Humanitext Reader

琉善 · 阿纳哈西斯或体育 §28-31

泥尘训练的功用与战场实用性之辩

第 9 段,共 12 段 · 希腊语

内容简介

索伦解释了在体育场里用泥土和尘土进行训练如何能强健体魄并为实际战斗做准备,而阿纳卡尔西斯则讽刺地质疑,这种摔跤技巧和晒黑的身体在真正的战争中是否真的有效。

§28Σόλων ὁ πηλὸς δὲ καὶ ἡ κόνις, ἅπερ σοι γελοιότερα ἐξ ἀρχῆς ἔδοξεν, ἄκουσον, ὦ θαυμάσιε, ὅτου ἕνεκα ὑποβέβληται.
索伦 “至于泥土和尘土,它们起初在你看来颇为荒谬,但我奇异的朋友,请听我解释为什么它们被置于此。
πρῶτον μέν, ὡς μὴ ἐπὶ τὸ κραταιὸν ἡ πτῶσις αὐτοῖς γίγνοιτο, ἀλλʼ ἐπὶ τὸ μαλακὸν ἀσφαλῶς πίπτοιεν·
首先,这是为了让他们的跌倒不至于落在坚硬的地面上,而是能安全地落在柔软的地方。
ἔπειτα καὶ τὸν ὄλισθον ἀνάγκη πλείω γίγνεσθαι, ἱδρούντων ἐν τῷ πηλῷ, ὃ σὺ ταῖς ἐγχέλεσιν εἴκαζες, οὐκ ἀχρεῖον οὐδὲ γελοῖον ὄν, ἀλλὰ καὶ τοῦτο εἰς ἰσχὺν καὶ τόνον οὐκ ὀλίγα συντελεῖ, ὁπόταν οὕτως ἐχόντων ἀλλήλων ἀναγκάζωνται ἐγκρατῶς ἀντιλαμβάνεσθαι καὶ συνέχειν διολισθάνοντας·
其次,当他们在泥土中出汗时,必然会产生更大的滑溜感——你曾将其比作鳗鱼——这既非无用也非荒谬,相反,这也极大地有助于增强力量和耐力。 因为当他们处于这种状态时,他们被迫要牢牢地抓住并控制住那些正在滑脱的人。
αἴρεσθαί τε ἐν πηλῷ ἱδρωκότα μετʼ ἐλαίου, ἐκπεσεῖν καὶ διαρρυῆναι τῶν χειρῶν σπουδάζοντα, μὴ μικρὸν εἶναι νόμιζε.
不要认为,在泥土中抱起一个涂了油出汗、并极力挣脱和滑出双手的人是一件轻而易举的事。
καὶ ταῦτα πάντα, ὥσπερ ἔφην ἔμπροσθεν, εἰς τοὺς πολέμους καὶ χρήσιμα, εἰ δέοι φίλον τρωθέντα ῥᾳδίως ἀράμενον ὑπεξενεγκεῖν ἢ καὶ πολέμιον συναρπάσαντα ἥκειν μετέωρον κομίζοντα.
所有这些,正如我前面所说,在战争中也是有用的,如果需要抱起并抬走受伤的朋友,或者需要将抢夺过来的敌人高高举起并带回来。
καὶ διὰ τοῦτο εἰς ὑπερβολὴν ἀσκοῦμεν, τὰ χαλεπώτερα προτιθέντες ὡς τὰ μικρότερα μακρῷ εὐκολώτερον φέροιεν.
正是为了这个目的,我们才进行超乎常规的训练,提出更困难的任务,以便他们能更轻易地承受小得多的负担。
§29Σόλων τὴν μέντοι κόνιν ἐπὶ τὸ ἐναντίον χρησίμην οἰόμεθα εἶναι, ὡς μὴ διολισθάνοιεν συμπλεκόμενοι.
索伦然而,我们认为尘土对于相反的目的是有用的,以便他们在交手时不会滑脱。
ἐπειδὰν γὰρ ἐν τῷ πηλῷ ἀσκηθῶσιν συνέχειν τὸ διαδιδρᾶσκον ὑπὸ γλισχρότητος, ἐθίζονται ἐκφεύγειν αὐτοὶ ληφθέντες ἐκ τῶν χειρῶν, καὶ ταῦτα ἐν ἀφύκτῳ ἐχόμενοι.
因为当他们在泥土中接受了抑制因滑溜而逃脱者的训练时,他们自己被抓住时也会习惯于从双手里逃脱,尤其是在被无法逃脱的姿势所控制的时候。
