Humanitext Reader

ルキアノス · アナカルシス §32-34

武装訓練の必要性と平時の帯刀禁止の理由

10 / 12 箇所 · ギリシア語

要旨

アナカルシスはギリシアの体育を演劇の衣装や無益な遊びに例えて嘲笑し、実戦を想定した武装訓練の必要性を説くが、ソロンは身体訓練が武装戦闘の土台であり、アテナイでの平時の帯刀禁止には合理的な理由があると反論する。

§32Ἀνάχαρσις ἢ τὰς πανοπλίας ἐκείνας τότε ἀναλήψεσθε τὰς τῶν κωμῳδῶν τε καὶ τραγῳδῶν, καὶ ἢν προτεθῇ ὑμῖν ἔξοδος, ἐκεῖνα τὰ κράνη περιθήσεσθε τὰ κεχηνότα, ὡς φοβερώτεροι εἴητε τοῖς ἐναντίοις μορμολυττόμενοι αὐτούς, καὶ ὑποδήσεσθε τὰ ὑψηλὰ ἐκεῖνα δηλαδή·
Ἀνάχαρσις 「あるいは、あの喜劇や悲劇の役者たちが使うような武具を、そのときに身に付けるというのですか。 そして、もしあなた方に出陣が命じられるなら、敵にとってより恐ろしく見えるように彼らを脅かそうとして、あの口を大きく開けた兜を被り、そして、もちろん、あの背の高い靴を履くのでしょう。
φεύγουσί τε γάρ, ἢν δέῃ, κοῦφα, καὶ ἢν διώκητε, ἄφυκτα τοῖς πολεμίοις ἔσται, ὑμῶν οὕτω μεγάλα διαβαινόντων ἐπʼ αὐτούς.
なぜなら、もし逃げる必要があるなら、それらは軽快ですし、また、もしあなた方が追撃するなら、あなた方が彼らに向かってそのように大股で歩み寄るために、敵は決して逃れられないでしょうから。
ἀλλʼ ὅρα μὴ ταῦτα μὲν ὑμῖν τὰ κομψὰ λῆρος ᾖ καὶ παιδιὰ ἄλλως καὶ διατριβαὶ ἀργοῦσι καὶ ῥᾳθυμεῖν ἐθέλουσι τοῖς νεανίσκοις.
しかし、あなた方にとって、これらの見事な事柄がただの戯言であり、怠惰で気ままに過ごしたい若者たちの単なる遊びや時間潰しにすぎないのではないか、気をつけるがよい。
εἰ δὲ βούλεσθε πάντως ἐλεύθεροι καὶ εὐδαίμονες εἶναι, ἄλλων ὑμῖν γυμνασίων δεήσει καὶ ἀσκήσεως ἀληθινῆς τῆς ἐν τοῖς ὅπλοις, καὶ ἡ ἅμιλλα οὐ πρὸς ἀλλήλους μετὰ παιδιᾶς, ἀλλὰ πρὸς τοὺς δυσμενεῖς ἔσται μετὰ κινδύνων μελετῶσι τὴν ἀρετήν.
もしあなた方がどうしても自由で幸福でありたいと望むなら、あなた方には別の体育教育と、武具における真の訓練が必要となるであろう。 そして競争は、遊びを伴って互いに対してなされるのではなく、危険を伴って敵に対してなされるのであり、そうしてこそ彼らは徳を磨くのである。
ὥστε ἀφέντας τὴν κόνιν καὶ τὸ ἔλαιον δίδασκε αὐτοὺς τοξεύειν καὶ ἀκοντίζειν μὴ κοῦφα διδοὺς τὰ ἀκόντια καὶ οἷα διαφέρεσθαι πρὸς τὸν ἄνεμον, ἀλλʼ ἔστω λόγχη βαρεῖα μετὰ συριγμοῦ ἑλιττομένη καὶ λίθος χειροπληθὴς καὶ σάγαρις καὶ γέρρον ἐν τῇ ἀριστερᾷ καὶ θώραξ καὶ κράνος.
したがって、埃と油を捨て置いて、彼らに弓を引くこと、槍を投げることを教えよ。 風に流されるような軽い槍を与えるのではなく、むしろ、風切り音を立てて回転しながら飛ぶ重い槍とし、手いっぱいの石、そして戦闘斧、左手には盾、そして胸当てと兜を持たせるべきだ。
§33Ἀνάχαρσις ὡς δὲ νῦν ἔχετε, θεῶν τινος εὐμενείᾳ σώζεσθαί μοι δοκεῖτε, οἳ μηδέπω ἀπολώλατε ὑπό τινων ὀλίγων ψιλῶν ἐπιπεσόντων.
Ἀνάχαρσις しかし、現在のあなた方を見るに、何人かの少数の軽装兵が襲いかかってきただけで、いまだ滅ぼされていないというのは、ある神の恵みによって救われているのだと私には思われます。
ἰδού γέ τοι ἢν σπασάμενος τὸ μικρὸν τοῦτο ξιφίδιον τὸ παρὰ τὴν ζώνην μόνος ἐπεισπέσω τοῖς νέοις ὑμῶν ἅπασιν, αὐτοβοεὶ ἂν ἕλοιμι τὸ γυμνάσιον φυγόντων ἐκείνων καὶ οὐδενὸς ἀντιβλέπειν τῷ σιδήρῳ τολμῶντος, ἀλλὰ περὶ τοὺς ἀνδριάντας ἂν περιιστάμενοι καὶ περὶ τοὺς κίονας κατακρυπτόμενοι γέλωτα ἄν μοι παράσχοιεν δακρύοντες οἱ πολλοὶ καὶ τρέμοντες.
見よ、実際、もし私が帯の間にあるこの小さな短剣を抜き、一人であなた方の若者たち全員に襲いかかったなら、彼らが逃げ出す中で、私は鬨の声一つでその体育館を制圧できるでしょう。 そして誰一人、刃に立ち向かう勇気を持たず、むしろ彼らの多くは彫像の周りを取り巻き、柱の陰に隠れ、涙を流し震えながら、私に笑いを提供するでしょう。
