Humanitext Reader

ルキアノス · アナカルシス §35-37

鍛錬による体力の増大と闘志を高める競技の意義

11 / 12 箇所 · ギリシア語

要旨

アナカルシスはアテナイ人が若者に武器を持たせず裸で酷使することを疑問視するが、ソロンは体力は鍛えるほど増すものであり、競技会での名誉や闘鶏の観戦が若者の闘志を刺激し、武具を用いた殺し合いは無益であると反論する。

§35Ἀνάχαρσις εἶτα, ὦ Σόλων, σιδηροφορεῖν μὲν οὐδενὸς ἀναγκαίου ἕνεκα περιττὸν ὑμῖν δοκεῖ, καὶ τῶν ὅπλων φείδεσθε, ὡς μὴ διὰ χειρὸς ὄντα φθείροιτο, ἀλλὰ φυλάττετε ἀποκείμενα ὡς χρησόμενοι τότε, τῆς χρείας ἐπιστάσης·
Ἀνάχαρσις それなら、ソロンよ、何ら必要もないのに武器を帯びることは、あなた方には無駄なことに思われ、武器を惜しんで、手元にあって損なわれないようにし、むしろ、必要が生じたその時に使うつもりで、片付けて保管している。
τὰ δὲ σώματα τῶν νέων οὐδενὸς δεινοῦ ἐπείγοντος καταπονεῖτε παίοντες καὶ ὑπὸ τῶν ἱδρώτων καταναλίσκοντες, οὐ ταμιευόμενοι πρὸς τὸ ἀναγκαῖον τὰς ἀλκὰς αὐτῶν, ἀλλʼ εἰκῆ ἐν τῷ πηλῷ καὶ τῇ κόνει ἐκχέοντες;
しかし、若者たちの身体は、いかなる危機も迫っていないのに、殴り合ったり汗によって消耗させたりして酷使し、彼らの体力を必要な時のために温存せず、むしろ泥や埃の中に無駄に排出しているのですか。
Σόλων ἔοικας, ὦ Ἀνάχαρσι, τοιόνδε τι δυνάμεως πέρι ἐννοεῖν, ὡς οἴνῳ ἢ ὕδατι ἢ ἄλλῳ τῶν ὑγρῶν ὁμοίαν αὐτὴν οὖσαν.
Σόλων アナカルシスよ、お前は体力について、それがワインや水やその他の液体の類に似たものであるかのように考えているようだ。
δέδιας οὖν μὴ ὥσπερ ἐξ ἀγγείου κεραμεοῦ λάθῃ διαρρυεῖσα ἐν τοῖς πόνοις κᾆτα ἡμῖν κενὸν καὶ ξηρὸν οἴχηται τὸ σῶμα καταλιποῦσα ὑπὸ μηδενὸς ἔνδοθεν ἀναπληρούμενον.
それで、陶器の器から漏れ出るように、労苦の最中に気づかぬうちにそれが流れ去ってしまい、その後、内側から何も補充されないまま、我々にとって身体が空っぽで干からびて残されるのではないかと恐れているのだな。
τὸ δὲ οὐχ οὕτως ἔχει σοι, ἀλλὰ ὅσῳ τις ἂν αὐτὴν ἐξαντλῇ τοῖς πόνοις, τοσῷδε μᾶλλον ἐπιρρεῖ κατὰ τὸν περὶ τῆς Ὕδρας μῦθον, εἴ τινα ἤκουσας, ὡς ἀντὶ μιᾶς κεφαλῆς τμηθείσης δύʼ ἀεὶ ἄλλαι ἀνεφύοντο.
しかし、その実態はお前の考えているようではない。 むしろ、人が労苦によってそれを汲み出せば汲み出すほど、それだけ多く流れ込んでくるのだ。 ヒュドラに関する神話をもし聞いたことがあるなら、切り落とされた一本の首の代わりに、常に別の二本が生えてきたというあの話のようにな。
ἢν δὲ ἀγύμναστος ἐξ ἀρχῆς καὶ ἄτονος ᾖ μηδὲ διαρκῆ τὴν ὕλην ἔχῃ ὑποβεβλημένην, τότε ὑπὸ τῶν καμάτων βλάπτοιτο ἂν καὶ καταμαραίνοιτο, οἷόν τι ἐπὶ πυρὸς καὶ λύχνου γίγνεται.
しかし、もし最初から鍛えられておらず張りもなく、下に敷かれた十分な燃料を持っていないなら、その時には疲労によって損なわれ、衰え枯れてしまうだろう。 火やランプにおいて起こるのと同じようなことがな。
