Humanitext Reader

琉善 · 阿纳哈西斯或体育 §22-24

市民的心灵教化与面向实战的身体训练

第 7 段,共 12 段 · 希腊语

内容简介

索伦解释了如何通过法律、与哲学家的交往以及戏剧来磨砺市民的心灵,接着阐明了青年人具体的身体锻炼(拳击、格斗、摔跤)是如何为武装实战做准备的。

§22Σόλων ῥυθμίζομεν οὖν τὰς γνώμας αὐτῶν νόμους τε τοὺς κοινοὺς ἐκδιδάσκοντες, οἳ δημοσίᾳ πᾶσι πρόκεινται ἀναγιγνώσκειν μεγάλοις γράμμασιν ἀναγεγραμμένοι, κελεύοντες ἅ τε χρὴ ποιεῖν καὶ ὧν ἀπέχεσθαι, καὶ ἀγαθῶν ἀνδρῶν συνουσίαις, παρʼ ὧν λέγειν τὰ δέοντα ἐκμανθάνουσι καὶ πράττειν τὰ δίκαια καὶ ἐκ τοῦ ἴσου ἀλλήλοις συμπολιτεύεσθαι καὶ μὴ ἐφίεσθαι τῶν αἰσχρῶν καὶ ὀρέγεσθαι τῶν καλῶν, βίαιον δὲ μηδὲν ποιεῖν.
索伦 “因此,我们通过彻底向他们教授公共法律来塑造他们的心灵,这些法律用大字写成并公开发布供所有人阅读,命令人们应当做什么以及应当避免什么;我们也通过让他们与优秀的人交往来塑造他们,他们从这些人那里学会说必要的话、做公正的事、在平等的条件下共同生活、不追求丑恶的事、向往美好的事,并且不做任何暴力的事情。
οἱ δὲ ἄνδρες οὗτοι σοφισταὶ καὶ φιλόσοφοι πρὸς ἡμῶν ὀνομάζονται.
这些人被我们称为智者和哲学家。
καὶ μέντοι καὶ εἰς τὸ θέατρον συνάγοντες αὐτοὺς δημοσίᾳ παιδεύομεν ὑπὸ κωμῳδίαις καὶ τραγῳδίαις ἀρετάς τε ἀνδρῶν παλαιῶν καὶ κακίας θεωμένους, ὡς τῶν μὲν ἀποτρέποιντο, ἐπʼ ἐκεῖνα δὲ σπεύδοιεν.
此外,我们还将他们聚集到剧场,通过喜剧和悲剧公开教育他们,让他们观看古代人的美德和恶德,从而使他们避开后者,并努力追求前者。
τοῖς δέ γε κωμῳδοῖς καὶ λοιδορεῖσθαι καὶ ἀποσκώπτειν ἐφίεμεν εἰς τοὺς πολίτας οὓς ἂν αἰσχρὰ καὶ ἀνάξια τῆς πόλεως ἐπιτηδεύοντας αἴσθωνται, αὐτῶν τε ἐκείνων χάριν, ἀμείνους γὰρ οὕτω γίγνονται ὀνειδιζόμενοι, καὶ τῶν πολλῶν, ὡς φεύγοιεν τὸν ἐπὶ τοῖς ὁμοίοις ἔλεγχον.
另一方面,我们允许喜剧作家辱骂和嘲笑那些被他们发现做着不体面且配不上城邦之事的市民,这既是为了那些人自己——因为他们在受到指责时会变得更好,也是为了大众——使他们避免受到类似的揭露。
§23Ἀνάχαρσις εἶδον, ὦ Σόλων, οὓς φὴς τοὺς τραγῳδοὺς καὶ κωμῳδούς, εἴ γε ἐκεῖνοί εἰσιν, ὑποδήματα μὲν βαρέα καὶ ὑψηλὰ ὑποδεδεμένοι, χρυσαῖς δὲ ταινίαις τὴν ἐσθῆτα πεποικιλμένοι, κράνη δὲ ἐπικείμενοι παγγέλοια κεχηνότα παμμέγεθες·
” 阿纳卡尔西斯 “索伦,我看见了你所说的那些悲剧和喜剧演员,如果他们确实就是那些人的话。 他们穿着沉重而高耸的鞋子,衣服用金色的带子装饰,头戴极其荒谬、大张着嘴的巨大头盔。
αὐτοὶ δὲ ἔνδοθεν μεγάλα τε ἐκεκράγεσαν καὶ διέβαινον οὐκ οἶδʼ ὅπως ἀσφαλῶς ἐν τοῖς ὑποδήμασιν.
他们自己从头盔里面大声喊叫,不知道怎么竟能在那些鞋子里安全地迈着大步。
Διονύσῳ δὲ οἶμαι τότε ἡ πόλις ἑώρταζεν.
我想当时城邦正在庆祝狄奥尼索斯的节日。
οἱ δὲ κωμῳδοὶ βραχύτεροι μὲν ἐκείνων καὶ πεζοὶ καὶ ἀνθρωπινώτεροι καὶ ἧττον ἐβόων, κράνη δὲ πολὺ γελοιότερα.
另一方面,喜剧演员比那些人要矮一些,脚踏实地,更像普通人,叫声也没那么大,但戴着更加可笑的头盔。
καὶ τὸ θέατρον γοῦν ἅπαν ἐγέλα ἐπʼ αὐτοῖς· ἐκείνων δὲ τῶν ὑψηλῶν σκυθρωποὶ ἅπαντες ἤκουον, οἰκτείροντες, οἶμαι, αὐτοὺς πέδας τηλικαύτας ἐπισυρομένους.
总之,整个剧场都在嘲笑他们;然而对于那些高个子演员,所有人都在面容忧郁地听着,我想是在怜悯他们拖着如此沉重的脚镣。
Σόλων οὐκ ἐκείνους, ὦγαθέ, ᾤκτειρον, ἀλλὰ ποιητὴς ἴσως ἀρχαίαν τινὰ συμφορὰν ἐπεδείκνυτο τοῖς θεαταῖς καὶ ῥήσεις οἰκτρὰς ἐτραγῴδει πρὸς τὸ θέατρον ὑφʼ ὧν εἰς δάκρυα κατεσπῶντο οἱ ἀκούοντες.
” 索伦 “好朋友,他们怜悯的并不是那些演员,而是诗人或许正在向观众展示某种古老的灾难,向剧场悲凉地吟诵着对白,听众因此流下了眼泪。
εἰκὸς δέ σε καὶ αὐλοῦντας ἑωρακέναι τινὰς τότε καὶ ἄλλους συνᾴδοντας ἐν κύκλῳ συνεστῶτας.
而且,你当时大概也看到了有些人在吹笛子,还有些人在一旁围成一圈合唱。
οὐδʼ αὐτά, ὦ Ἀνάχαρσι, ἀχρεῖα ᾄσματα καὶ αὐλήματα.