καὶ μὴν καὶ τὸν ἱδρῶτα συνέχειν δοκεῖ ἡ κόνις ἀθρόον ἐκχεόμενον ἐπιπαττομένη, καὶ ἐπὶ πολὺ διαρκεῖν ποιεῖ τὴν δύναμιν, καὶ κώλυμα γίγνεται μὴ βλάπτεσθαι ὑπὸ τῶν ἀνέμων ἀραιοῖς τότε καὶ ἀνεῳγόσιν τοῖς σώμασιν ἐμπιπτόντων.
此外,撒上尘土似乎能抑制一下子涌出的汗水,使他们的体力持久,并能防止当时处于松弛和张开状态的身体因受到风的吹袭而受损。
ἄλλως τε καὶ τὸν ῥύπον ἀποσμᾷ καὶ στιλπνότερον ποιεῖ τὸν ἄνδρα.
最重要的是,它能清除污垢,使人显得更加光彩照人。
καὶ ἔγωγε ἡδέως ἂν παραστησάμενος πλησίον τῶν τε λευκῶν τινα ἐκείνων καὶ ὑπὸ σκιᾷ δεδιῃτημένων καὶ ὃν ἂν ἕλῃ τῶν ἐν τῷ Λυκείῳ γυμναζομένων, ἀποπλύνας τὴν κόνιν καὶ τὸν πηλόν, ἐροίμην ἄν σε ποτέρῳ ἂν ὅμοιος εὔξαιο γενέσθαι·
我真想乐意地将那些白净且生活在阴凉处的某个人,与你从吕刻昂体育场里锻炼的人中挑选出的任何一个人并排站在一起,在洗去尘土和泥土之后,问你愿意成为他们中的哪一个。
οἶδα γὰρ ὡς αὐτίκα ἕλοιο ἂν ἐκ πρώτης προσόψεως, εἰ καὶ μὴ ἐπὶ τῶν ἔργων πειραθείης ἑκατέρου, συνεστηκὼς καὶ συγκεκροτημένος εἶναι μᾶλλον ἢ θρύπτεσθαι καὶ διαρρεῖν καὶ λευκὸς εἶναι ἀπορίᾳ καὶ φυγῇ εἰς τὰ εἴσω τοῦ αἵματος.
因为我知道,即便你不测试他们各自的实际表现,你也会在见到的第一眼立刻选择成为紧凑和结实的人,而不是选择成为那种软弱、懈怠,并且因血液向内退避而显得苍白的人。
§30Σόλων ταῦτʼ ἔστιν, ὦ Ἀνάχαρσι, ἃ τοὺς νέους ἡμεῖς ἀσκοῦμεν οἰόμενοι φύλακας ἡμῖν τῆς πόλεως ἀγαθοὺς γενέσθαι καὶ ἐν ἐλευθερίᾳ βιώσεσθαι διʼ αὐτούς, κρατοῦντες μὲν τῶν δυσμενῶν εἰ ἐπίοιεν, φοβεροὶ δὲ τοῖς περιοίκοις ὄντες, ὡς ὑποπτήσσειν τε καὶ ὑποτελεῖν ἡμῖν τοὺς πλείστους αὐτῶν.
索伦阿纳卡尔西斯,这些就是我们训练青年人的内容。 我们认为他们将成为我们城邦的优秀守护者,我们也将因他们而生活在自由中,如果敌人来袭,我们就战胜他们,并让邻近的人感到畏惧,以至于他们中的大多数人都会向我们屈服并纳贡。
ἐν εἰρήνῃ τε αὖ πολὺ ἀμείνοσιν αὐτοῖς χρώμεθα περὶ μηδὲν τῶν αἰσχρῶν φιλοτιμουμένοις μηδʼ ὑπʼ ἀργίας εἰς ὕβριν τρεπομένοις, ἀλλὰ περὶ τὰ τοιαῦτα διατρίβουσιν καὶ ἀσχόλοις οὖσιν ἐν αὐτοῖς.
同样,在和平时期,我们能任用更为优秀的他们,他们绝不为任何可耻的事去争夺名誉,也不会因为闲散而转向傲慢,而是将时间花在这些事情上并专注于此。
καὶ ὅπερ ἔφην τὸ κοινὸν ἀγαθὸν καὶ τὴν ἄκραν πόλεως εὐδαιμονίαν, τοῦτʼ ἔστιν, ὁπότε εἰς τε εἰρήνην καὶ εἰς πόλεμον τὰ ἄριστα παρεσκευασμένη φαίνοιτο ἡ νεότης περὶ τὰ κάλλιστα ἡμῖν σπουδάζοντες.