ὑπὸ γὰρ τῷ αὐτῷ φυσήματι τὸ μὲν πῦρ ἀνακαύσειας ἂν καὶ μεῖζον ἐν βραχεῖ ποιήσειας παραθήγων τῷ πνεύματι, καὶ τὸ τοῦ λύχνου φῶς ἀποσβέσειας οὐκ ἔχον ἀποχρῶσαν τῆς ὕλης τὴν χορηγίαν, ὡς διαρκῆ εἶναι πρὸς τὸ ἀντιπνέον·
なぜなら、同じ一吹きによって、火のほうは息で煽ることで燃え立たせ、短時間でより大きくすることができるが、ランプの光のほうは、逆風に対して持ちこたえるのに十分な燃料の供給がないために、吹き消してしまうだろう。
οὐ γὰρ ἀπʼ ἰσχυρᾶς, οἶμαι, τῆς ῥίζης ἀνεφύετο.
思うに、それは強い根から生じているのではないからだ。
§36Ἀνάχαρσις ταυτὶ μέν, ὦ Σόλων, οὐ πάνυ συνίημι·
Ἀνάχαρσις ソロンよ、これらのことは私にはよく理解できない。
λεπτότερα γὰρ ἢ κατʼ ἐμὲ εἴρηκας, ἀκριβοῦς τινος φροντίδος καὶ διανοίας ὀξὺ δεδορκυίας δεόμενα.
なぜなら、あなたが言ったことは私には細かすぎて、精密な考察と鋭く見通す知性を必要とするからだ。
ἐκεῖνο δέ μοι πάντως εἰπέ, τίνος ἕνεκα οὐχὶ καὶ ἐν τοῖς ἀγῶσι τοῖς Ὀλυμπίασι καὶ Ἰσθμοῖ καὶ Πυθοῖ καὶ τοῖς ἄλλοις, ὁπότε πολλοί, ὡς φής, συνίασιν ὀψόμενοι τοὺς νέους ἀγωνιζομένους, οὐδέποτε ἐν ὅπλοις ποιεῖσθε τὴν ἅμιλλαν, ἀλλὰ γυμνοὺς εἰς τὸ μέσον παραγαγόντες λακτιζομένους καὶ παιομένους ἐπιδείκνυτε καὶ νικήσασι μῆλα καὶ κότινον δίδοτε;
しかし、これだけはどうしても私に言ってくれ。 オリンピアやイストモス、ピュト、その他の競技会において、あなたの言うように、多くの人々が若者たちの競い合うのを見に集まるとき、なぜ決して武具をつけた競技をせず、むしろ裸で中央へ連れ出して、蹴り合ったり殴り合ったりするのを見せ物にし、勝者にはリンゴや野生のオリーブの冠を与えるのか。
ἄξιον γὰρ εἰδέναι τοῦτό γε, οὗτινος ἕνεκα οὕτω ποιεῖτε.
なぜそのようにするのか、これこそ知るに値することだ。
Σόλων ἡγούμεθα γάρ, ὦ Ἀνάχαρσι, τὴν εἰς τὰ γυμνάσια προθυμίαν οὕτως ἂν πλείω ἐγγενέσθαι αὐτοῖς, εἰ τοὺς ἀριστεύοντας ἐν τούτοις ἴδοιεν τιμωμένους καὶ ἀνακηρυττομένους ἐν μέσοις τοῖς Ἕλλησι.
Σόλων というのも、アナカルシスよ、これらにおいて最も優れた成績を収めた者たちが、ギリシア人たちの中央で称えられ、名前を布告されるのを見るなら、若者たちの中に体育に対する熱意がこのようにしてより多く生まれるだろうと我々は考えているからだ。
καὶ διὰ τοῦτο ὡς εἰς τοσούτους ἀποδυσόμενοι εὐεξίας τε ἐπιμελοῦνται, ὡς μὴ αἰσχύνοιντο γυμνωθέντες, καὶ ἀξιονικότατον ἕκαστος αὑτὸν ἀπεργάζεται.
そして、これゆえに、これほど多くの人々の前で裸になる者として、裸にされたときに恥ずかしくないように身体の健康に配慮し、各人が自分自身を最も勝利にふさわしい状態に仕上げるのだ。
καὶ τὰ ἆθλα, ὥσπερ ἔμπροσθεν εἶπον, οὐ μικρά, ὁ ἔπαινος ὁ παρὰ τῶν θεατῶν καὶ τὸ ἐπισημότατον γενέσθαι καὶ δείκνυσθαι τῷ δακτύλῳ ἄριστον εἶναι τῶν καθʼ αὑτὸν δοκοῦντα.
