§32Ἀνάχαρσις
ἢ τὰς πανοπλίας ἐκείνας τότε ἀναλήψεσθε τὰς τῶν κωμῳδῶν τε καὶ τραγῳδῶν, καὶ ἢν προτεθῇ ὑμῖν ἔξοδος, ἐκεῖνα τὰ κράνη περιθήσεσθε τὰ κεχηνότα, ὡς φοβερώτεροι εἴητε τοῖς ἐναντίοις μορμολυττόμενοι αὐτούς, καὶ ὑποδήσεσθε τὰ ὑψηλὰ ἐκεῖνα δηλαδή·
阿纳卡尔西斯 “或者,到那时你们会穿上喜剧和悲剧演员的那些全套铠甲,如果你们要出征,就会戴上那些张着大嘴的头盔,以便通过吓唬对手而显得更加可怕,而且你们当然还会穿上那种高帮靴?
φεύγουσί τε γάρ, ἢν δέῃ, κοῦφα, καὶ ἢν διώκητε, ἄφυκτα τοῖς πολεμίοις ἔσται, ὑμῶν οὕτω μεγάλα διαβαινόντων ἐπʼ αὐτούς.
因为如果需要逃跑,它们很轻便;而如果你们追击,由于你们迈着如此大的步子向敌人逼近,敌人将无处可逃。
ἀλλʼ ὅρα μὴ ταῦτα μὲν ὑμῖν τὰ κομψὰ λῆρος ᾖ καὶ παιδιὰ ἄλλως καὶ διατριβαὶ ἀργοῦσι καὶ ῥᾳθυμεῖν ἐθέλουσι τοῖς νεανίσκοις.
但是,要注意不要让你们的这些漂亮玩意儿变成了废话,以及纯粹是那些无所事事、只想图舒服的年轻人的游戏和消磨时光的消遣。
εἰ δὲ βούλεσθε πάντως ἐλεύθεροι καὶ εὐδαίμονες εἶναι, ἄλλων ὑμῖν γυμνασίων δεήσει καὶ ἀσκήσεως ἀληθινῆς τῆς ἐν τοῖς ὅπλοις, καὶ ἡ ἅμιλλα οὐ πρὸς ἀλλήλους μετὰ παιδιᾶς, ἀλλὰ πρὸς τοὺς δυσμενεῖς ἔσται μετὰ κινδύνων μελετῶσι τὴν ἀρετήν.
但如果你们无论如何都想获得自由和幸福,你们将需要其他的体育锻炼和真正的训练——也就是武器训练,而且竞争不应该是彼此之间带着游戏的性质,而应该是面对敌人,在危险中磨练德行。
ὥστε ἀφέντας τὴν κόνιν καὶ τὸ ἔλαιον δίδασκε αὐτοὺς τοξεύειν καὶ ἀκοντίζειν μὴ κοῦφα διδοὺς τὰ ἀκόντια καὶ οἷα διαφέρεσθαι πρὸς τὸν ἄνεμον, ἀλλʼ ἔστω λόγχη βαρεῖα μετὰ συριγμοῦ ἑλιττομένη καὶ λίθος χειροπληθὴς καὶ σάγαρις καὶ γέρρον ἐν τῇ ἀριστερᾷ καὶ θώραξ καὶ κράνος.
因此,丢开尘土和油,教他们射箭和投枪吧,不要给他们轻飘飘的、容易被风吹走的标枪,而是要给他们发出呼啸声旋转飞行的重枪,还有盈手的石块、战斧,左臂上的皮盾,以及胸甲和头盔。
§33Ἀνάχαρσις
ὡς δὲ νῦν ἔχετε, θεῶν τινος εὐμενείᾳ σώζεσθαί μοι δοκεῖτε, οἳ μηδέπω ἀπολώλατε ὑπό τινων ὀλίγων ψιλῶν ἐπιπεσόντων.
阿纳卡尔西斯以你们现在的状况,在我看来,由于神明的眷顾,你们才得以保全,你们至今还没有因为遭到少数轻装步兵的袭击而灭亡。
ἰδού γέ τοι ἢν σπασάμενος τὸ μικρὸν τοῦτο ξιφίδιον τὸ παρὰ τὴν ζώνην μόνος ἐπεισπέσω τοῖς νέοις ὑμῶν ἅπασιν, αὐτοβοεὶ ἂν ἕλοιμι τὸ γυμνάσιον φυγόντων ἐκείνων καὶ οὐδενὸς ἀντιβλέπειν τῷ σιδήρῳ τολμῶντος, ἀλλὰ περὶ τοὺς ἀνδριάντας ἂν περιιστάμενοι καὶ περὶ τοὺς κίονας κατακρυπτόμενοι γέλωτα ἄν μοι παράσχοιεν δακρύοντες οἱ πολλοὶ καὶ τρέμοντες.
瞧啊,如果我拔出腰带旁的这把小短剑,独自一人冲向你们所有的年轻人,在他们逃跑而无一人敢直面刀锋时,我只需一声大喊就能占领这个体育场,而他们大多数人会围在雕像旁、躲在柱子后面,哭泣和发抖,给我留下笑柄。
καὶ τότʼ ἂν ἴδοις οὐκέτι ἐρυθριῶντας αὐτοὺς τὰ σώματα οἷοι νῦν εἰσιν, ἀλλὰ ὠχροὶ ἅπαντες αὐτίκα γένοιντʼ ἂν ὑπὸ τοῦ δέους μεταβαφέντες.
