§38Σόλων
ἐπεὶ δὲ φής, ὦ Ἀνάχαρσι, καὶ τὴν ἄλλην Ἑλλάδα ἐπελεύσεσθαι, μέμνησο ἤν ποτε καὶ εἰς Λακεδαίμονα ἔλθῃς, μὴ καταγελάσαι μηδὲ ἐκείνων μηδὲ οἴεσθαι μάτην πονεῖν αὐτούς, ὁπόταν ἢ σφαίρας πέρι ἐν τῷ θεάτρῳ συμπεσόντες παίωσιν ἀλλήλους ἢ εἰς χωρίον εἰσελθόντες ὕδατι περιγεγραμμένον, εἰς φάλαγγα διαστάντες, τὰ πολεμίων ἀλλήλους ἐργάζωνται γυμνοὶ καὶ αὐτοί, ἄχρις ἂν ἐκβάλωσι τοῦ περιγράμματος τὸ ἕτερον σύνταγμα οἱ ἕτεροι, τοὺς κατὰ Λυκοῦργον οἱ καθʼ Ἡρακλέα ἢ ἔμπαλιν, συνωθοῦντες εἰς τὸ ὕδωρ·
索伦阿纳卡尔西斯,既然你说自己也要游历希腊的其他地方,请记住,如果有一天你碰巧也到了拉刻代蒙(斯巴达),不要嘲笑他们,也不要认为他们是在徒劳地经受劳苦——每当他们为了球而在剧场中冲突殴打,或者进入一处由水环绕的地方,排成方阵,彼此进行敌对的行为(他们自己也是赤裸着的),直到一方将另一方驱逐出界外,即赫拉克勒斯派的将吕库古派的(或相反)推进水里。
τὸ γὰρ ἀπὸ τούτου εἰρήνη λοιπὸν καὶ οὐδεὶς ἂν ἔτι παίσειε.
因为在这之后,剩下的时间便是和平,没有人会再动手殴打。
μάλιστα δὲ ἢν ὁρᾷς μαστιγουμένους αὐτοὺς ἐπὶ τῷ βωμῷ καὶ αἵματι ῥεομένους, πατέρας δὲ καὶ μητέρας παρεστώσας οὐχ ὅπως ἀνιωμένας ἐπὶ τοῖς γιγνομένοις ἀλλὰ καὶ ἀπειλούσας, εἰ μὴ ἀντέχοιεν πρὸς τὰς πληγάς, καὶ ἱκετευούσας ἐπὶ μήκιστον διαρκέσαι πρὸς τὸν πόνον καὶ ἐγκαρτερῆσαι τοῖς δεινοῖς.
特别是当你看到他们在祭坛旁被鞭笞、血流如注,而父母站在一旁不仅不为所发生的事感到痛苦,甚至还威胁他们,如果不承受住鞭打,并恳求他们尽可能长久地在痛苦中坚持下去,在艰难中忍耐。
πολλοὶ γοῦν καὶ ἐναπέθανον τῷ ἀγῶνι μὴ ἀξιώσαντες ἀπαγορεῦσαι ζῶντες ἔτι ἐν ὀφθαλμοῖς τῶν οἰκείων μηδὲ εἶξαι τοῖς σώμασιν·
无论如何,确实有许多人在竞争中死去了,因为他们不屑于在亲人眼前活着认输,也不屑于向自己的身体屈服。
ὧν καὶ τοὺς ἀνδριάντας ὄψει τιμωμένους δημοσίᾳ ὑπὸ τῆς Σπάρτης ἀνασταθέντας.
斯巴达公开发表他们的荣誉,并为他们树立起雕像,你也会看到的。
Ὅταν τοίνυν ὁρᾷς κἀκεῖνα, μήτε μαίνεσθαι ὑπολάβῃς αὐτοὺς μήτε εἴπῃς, ὡς οὐδεμιᾶς ἕνεκα αἰτίας ἀναγκαίας ταλαιπωροῦσι, μήτε τυράννου βιαζομένου μήτε πολεμίων διατιθέντων.
