§25Σόλων
ἐννοεῖς γάρ, οἶμαι, τὸ μετὰ τοῦτο, οἵους εἰκὸς σὺν ὅπλοις ἔσεσθαι τοὺς καὶ γυμνοὺς ἂν φόβον τοῖς δυσμενέσιν ἐμποιήσαντας, οὐ πολυσαρκίαν ἀργὸν καὶ λευκὴν ἢ ἀσαρκίαν μετὰ ὠχρότητος ἐπιδεικνυμένους οἷα γυναικῶν σώματα ὑπὸ σκιᾷ μεμαρασμένα, τρέμοντα ἱδρῶτί τε πολλῷ εὐθὺς ῥεόμενα καὶ ἀσθμαίνοντα ὑπὸ τῷ κράνει, καὶ μάλιστα ἢν καὶ ὁ ἥλιος ὥσπερ νῦν τὸ μεσημβρινὸν ἐπιφλέγῃ.
索伦 “我想,你明白接下来意味着什么:那些甚至在裸露时都能给敌人带来恐惧的人,一旦穿上盔甲,会成为怎样的战士。 他们绝不会像那些在阴凉处萎缩、如妇人般的身体一样,表现出懒散而白净的赘肉,或是伴随着苍白虚弱的消瘦,在头盔下颤抖、立刻流出大量汗水并气喘吁吁,尤其是当太阳像现在这样在中午炽热燃烧的时候。
οἷς τί ἄν τις χρήσαιτο διψῶσι καὶ τὸν κονιορτὸν οὐκ ἀνεχομένοις καὶ εἰ αἷμα ἴδοιεν, εὐθὺς ταραττομένοις καὶ προαποθνήσκουσι πρὶν ἐντὸς βέλους γενέσθαι καὶ εἰς χεῖρας ἐλθεῖν τοῖς πολεμίοις;
如果他们口渴、无法忍受尘土、一见血就立刻慌乱,甚至在进入箭程和与敌人交手之前就已经吓死,那么谁能派得上他们用场呢?
οὗτοι δὲ ἡμῖν ὑπέρυθροι εἰς τὸ μελάντερον ὑπὸ τοῦ ἡλίου κεχρωσμένοι καὶ ἀρρενωποί, πολὺ τὸ ἔμψυχον καὶ θερμὸν καὶ ἀνδρῶδες ἐπιφαίνοντες, τοσαύτης εὐεξίας ἀπολάμποντες, οὔτε ῥικνοὶ καὶ κατεσκληκότες οὔτε περιπληθεῖς εἰς βάρος, ἀλλὰ εἰς τὸ σύμμετρον περιγεγραμμένοι, τὸ μὲν ἀχρεῖον τῶν σαρκῶν καὶ περιττὸν τοῖς ἱδρῶσιν ἐξαναλωκότες, ὃ δὲ ἰσχὺν καὶ τόνον παρεῖχεν ἀμιγὲς τοῦ φαύλου περιλελειμμένον ἐρρωμένως φυλάττοντες.
而我们的青年人,被太阳晒成了红中带黑的健康肤色,充满男子气概,展现出极大的活力、热情和英勇,散发着如此健壮的健康光彩,既不干瘪枯瘦,也不臃肿沉重,而是保持着匀称的体态,通过出汗消耗掉了肉体中无用和多余的部分,强有力地保留了那些提供力量和活力、不混杂任何杂质的部分。
ὅπερ γὰρ δὴ οἱ λικμῶντες τὸν πυρόν, τοῦτο ἡμῖν καὶ τὰ γυμνάσια ἐργάζεται ἐν τοῖς σώμασι, τὴν μὲν ἄχνην καὶ τοὺς ἀθέρας ἀποφυσῶντα, καθαρὸν δὲ τὸν καρπὸν διευκρινοῦντα καὶ προσωρεύοντα.
因为正像那些扬场筛麦的人所做的那样,体育锻炼在我们的身体上也起着同样的作用,吹走麦糠和麦芒,而将干净的谷物筛选并堆积起来。
§26Σόλων
καὶ διὰ τοῦτο ὑγιαίνειν τε ἀνάγκη καὶ ἐπὶ μήκιστον διαρκεῖν ἐν τοῖς καμάτοις·
索伦正因如此,他们必然健康,并能在劳苦中坚持极长时间。
ὀψέ τε ἂν ἰδίειν ὁ τοιοῦτος ἄρξαιτο καὶ ὀλιγάκις ἂν ἀσθενῶν φανείη.
这样的人很晚才会开始出汗,而且极少显现出病态。
ὥσπερ ἂν εἰ πῦρ τις φέρων ἅμα ἐμβάλοι εἰς πυρὸν αὐτὸν καὶ εἰς τὴν καλάμην αὐτοῦ καὶ εἰς τὴν ἄχνην — αὖθις γὰρ ἐπὶ τὸν λικμῶντα ἐπάνειμι — θᾶττον ἄν, οἶμαι, παρὰ πολὺ ἡ καλάμη ἀναφλεγείη, ὁ δὲ πυρὸς κατʼ ὀλίγον οὔτε φλογὸς μεγάλης ἀνισταμένης οὔτε ὑπὸ μιᾷ τῇ ὁρμῇ, ἀλλὰ κατὰ μικρὸν ὑποτυφόμενος χρόνῳ ὕστερον καὶ αὐτὸς ἂν κατακαυθείη.