到那时,你将看到他们的身体不再像现在这样红润,而是所有人都会立刻因为恐惧而变色,变得面色苍白。
οὕτως ὑμᾶς ἡ εἰρήνη διατέθεικε βαθεῖα οὖσα, ὡς μὴ ἂν ῥᾳδίως ἀνασχέσθαι λόφον ἕνα κράνους πολεμίου ἰδόντας.
深厚的和平已经把你们塑造成了这种状态,以至于你们甚至无法轻易忍受看到敌人头盔上的一个羽冠。
§34Σόλων
οὐ ταῦτα ἔφασαν, ὦ Ἀνάχαρσι, Θρᾳκῶν τε ὅσοι μετʼ Εὐμόλπου ἐφʼ ἡμᾶς ἐστράτευσαν καὶ αἱ γυναῖκες ὑμῶν αἱ μετὰ Ἱππολύτης ἐλάσασαι ἐπὶ τὴν πόλιν οὐδὲ οἱ ἄλλοι ὅσοι ἡμῶν ἐν ὅπλοις ἐπειράθησαν.
索伦阿纳卡尔西斯,那些与尤摩尔普斯一起征讨我们的色雷斯人,以及与希波吕忒一起向我们城邦进军的你们的女人,还有其他在武装冲突中领教过我们实力的所有人,可没有说过这样的话。
ἡμεῖς γάρ, ὦ μακάριε, οὐκ ἐπείπερ οὕτω γυμνὰ τὰ σώματα ἐκπονοῦμεν τῶν νέων, διὰ τοῦτο καὶ ἄνοπλα ἐξάγομεν ἐπὶ τοὺς κινδύνους, ἀλλʼ ἐπειδὰν καθʼ αὑτοὺς ἄριστοι γένωνται, ἀσκοῦνται τὸ μετὰ τοῦτο σὺν τοῖς ὅπλοις, καὶ πολὺ ἄμεινον χρήσαιντʼ ἂν αὐτοῖς οὕτω διακείμενοι.
因为,我幸福的朋友,我们并不会因为这样训练年轻人裸露的身体,就让他们不带武器地去冒险,而是在他们自身达到最优秀状态之后,接下来便让他们用武器进行训练,在处于这种状态下,他们能更出色地使用武器。
Ἀνάχαρσις
καὶ ποῦ τοῦτο ὑμῖν ἐστι τὸ γυμνάσιον τὸ ἐν τοῖς ὅπλοις;
阿纳卡尔西斯那么,你们这种使用武器的训练场在哪里呢?
οὐ γὰρ εἶδον ἔγωγε ἐν τῇ πόλει τοιοῦτον οὐδέν, ἅπασαν αὐτὴν ἐν κύκλῳ περιελθών.
因为我走遍了整个城邦,也没有在这里看到任何这样的东西。
Σόλων
ἀλλὰ ἴδοις ἄν, ὦ Ἀνάχαρσι, ἐπὶ πλέον ἡμῖν συνδιατρίψας, καὶ ὅπλα ἑκάστῳ μάλα πολλά, οἷς χρώμεθα ὁπόταν ἀναγκαῖον ᾖ, καὶ λόφους καὶ φάλαρα καὶ ἵππους, καὶ ἱππέας σχεδὸν τὸ τέταρτον τῶν πολιτῶν.
索伦但是,阿纳卡尔西斯,如果你与我们相处得更久一些,你就会看到了。 每个人都有非常多的武器,我们在需要时便会使用,还有羽冠、马饰、战马,以及几乎占公民四分之一的骑兵。
τὸ μέντοι ὁπλοφορεῖν ἀεὶ καὶ ἀκινάκην παρεζῶσθαι περιττὸν ἐν εἰρήνῃ οἰόμεθα εἶναι, καὶ πρόστιμόν γʼ ἔστιν, ὅστις ἐν ἄστει σιδηροφοροίη μηδὲν δέον ἢ ὅπλα ἐξενέγκοι εἰς τὸ δημόσιον. ὑμεῖς δὲ συγγνωστοὶ ἐν ὅπλοις ἀεὶ βιοῦντες·
然而,我们认为在和平时期总是携带武器并将短剑佩戴在腰间是多余的,实际上,任何人在城市里无端携带铁器或将武器带入公共场所都会受到处罚。
τό τε γὰρ ἐν ἀφράκτῳ οἰκεῖν ῥᾴδιον εἰς ἐπιβουλήν, καὶ οἱ πόλεμοι μάλα πολλοί, καὶ ἄδηλον ὁπότε τις ἐπιστὰς κοιμώμενον κατασπάσας ἀπὸ τῆς ἁμάξης φονεύσειεν· ἥ τε πρὸς ἀλλήλους ἀπιστία, αὐθαιρέτως καὶ μὴ ἐν νόμῳ συμπολιτευομένων, ἀναγκαῖον ἀεὶ τὸν σίδηρον ποιεῖ, ὡς πλησίον εἶναι ἀμυνοῦντα, εἴ τις βιάζοιτο.
但你们总是生活在武装之中是可以理解的;因为住在没有防备的地方很容易遭到阴谋袭击,战争也极多,谁也说不准什么时候有人会来到一个睡着的人面前,把他从马车上拖下来杀掉;而且你们彼此之间的不信任,因为你们是自愿聚居而非在法律下共同生活,这使得铁器总是必不可少的,以便在有人施加暴力时能随时用于自卫。 ”