καὶ τότʼ ἂν ἴδοις οὐκέτι ἐρυθριῶντας αὐτοὺς τὰ σώματα οἷοι νῦν εἰσιν, ἀλλὰ ὠχροὶ ἅπαντες αὐτίκα γένοιντʼ ἂν ὑπὸ τοῦ δέους μεταβαφέντες.
そしてそのとき、あなたは、現在のような、彼らの身体が赤みを帯びている様子を見ることはもはやなく、むしろ、恐ろしさのあまり瞬時に色を変え、全員が青ざめるのを見るでしょう。
οὕτως ὑμᾶς ἡ εἰρήνη διατέθεικε βαθεῖα οὖσα, ὡς μὴ ἂν ῥᾳδίως ἀνασχέσθαι λόφον ἕνα κράνους πολεμίου ἰδόντας.
長引く平和があなた方をこのような状態にしてしまったのであり、敵の兜の総毛を一つ見ただけで、容易には耐えられないほどです。
§34Σόλων οὐ ταῦτα ἔφασαν, ὦ Ἀνάχαρσι, Θρᾳκῶν τε ὅσοι μετʼ Εὐμόλπου ἐφʼ ἡμᾶς ἐστράτευσαν καὶ αἱ γυναῖκες ὑμῶν αἱ μετὰ Ἱππολύτης ἐλάσασαι ἐπὶ τὴν πόλιν οὐδὲ οἱ ἄλλοι ὅσοι ἡμῶν ἐν ὅπλοις ἐπειράθησαν.
Σόλων アナカルシスよ、エウモルポスとともに我らを襲ったトラキア人たちや、ヒッポリュテとともに都市へと進軍してきたあなた方の女たちや、あるいは武装した我々の実力を試した他のすべての人々は、そのようなことは言わなかった。
ἡμεῖς γάρ, ὦ μακάριε, οὐκ ἐπείπερ οὕτω γυμνὰ τὰ σώματα ἐκπονοῦμεν τῶν νέων, διὰ τοῦτο καὶ ἄνοπλα ἐξάγομεν ἐπὶ τοὺς κινδύνους, ἀλλʼ ἐπειδὰν καθʼ αὑτοὺς ἄριστοι γένωνται, ἀσκοῦνται τὸ μετὰ τοῦτο σὺν τοῖς ὅπλοις, καὶ πολὺ ἄμεινον χρήσαιντʼ ἂν αὐτοῖς οὕτω διακείμενοι.
なぜなら、幸いなる人よ、我々は、若者たちの身体をそのように裸で鍛えているからといって、そのために彼らを無防備のまま危険へと連れ出すわけではないからだ。 そうではなく、彼ら自身がそれぞれ最上の状態に達したとき、その次には武具を伴って訓練するのであり、このような状態にあれば、彼らははるかによく武具を使いこなすことができる。
Ἀνάχαρσις καὶ ποῦ τοῦτο ὑμῖν ἐστι τὸ γυμνάσιον τὸ ἐν τοῖς ὅπλοις;
Ἀνάχαρσις して、その武具を用いた訓練とやらは、あなた方のどこにあるのか。
οὐ γὰρ εἶδον ἔγωγε ἐν τῇ πόλει τοιοῦτον οὐδέν, ἅπασαν αὐτὴν ἐν κύκλῳ περιελθών.
私は都市を隈なく回ってみたが、そのようなものは何一つ見かけなかったぞ。
Σόλων ἀλλὰ ἴδοις ἄν, ὦ Ἀνάχαρσι, ἐπὶ πλέον ἡμῖν συνδιατρίψας, καὶ ὅπλα ἑκάστῳ μάλα πολλά, οἷς χρώμεθα ὁπόταν ἀναγκαῖον ᾖ, καὶ λόφους καὶ φάλαρα καὶ ἵππους, καὶ ἱππέας σχεδὸν τὸ τέταρτον τῶν πολιτῶν.
Σόλων いや、アナカルシスよ、我々とより長く時を過ごせば目にするだろう。 各人にきわめて多くの武具があり、我々は必要なときにそれらを用いる。 また、兜の総毛や馬の飾り、馬、そして市民のほぼ4分の1に達する騎兵も。
τὸ μέντοι ὁπλοφορεῖν ἀεὶ καὶ ἀκινάκην παρεζῶσθαι περιττὸν ἐν εἰρήνῃ οἰόμεθα εἶναι, καὶ πρόστιμόν γʼ ἔστιν, ὅστις ἐν ἄστει σιδηροφοροίη μηδὲν δέον ἢ ὅπλα ἐξενέγκοι εἰς τὸ δημόσιον.
しかし、常に武器を帯び、短剣を腰に下げることは、平和なときには無駄なことだと我々は考えている。 実際、必要もないのに市内で武器を帯びたり、公の場に武器を持ち出したりする者には、罰則があるのだ。
ὑμεῖς δὲ συγγνωστοὶ ἐν ὅπλοις ἀεὶ βιοῦντες·
君たちが常に武装して暮らしているのは無理もないことだが。
τό τε γὰρ ἐν ἀφράκτῳ οἰκεῖν ῥᾴδιον εἰς ἐπιβουλήν, καὶ οἱ πόλεμοι μάλα πολλοί, καὶ ἄδηλον ὁπότε τις ἐπιστὰς κοιμώμενον κατασπάσας ἀπὸ τῆς ἁμάξης φονεύσειεν·
防壁のない場所で暮らすことは襲撃を受けやすく、戦争も非常に多く、いつ誰かが襲いかかってきて、馬車から寝ている者を引きずり下ろして殺すかもわからないからだ。
ἥ τε πρὸς ἀλλήλους ἀπιστία, αὐθαιρέτως καὶ μὴ ἐν νόμῳ συμπολιτευομένων, ἀναγκαῖον ἀεὶ τὸν σίδηρον ποιεῖ, ὡς πλησίον εἶναι ἀμυνοῦντα, εἴ τις βιάζοιτο.
また、法に従わず自らの意志で共同生活を送っているがゆえの、互いに対する不信感も、不測の暴力に対して身を守るために、常に武器を身近に置くことを必要とさせているのだ。 」