这就好比有人拿着火,同时扔进麦子本身、麦秸和麦糠之中——因为我又回到了扬场者的比喻——我想,麦秸会被快得多地引燃,而麦子则不会燃起大火,也不会一蹴而就,而是会一点点地暗燃,并在很久之后自身才被烧尽。
οὐ τοίνυν οὐδὲ νόσος οὐδὲ κάματος εἰς τοιοῦτο σῶμα ἐμπεσόντα ῥᾳδίως ἐλέγξειεν ἂν οὐδʼ ἐπικρατήσειεν εὐμαρῶς·
因此,无论是疾病还是疲劳,一旦侵袭这样的身体,都无法轻易击垮它,也无法轻易征服它。
ἔνδοθέν τε γὰρ εὖ παρεσκεύασται αὐτῷ καὶ τὰ ἔξω μάλα καρτερῶς πέφρακται πρὸς αὐτά, ὡς μὴ παριέναι εἰς τὸ εἴσω, μηδὲ παραδέχεσθαι μήτε ἥλιον αὐτὸν μήτε κρύος ἐπὶ λύμῃ τοῦ σώματος.
因为他的内部已经做好了充分的准备,而外部也针对这些进行了极其顽强的防御,不让它们侵入体内,也不接受太阳或寒冷来伤害身体。
πρός τε τὸ ἐνδιδὸν ἐν τοῖς πόνοις πολὺ τὸ θερμὸν τὸ ἔνδοθεν ἐπιρρέον, ἅτε ἐκ πολλοῦ προπαρεσκευασμένον καὶ εἰς τὴν ἀναγκαίαν χρείαν ἀποκείμενον, ἀναπληροῖ εὐθὺς ἐπάρδον τῇ ἀκμῇ καὶ ἀκαμάτους ἐπὶ πλεῖστον παρέχεται·
而且,针对在劳苦中的衰竭,大量从内部涌出的热量(因为早就预先储备并为必要之需而保存着)会立刻通过活力的灌溉予以补充,并使他们在极长时间内不知疲倦。
τὸ γὰρ προπονῆσαι πολλὰ καὶ προκαμεῖν οὐκ ἀνάλωσιν τῆς ἰσχύος, ἀλλʼ ἐπίδοσιν ἐργάζεται, καὶ ἀναρριπιζομένη πλείων γίγνεται.
因为预先进行大量的活动和预先承受劳苦,并不会消耗力量,反而会带来力量的增进,并且在扇动下变得更加旺盛。
§27Σόλων
καὶ μὴν καὶ δρομικοὺς εἶναι ἀσκοῦμεν αὐτοὺς εἰς μῆκός τε διαρκεῖν ἐθίζοντες καὶ εἰς τὸ ἐν βραχεῖ ὠκύτατον ἐπικουφίζοντες·
索伦此外,我们还训练他们成为奔跑者,让他们习惯于长距离的耐力,并使他们在短距离内以极快的速度轻快地移动。
καὶ ὁ δρόμος οὐ πρὸς τὸ στερρὸν καὶ ἀντίτυπον, ἀλλὰ ἐν ψάμμῳ βαθείᾳ, ἔνθα οὔτε βεβαίως ἀπερεῖσαι τὴν βάσιν οὔτε ἐπιστηρίξαι ῥᾴδιον ὑποσυρομένου πρὸς τὸ ὑπεῖκον τοῦ ποδός.
而且,这种奔跑并不是在坚硬和有反弹力的地面上,而是在深沙之中,在深沙里,由于脚下的沙子随着脚的屈服而下滑,既不容易稳固地踏步,也不容易站稳。
ἀλλὰ καὶ ὑπεράλλεσθαι τάφρον, εἰ δέοι, ἢ εἴ τι ἄλλο ἐμπόδιον, καὶ πρὸς τοῦτο ἀσκοῦνται ἡμῖν, ἔτι καὶ μολυβδίδας χειροπληθεῖς ἐν ταῖν χεροῖν ἔχοντες.
不仅如此,如果需要的话,他们还要跳过壕沟或任何其他障碍物,他们也为我们训练这一项,甚至双手还拿着有手掌大小的铅质重物。
εἶτα περὶ ἀκοντίου βολῆς εἰς μῆκος ἁμιλλῶνται.
然后,他们争相进行标枪的远投。
εἶδες δὲ καὶ ἄλλο τι ἐν τῷ γυμνασίῳ χαλκοῦν περιφερές, ἀσπίδι μικρᾷ ἐοικὸς ὄχανον οὐκ ἐχούσῃ οὐδὲ τελαμῶνας, καὶ ἐπειράθης γε αὐτοῦ κειμένου ἐν τῷ μέσῳ καὶ ἐδόκει σοι βαρὺ καὶ δύσληπτον ὑπὸ λειότητος.
你在体育场里也见过另一个圆形的青铜器物,像一面既没有把手也没有皮带的小盾牌,你甚至还试着拿过那个放在中间的器物,并且因为它的光滑而觉得它沉重且难以抓握。
ἐκεῖνο τοίνυν ἄνω τε ἀναρριπτοῦσιν εἰς τὸν ἀέρα καὶ εἰς τὸ πόρρω, φιλοτιμούμενοι ὅστις ἐπὶ μήκιστον ἐξέλθοι καὶ τοὺς ἄλλους ὑπερβάλοιτο·
他们便将那个东西向上抛入空中并扔向远方,竞相看谁能扔得最远并超越他人。
καὶ ὁ πόνος οὗτος ὤμους τε αὐτῶν κρατύνει καὶ τόνον τοῖς ἄκροις ἐντίθησιν.
这项劳苦强健了他们的肩膀,并给他们的四肢注入了力量。 ”