ἔμπροσθεν εἶπον, οὐ μικρά, ὁ ἔπαινος ὁ παρὰ τῶν θεατῶν καὶ τὸ ἐπισημότατον γενέσθαι καὶ δείκνυσθαι τῷ δακτύλῳ ἄριστον εἶναι τῶν καθʼ αὑτὸν δοκοῦντα.
而且正如我之前所说,这些奖赏绝非微小:来自观众的赞美,变得极其出名,以及被手指着,被认为是他那个时代最优秀的人。
τοιγάρτοι πολλοὶ τῶν θεατῶν, οἷς καθʼ ἡλικίαν ἔτι ἄσκησις, ἀπίασιν οὐ μετρίως ἐκ τῶν τοιούτων ἀρετῆς καὶ πόνων ἐρασθέντες.
因此,观众中许多年龄仍适合锻炼的人,在离开时都会对这种美德和劳苦产生非同寻常的向往。
ὡς εἴ γέ τις, ὦ Ἀνάχαρσι, τὸν τῆς εὐκλείας ἔρωτα ἐκβάλοι ἐκ τοῦ βίου, τί ἂν ἔτι ἀγαθὸν ἡμῖν γένοιτο, ἢ τίς ἄν τι λαμπρὸν ἐργάσασθαι ἐπιθυμήσειεν;
因为,阿纳卡尔西斯,如果有人把对名誉的热爱从生命中驱逐出去,我们还能有什么好事,或者谁还会渴望做出什么辉煌的成就呢?
νῦν δὲ καὶ ἀπὸ τούτων εἰκάζειν παρέχοιεν ἄν σοι, ὁποῖοι ἐν πολέμοις ὑπὲρ πατρίδος καὶ παίδων καὶ γυναικῶν καὶ ἱερῶν γένοιντʼ ἂν ὅπλα ἔχοντες οἱ κοτίνου πέρι καὶ μήλων γυμνοὶ τοσαύτην προθυμίαν εἰς τὸ νικᾶν εἰσφερόμενοι.
但现在,即便通过这些事情,也足以让你推测出,那些为了野生橄榄枝和苹果而赤身露体投入如此巨大的取胜热情的人,在手持武器、为了祖国、儿女、妻子和神殿进行战争时,会成为怎样的人。
§37Σόλων
καίτοι τί ἂν πάθοις, εἰ θεάσαιο καὶ ὀρτύγων καὶ ἀλεκτρυόνων ἀγῶνας παρʼ ἡμῖν καὶ σπουδὴν ἐπὶ τούτοις οὐ μικράν;
索伦然而,如果你在我们这里看到鹌鹑和公鸡的格斗,以及对此投入的非同小可的热忱,你会作何感想?
ἢ γελάσῃ δῆλον ὅτι, καὶ μάλιστα ἢν μάθῃς ὡς ὑπὸ νόμῳ αὐτὸ δρῶμεν καὶ προστέτακται πᾶσι τοῖς ἐν ἡλικίᾳ παρεῖναι καὶ ὁρᾶν τὰ ὄρνεα διαπυκτεύοντα μέχρι τῆς ἐσχάτης ἀπαγορεύσεως; ἀλλʼ οὐδὲ τοῦτο γελοῖον·
你显然会大笑,尤其是当你得知我们是依法律行事,并命令所有适龄者都必须在场,观看这些鸟儿一直搏斗到筋疲力尽为止。
ὑποδύεται γάρ τις ἠρέμα ταῖς ψυχαῖς ὁρμὴ εἰς τοὺς κινδύνους, ὡς μὴ ἀγεννέστεροι καὶ ἀτολμότεροι φαίνοιντο τῶν ἀλεκτρυόνων μηδὲ προαπαγορεύοιεν ὑπὸ τραυμάτων ἢ καμάτου ἤ του ἄλλου δυσχεροῦς.
但这同样不是滑稽的事;因为某种冲动会静静地潜入人们的心灵,促使他们奔向危险,从而使他们不至于显得比公鸡更卑劣懦弱,也不至于因伤痛、疲劳或其他困境而提前退缩。
τὸ δὲ δὴ ἐν ὅπλοις πειρᾶσθαι αὐτῶν καὶ ὁρᾶν τιτρωσκομένους — ἄπαγε·
但如果让他们在武装之下进行较量并看着他们受伤——那绝不可行!
θηριῶδες γὰρ καὶ δεινῶς σκαιὸν καὶ προσέτι γε ἀλυσιτελὲς ἀποσφάττειν τοὺς ἀρίστους καὶ οἷς ἄν τις ἄμεινον χρήσαιτο κατὰ τῶν δυσμενῶν.
因为屠杀最优秀的人,亦即那些本可以在对抗敌人时发挥更大作用的人,是野蛮的、极其愚蠢的,而且也是毫无益处的。