阿纳卡尔西斯,这些歌曲和笛声也并非无用。
τούτοις δʼ οὖν ἅπασι καὶ τοῖς τοιούτοις παραθηγόμενοι τὰς ψυχὰς ἀμείνους ἡμῖν γίγνονται.
总之,通过这一切及类似的事情,他们的心灵得到了磨砺,对我们而言变得更好。
§24Σόλων τὰ δὲ δὴ σώματα, ὅπερ μάλιστα ἐπόθεις ἀκοῦσαι, ὧδε καταγυμνάζομεν.
” 索伦 “至于你最想听到的身体方面,我们是这样锻炼的。
ἀποδύσαντες αὐτά, ὡς ἔφην, οὐκέτι ἁπαλὰ καὶ τέλεον ἀσυμπαγῆ ὄντα, πρῶτον μὲν ἐθίζειν ἀξιοῦμεν πρὸς τὸν ἀέρα, συνοικειοῦντες αὐτὰ ταῖς ὥραις ἑκάσταις, ὡς μήτε θάλπος δυσχεραίνειν μήτε πρὸς κρύος ἀπαγορεύειν, ἔπειτα δὲ χρίομεν ἐλαίῳ καὶ καταμαλάττομεν, ὡς εὐτονώτερα γίγνοιτο·
正如我所说,在他们不再柔弱且完全没有成型时,将他们剥光衣服,首先我们认为应该让他们习惯空气,使他们适应各个季节,从而既不厌恶炎热,也不在寒冷中屈服;然后我们给他们涂上橄榄油,使之柔软,从而让他们变得更加强壮。
ἄτοπον γάρ, εἰ τὰ μὲν σκύτη νομίζομεν ὑπὸ τῷ ἐλαίῳ μαλαττόμενα δυσραγέστερα καὶ πολλῷ διαρκέστερα γίγνεσθαι νεκρά γε ἤδη ὄντα, τὸ δʼ ἔτι ζωῆς μετέχον σῶμα μὴ ἂν ἄμεινον ἡγοίμεθα ὑπὸ τοῦ ἐλαίου διατεθήσεσθαι.
因为这很奇怪,如果我们认为皮革在油的浸润下变得不易破裂且更加耐用,即使它们已经死了,但我们却不认为一个仍有生命力的身体在油的作用下会变得更好。
τοὐντεῦθεν ποικίλα τὰ γυμνάσια ἐπινοήσαντες καὶ διδασκάλους ἑκάστων ἐπιστήσαντες τὸν μέν τινα πυκτεύειν, τὸν δὲ παγκρατιάζειν διδάσκομεν, ὡς τούς τε πόνους καρτερεῖν ἐθίζοιντο καὶ ὁμόσε χωρεῖν ταῖς πληγαῖς μηδὲ ἀποτρέποιντο δέει τῶν τραυμάτων.
此后,我们设计了多种多样的体育锻炼,并为每种锻炼配备了教师,教一些人进行拳击,教另一些人进行潘克拉辛(格斗),以便他们习惯于忍受劳苦,并迎着打击而上,不因害怕受伤而退缩。
τοῦτο δὲ ἡμῖν δύο τὰ ὠφελιμώτατα ἐξεργάζεται ἐν αὐτοῖς, θυμοειδεῖς τε παρασκευάζον εἰς τοὺς κινδύνους καὶ τῶν σωμάτων ἀφειδεῖν καὶ προσέτι ἐρρῶσθαι καὶ καρτεροὺς εἶναι.
这在他们身上起到了两个最有利的作用,使他们在危险面前充满斗志,不惜牺牲身体,此外还能保持强壮和坚韧。
ὅσοι δὲ αὐτῶν κάτω συννενευκότες παλαίουσιν, καταπίπτειν τε ἀσφαλῶς μανθάνουσι καὶ ἀνίστασθαι εὐμαρῶς καὶ ὠθισμοὺς καὶ περιπλοκὰς καὶ λυγισμοὺς καὶ ἄγχεσθαι δύνασθαι καὶ εἰς ὕψος ἀναβαστάσαι τὸν ἀντίπαλον, οὐκ ἀχρεῖα οὐδὲ οὗτοι ἐκμελετῶντες, ἀλλὰ ἓν μὲν τὸ πρῶτον καὶ μέγιστον ἀναμφιβόλως κτώμενοι· δυσπαθέστερα γὰρ καὶ καρτερώτερα τὰ σώματα γίγνονται αὐτοῖς διαπονούμενα.
他们中那些弯下腰进行摔跤的人,学会了安全地倒地、轻松地起立、推挤、搂抱、扭闪、忍受窒息,以及将对手高高举起,他们练习的这些也绝非无用,而是毫无疑问地获得了第一也是最大的好处:因为通过锻炼,他们的身体变得不易受伤且更加强壮。
ἕτερον δὲ οὐδὲ αὐτὸ μικρόν· ἔμπειροι γὰρ δὴ ἐκ τούτου καθίστανται, εἴ ποτε ἀφίκοιντο εἰς χρείαν τῶν μαθημάτων τούτων ἐν ὅπλοις· δῆλον γὰρ ὅτι καὶ πολεμίῳ ἀνδρὶ ὁ τοιοῦτος συμπλακεὶς καταρρίψει τε θᾶττον ὑποσκελίσας καὶ καταπεσὼν εἴσεται ὡς ῥᾷστα ἐξανίστασθαι.
另一个好处本身也不小:因为通过这个,他们变得经验丰富,万一以后需要披甲运用这些技巧;因为很明显,这样的人如果与敌人扭打在一起,会通过绊腿更快地将对方摔倒,而一旦自己倒下,也知道如何最容易地站起来。
πάντα γὰρ ταῦτα, ὦ Ἀνάχαρσι, ἐπʼ ἐκεῖνον τὸν ἀγῶνα ποριζόμεθα τὸν ἐν τοῖς ὅπλοις καὶ ἡγούμεθα πολὺ ἀμείνοσι χρήσασθαι τοῖς οὕτως ἀσκηθεῖσιν, ἐπειδὰν πρότερον αὐτῶν γυμνὰ τὰ σώματα καταμαλάξαντες καὶ διαπονήσαντες ἐρρωμενέστερα καὶ ἀλκιμώτερα ἐξεργασώμεθα καὶ κοῦφα καὶ εὔτονα καὶ τὰ αὐτὰ βαρέα τοῖς ἀνταγωνισταῖς.
阿纳卡尔西斯,我们所做的一切都是为了那场披甲的战斗,我们认为,如果我们预先通过放松和锻炼他们裸露的身体,使他们变得更加强壮、更加勇敢,并且敏捷而充满活力,同时对对手来说又显得沉重,那么这些经过如此训练的人将会发挥出好得多的作用。 ”