因此,当你看到那些事情时,既不要以为他们疯了,也不要说他们是在没有任何必要原因的情况下受苦,当时并没有僭主逼迫他们,也没有敌人施加折磨。
εἴποι γὰρ ἄν σοι καὶ ὑπὲρ ἐκείνων Λυκοῦργος ὁ νομοθέτης αὐτῶν πολλὰ τὰ εὔλογα καὶ ἃ συνιδὼν κολάζει αὐτούς, οὐκ ἐχθρὸς ὢν οὐδὲ ὑπὸ μίσους αὐτὸ δρῶν οὐδὲ τὴν νεολαίαν τῆς πόλεως εἰκῆ παραναλίσκων, ἀλλὰ καρτερικωτάτους καὶ παντὸς δεινοῦ κρείττονας ἀξιῶν εἶναι τοὺς σώζειν μέλλοντας τὴν πατρίδα.
因为他们的立法者吕库古也会代表他们向你陈述许多合情合理的理由,并且他是因为看清了这些理由才惩罚他们的,他既不是作为敌人,也不是出于仇恨而做这件事,更不是无端消耗城邦的青年,而是要求那些将要拯救祖国的人成为最能坚忍、战胜一切艰险的人。
καίτοι κἂν μὴ ὁ Λυκοῦργος εἴπῃ, ἐννοεῖς, οἶμαι, καὶ αὐτὸς ὡς οὐκ ἄν ποτε ληφθεὶς ὁ τοιοῦτος ἐν πολέμῳ ἀπόρρητόν τι ἐξείποι τῆς Σπάρτης αἰκιζομένων τῶν ἐχθρῶν, ἀλλὰ καταγελῶν αὐτῶν μαστιγοῖτο ἂν ἁμιλλώμενος πρὸς τὸν παίοντα, ὁπότερος ἀπαγορεύσειεν.
而且,即使吕库古不这样说,我想你自己也能领会到,这样的人如果在战争中被俘,在敌人拷问时绝不会泄露任何斯巴达的机密,而是会嘲笑他们,在鞭笞中与击打者竞争谁先退缩。
§39Ἀνάχαρσις
ὁ Λυκοῦργος δὲ καὶ αὐτός, ὦ Σόλων, ἐμαστιγοῦτο ἐφʼ ἡλικίας, ἢ ἐκπρόθεσμος ὢν ἤδη τοῦ ἀγῶνος ἀσφαλῶς τὰ τοιαῦτα ἐνεανιεύσατο;
阿纳卡尔西斯索伦,吕库古自己年轻时也挨过鞭笞吗? 还是说他当时已经过了竞争的年龄,便安全地制定了这样严酷的法律?
Σόλων
πρεσβύτης ἤδη ὢν ἔγραψε τοὺς νόμους αὐτοῖς Κρήτηθεν ἀφικόμενος.
索伦他当时已经是个老人,从克里特岛回来后为他们写下了法律。
ἀποδεδημήκει δὲ παρὰ τοὺς Κρῆτας, ὅτι ἤκουεν εὐνομωτάτους εἶναι, Μίνωος τοῦ Διὸς νομοθετήσαντος ἐν αὐτοῖς.
他曾前往克里特人那里,因为他听说他们治理得最好,是宙斯之子米诺斯在他们中间立法的。
Ἀνάχαρσις
τί οὖν, ὦ Σόλων, οὐχὶ καὶ σὺ ἐμιμήσω Λυκοῦργον καὶ μαστιγοῖς τοὺς νέους;
阿纳卡尔西斯那么,索伦,你为什么不也效仿吕库古来鞭笞年轻人呢?
καλὰ γὰρ καὶ ταῦτα καὶ ἄξια ὑμῶν ἐστιν.
因为这些事情也是优美的,且配得上你们。
Σόλων
ὅτι ἡμῖν ἱκανά, ὦ Ἀνάχαρσι, ταῦτα τὰ γυμνάσια οἰκεῖα ὄντα· ζηλοῦν δὲ τὰ ξενικὰ οὐ πάνυ ἀξιοῦμεν.
索伦阿纳卡尔西斯,因为对我们来说,这些属于我们自己的体育锻炼已经足够了;我们并不十分希望效仿外国的习惯。
Ἀνάχαρσις
οὔκ;
阿纳卡尔西斯不吗?
ἀλλὰ συνίης, οἶμαι, οἷόν τί ἐστι μαστιγοῦσθαι γυμνὸν ἄνω τὰς χεῖρας ἐπαίροντα μηδενὸς ἕνεκα ὠφελίμου ἢ αὐτῷ ἑκάστῳ ἢ κοινῇ τῇ πόλει.