而我所说的共同的福祉和城邦的至高幸福就是指这一点:当青年人在和平与战争中都显得做好了最充分的准备,并为我们致力于最美善的事情时。
§31Ἀνάχαρσις οὐκοῦν, ὦ Σόλων, ἤν ποτε ὑμῖν ἐπίωσιν οἱ πολέμιοι, χρισάμενοι τῷ ἐλαίῳ καὶ κονισάμενοι πρόιτε καὶ αὐτοὶ πὺξ τὰς χεῖρας ἐπʼ αὐτοὺς προβεβλημένοι, κἀκεῖνοι δηλαδὴ ὑποπτήσσουσιν ὑμᾶς καὶ φεύγουσιν δεδιότες μὴ σφίσι κεχηνόσι πάσσητε τὴν ψάμμον εἰς τὸ στόμα ἢ περιπηδήσαντες, ὡς κατὰ νώτου γένησθε, περιπλέξητε αὐτοῖς τὰ σκέλη περὶ τὴν γαστέρα καὶ διάγχητε ὑπὸ τὸ κράνος ὑποβαλόντες τὸν πῆχυν.
阿纳卡尔西斯那么,索伦,如果有一天敌人来侵犯你们,你们自己也会涂上油、撒上尘土,握紧拳头迎着他们走去,而他们当然会畏惧你们并逃跑,害怕你们会把沙子撒进他们张开的嘴里,或者跳到他们身后,把双腿缠在他们的肚子上,把前臂伸进他们的头盔下勒死他们。
καὶ μὴ Δίʼ οἱ μὲν τοξεύσουσι δῆλον ὅτι καὶ ἀκοντιοῦσιν, ὑμῶν δὲ ὥσπερ ἀνδριάντων οὐ καθίξεται τὰ βέλη κεχρωσμένων πρὸς τὸν ἥλιον καὶ πολὺ τὸ αἷμα πεπορισμένων.
而且,凭着宙斯起誓,敌方显然会射箭和投枪,但那些飞弹绝不会伤到你们——那些在太阳下晒黑、体内蕴蓄着充沛血液的你们,就好像你们是雕像一般。
οὐ γὰρ καλάμη καὶ ἀθέρες ὑμεῖς ἐστε, ὡς τάχιστα ἐνδιδόναι πρὸς τὰς πληγάς, ἀλλὰ ὀψέ ποτε ἂν καὶ μόλις κατατεμνόμενοι βαθέσι τοῖς τραύμασιν αἷμα ὀλίγον ὑποδείξαιτε.
因为你们不是麦秸和麦芒,不会在一击之下就立刻屈服,而是会在很久之后,在被砍出深深的伤口时,才勉强流出一点点血。
τοιαῦτα γὰρ φής, εἰ μὴ πάνυ παρήκουσα τοῦ παραδείγματος.
你是这样说的吧,除非我完全听错了你的比喻。 ”

词汇与语法注释

  1. §28αἴρεσθαί — 此不定式用作接续的 `μὴ μικρὸν εἶναι νόμιζε` 的主语。该不定式的逻辑主语是泛指的某人,而宾格分词 `ἱδρωκότα` 则是 `αἴρεσθαι` 的直接宾语。
  2. §29καὶ ταῦτα — `καὶ ταῦτα` 是与分词(`ἐν ἀφύκτῳ ἐχόμενοι`)连用的惯用表达,意为“而且是在……”或“尤其是在……的时候”。
  3. §30σπουδάζοντες — 此阳性复数分词是“意义一致(constructio ad sensum)”的例子,其在意义上与语法上的阴性单数集合名词 `ἡ νεότης`(青年人)的复数概念相一致。
  4. §31ὑμῶν — 动词 `καθικνέομαι`(达到、伤害)要求其宾语为属格,因此 `ὑμῶν` 是 `οὐ καθίξεται` 的属格补足语。

引用这一段

琉善, 阿纳哈西斯或体育 §28-31. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg034.humanitext-grc2:28-31

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。