词汇与语法注释

  1. §22νόμους τε τοὺς κοινοὺς ἐκδιδάσκοντες... καὶ ἀγαθῶν ἀνδρῶν συνουσίαις — 在表示主句动词 ῥυθμίζομεν(塑造)之手段的结构中,现在分词短语 ἐκδιδάσκοντες 与表示手段的与格名词短语 συνουσίαις 通过连词 καί 并列。
  2. §22κελεύοντες — 主格阳性复数现在分词。在对应于先行词 νόμους(阳性)的关系代词 οἳ 开始的关系从句中,法律本身被拟人化为命令的主体,因而采用主格分词形式。
  3. §24εἰ τὰ μὲν σκύτη... μὴ ἂν ἄμεινον ἡγοίμεθα — 在以 εἰ 开始的条件从句中,前半部分(νομίζομεν)为直陈语气,表示现实认知,而后半部分(μὴ ἂν... ἡγοίμεθα)则采用 ἄν + 希求语气表示潜在可能性,突出了非对称的对比。
  4. §24ὠθισμοὺς καὶ περιπλοκὰς καὶ λυγισμοὺς καὶ ἄγχεσθαι δύνασθαι — 作为动词 μανθάνουσι 的宾语,表示动作的名词(推挤、搂抱、扭闪)与含有不定式的名词性短语(能够承受窒息)被混杂并列。

引用这一段

琉善, 阿纳哈西斯或体育 §22-24. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg034.humanitext-grc2:22-24

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。