そして、前にも言ったように、その賞品は決して小さなものではない。 観客からの賛辞、最も有名になること、そして同世代の中で最も優れていると見なされて指で指し示されることだ。
τοιγάρτοι πολλοὶ τῶν θεατῶν, οἷς καθʼ ἡλικίαν ἔτι ἄσκησις, ἀπίασιν οὐ μετρίως ἐκ τῶν τοιούτων ἀρετῆς καὶ πόνων ἐρασθέντες.
それゆえに、観客のうち、年齢的にまだ鍛錬が可能な多くの人々は、こうしたことから徳と労苦に一通りでなく恋い焦がれて立ち去るのだ。
ὡς εἴ γέ τις, ὦ Ἀνάχαρσι, τὸν τῆς εὐκλείας ἔρωτα ἐκβάλοι ἐκ τοῦ βίου, τί ἂν ἔτι ἀγαθὸν ἡμῖν γένοιτο, ἢ τίς ἄν τι λαμπρὸν ἐργάσασθαι ἐπιθυμήσειεν;
なぜなら、アナカルシスよ、もし誰かが名誉に対する愛を人生から閉め出したなら、我々にそれ以上何の善いことが生じようか、あるいは誰が何か輝かしいことを成し遂げたいと望むだろうか。
νῦν δὲ καὶ ἀπὸ τούτων εἰκάζειν παρέχοιεν ἄν σοι, ὁποῖοι ἐν πολέμοις ὑπὲρ πατρίδος καὶ παίδων καὶ γυναικῶν καὶ ἱερῶν γένοιντʼ ἂν ὅπλα ἔχοντες οἱ κοτίνου πέρι καὶ μήλων γυμνοὶ τοσαύτην προθυμίαν εἰς τὸ νικᾶν εἰσφερόμενοι.
しかし今や、オリーブの枝やリンゴをめぐって、裸でこれほどまでの勝利への熱意を示す彼らが、武具を手にしたとき、祖国や子供たち、妻たち、そして神殿のために、戦争においていかに優れた働きをするか、これらのことからお前も推し量ることができるだろう。
§37Σόλων καίτοι τί ἂν πάθοις, εἰ θεάσαιο καὶ ὀρτύγων καὶ ἀλεκτρυόνων ἀγῶνας παρʼ ἡμῖν καὶ σπουδὴν ἐπὶ τούτοις οὐ μικράν;
Σόλων それにしても、我々のところでウズラや雄鶏の闘いと、それらに対する並々ならぬ熱意を目にしたら、お前はどうなることだろうか。
ἢ γελάσῃ δῆλον ὅτι, καὶ μάλιστα ἢν μάθῃς ὡς ὑπὸ νόμῳ αὐτὸ δρῶμεν καὶ προστέτακται πᾶσι τοῖς ἐν ἡλικίᾳ παρεῖναι καὶ ὁρᾶν τὰ ὄρνεα διαπυκτεύοντα μέχρι τῆς ἐσχάτης ἀπαγορεύσεως;
おそらく笑うに違いない。 とりわけ、我々が法律に基づいてこれを行っており、兵役に適した年齢の者全員に、そこに立ち会って、その鳥たちが極限の疲労に達するまで激しく闘うのを見るよう命じられていると知れば、なおさらだろう。
ἀλλʼ οὐδὲ τοῦτο γελοῖον·
しかし、これも決して滑稽なことではない。
ὑποδύεται γάρ τις ἠρέμα ταῖς ψυχαῖς ὁρμὴ εἰς τοὺς κινδύνους, ὡς μὴ ἀγεννέστεροι καὶ ἀτολμότεροι φαίνοιντο τῶν ἀλεκτρυόνων μηδὲ προαπαγορεύοιεν ὑπὸ τραυμάτων ἢ καμάτου ἤ του ἄλλου δυσχεροῦς.
というのも、魂の中に危険へと向かう衝動が静かに忍び込み、雄鶏たちよりも卑怯で臆病に見えないように、また傷や疲労、その他の困難によって途中で降伏してしまわないようにするためなのだから。
τὸ δὲ δὴ ἐν ὅπλοις πειρᾶσθαι αὐτῶν καὶ ὁρᾶν τιτρωσκομένους — ἄπαγε·
彼らを武具をつけて競わせ、傷つくのを見るというのは――とんでもないことだ。
θηριῶδες γὰρ καὶ δεινῶς σκαιὸν καὶ προσέτι γε ἀλυσιτελὲς ἀποσφάττειν τοὺς ἀρίστους καὶ οἷς ἄν τις ἄμεινον χρήσαιτο κατὰ τῶν δυσμενῶν.
というのも、最優秀の者たち、敵に対してより有効に使えるはずの者たちを屠ることは、野蛮でひどく不条理であり、さらに不利益なことだからだ。