但我想你也明白,赤身裸体、高举双手挨鞭子,对个人自己还是对城邦公共都没有任何用处,这是怎样一种事情。
ὡς ἔγωγε ἤν ποτε ἐπιδημήσω τῇ Σπάρτῃ καθʼ ὃν καιρὸν ταῦτα δρῶσι, δοκῶ μοι τάχιστα καταλευσθήσεσθαι δημοσίᾳ πρὸς αὐτῶν, ἐπιγελῶν ἑκάστοις, ὁπόταν ὁρῶ τυπτομένους καθάπερ κλέπτας ἢ λωποδύτας ἤ τι ἄλλο τοιοῦτον ἐργασαμένους.
因为对我来说,如果有一天在他们做这些事情的时候我逗留在斯巴达,我想我很快就会被他们公开用石头砸死,因为每当看到他们像小偷、割包皮的(扒手)或犯了其他类似罪行的人那样被抽打时,我都会嘲笑他们每一个人。
ἀτεχνῶς γὰρ ἐλλεβόρου δεῖσθαί μοι δοκεῖ ἡ πόλις αὐτῶν καταγέλαστα ὑφʼ αὑτῆς πάσχουσα.
说真的,他们的城邦在我看来完全需要服用藜芦(疯药),因为它让自己承受这样可笑的事情。
§40Σόλων
μὴ ἐρήμην, ὦ γενναῖε, μηδὲ τῶν ἀνδρῶν ἀπόντων μόνος αὐτὸς λέγων οἴου κρατεῖν·
索伦高尚的朋友,不要在人们缺席的时候,只靠自己一个人说就以为获胜了。
ἔσται γάρ τις ὁ καὶ ὑπὲρ ἐκείνων σοι τὰ εἰκότα ἐν Σπάρτῃ ἀντερῶν.
因为在斯巴达会有代表他们向你进行合理论辩的人。
πλὴν ἀλλὰ ἐπείπερ ἐγὼ τὰ ἡμέτερά σοι διεξελήλυθα, σὺ δὲ οὐ πάνυ ἀρεσκομένῳ αὐτοῖς ἔοικας, οὐκ ἄδικα αἰτήσειν ἔοικα παρὰ σοῦ ὡς καὶ αὐτὸς ἐν τῷ μέρει διεξέλθῃς πρός με ὃν τρόπον ὑμεῖς οἱ Σκύθαι διασκεῖτε τοὺς νέους τοὺς παρʼ ὑμῖν καὶ οἷστισι γυμνασίοις ἀνατρέφετε καὶ ὅπως ὑμῖν ἄνδρες ἀγαθοὶ γίγνονται.
不过,既然我已经向你详细讲述了我们的事情,而你似乎并不十分满意,那么我要求你作为轮流,也向我详细说明你们斯基泰人是如何锻炼你们那里的年轻人的,用什么体育项目抚养他们,以及他们如何成为你们的优秀男子的,这似乎并无不公。
Ἀνάχαρσις
δικαιότατα μὲν οὖν, ὦ Σόλων, καὶ ἔγωγε διηγήσομαι τὰ Σκυθῶν νόμιμα, οὐ σεμνὰ ἴσως οὐδὲ καθʼ ὑμᾶς, οἵ γε οὐδὲ κατὰ κόρρης παταχθῆναι τολμήσαιμεν ἂν μίαν πληγήν·
阿纳卡尔西斯正因如此,极其公平,索伦,我也要讲述斯基泰人的规矩。
δειλοὶ γάρ ἐσμεν· ἀλλὰ εἰρήσεταί γε ὁποῖα ἂν ᾖ.
它们也许不那么高雅,也不符合你们的作风,因为我们甚至不敢让脸颊挨上一下耳光(因为我们是懦夫);但无论它们如何,我都会说出来。
εἰς αὔριον μέντοι, εἰ δοκεῖ, ὑπερβαλώμεθα τὴν συνουσίαν, ὡς ἅ τε αὐτὸς ἔφης ἔτι μᾶλλον ἐννοήσαιμι καθʼ ἡσυχίαν ἅ τε χρὴ εἰπεῖν συναγάγοιμι τῇ μνήμῃ ἐπελθών.
不过,如果可以的话,我们把这次交谈推迟到明天吧,这样我可以更从容地思考你刚才所说的话,并在脑海中整理我想说的内容。
τὸ δὲ νῦν ἔχον ἀπίωμεν ἐπὶ τούτοις· ἑσπέρα γὰρ ἤδη.
至于现在,我们就在此基础上散去吧,因为天已经黑了。