語釈・文法注

  1. p.v.4.p.52ὅρα μὴ ... ᾖ — 注意を促す動詞 `ὅρα` の後に `μὴ` + 接続法(`ᾖ`)が続くことで、「〜ではないかと警戒せよ」「〜ではないかと懸念する」という強い忠告・懸念を表している。
  2. p.v.4.p.52μελετῶσι τὴν ἀρετήν — 現在分詞与格複数 `μελετῶσι` は、直前の名詞 `τοῖς δυσμενεῖς`(敵)に一致するのではなく、文脈上、訓練や競争の主体である若者たちを指す与格 `ὑμῖν` または `τοῖς νεανίσκοις` に論理的に一致している。
  3. p.v.4.p.52οἷα διαφέρεσθαι πρὸς τὸν ἄνεμον — 関係形容詞 `οἷος`(中性複数対格 `οἷα`)に不定詞が続くことで、性質や適合性を表し、「風に流されてしまうような(性質の)もの」という意味を表す。
  4. p.v.4.p.54ὡς μὴ ἂν ῥᾳδίως ἀνασχέσθαι — 結果の接合詞 `ὡς` + 否定辞 `μὴ` + 小辞 `ἄν` + 不定詞 `ἀνασχέσθαι` の構図。主節の `οὕτως` を承けて「〜なほどである」という結果を表すが、`ἄν` が伴うことで「(仮に見たとしても)容易には耐えられないであろうほどに」という潜在的・仮定的なニュアンスを帯びている。
  5. p.v.4.p.56ὅστις ἐν ἄστει σιδηροφοροίη — 一般関係代名詞 `ὅστις` に導かれる関係節内で、動詞が希求法(`σιδηροφοροίη`, `ἐξενέγκοι`)になっている。これは一般的・仮定的な条件を表し、法律や一般的な規則を記述する際によく用いられる用法である。

この箇所を引用する

ルキアノス, アナカルシス §32-34. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg034.humanitext-grc2:32-34

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。