語釈・文法注

  1. ¦p.v.4.p.58¦ὡς οἴνῳ ἢ ὕδατι ἢ ἄλλῳ τῶν ὑγρῶν ὁμοίαν αὐτὴν οὖσαν — 接続詞 ὡς を伴う対格分詞 οὖσαν は、直前の名詞 δυνάμεως(属格)ではなく、主節の動詞 ἐννοεῖν の目的語となる代名詞 αὐτήν(δύναμιν を指す)と性・数・格を一致させ、主観的な仮定や判断を表す述語的補語として機能している。
  2. §36λεπτότερα γὰρ ἢ κατʼ ἐμὲ εἴρηκας — 比較級 λεπτότερα に続く前置詞句 ἢ κατά +対格(ἐμέ)は、個人の理解能力や基準の限界を超えることを示す慣用的な比較表現で、「私の能力にふさわしい基準を超えて細かすぎる」という意味を表す。
  3. §36ὡς εἰς τοσούτους ἀποδυσόμενοι — 接続詞 ὡς と未来分詞 ἀποδυσόμενοι(ἀποδύω の中・受動相未来)の結合は、主体の意図や主観的な理由(「これほど大勢の人の前で服を脱ぐつもりで」)を提示している。
  4. ¦p.v.4.p.62¦τὸ δὲ δὴ ἐν ὅπλοις πειρᾶσθαι αὐτῶν καὶ ὁρᾶν τιτρωσκομένους — ἄπαγε· — 冠詞付き不定詞句 τὸ... πειρᾶσθαι... καὶ ὁρᾶν(「〜を競わせ、また〜を見ることは」)が文の主語として提示されているが、通常の述語動詞を置かずに強い忌避の叫びである間投詞的命令法 ἄπαγε(「退け」)で文が途切れ、ダッシュの後に理由を示す名詞文(θηριῶδες γάρ...)を続ける破格構文(anakoluthon)である。

この箇所を引用する

ルキアノス, アナカルシス §35-37. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg034.humanitext-grc2:35-37

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。