Humanitext Reader

ルキアノス · アナカルシス §25-27

鍛錬された肉体の効用と各種の訓練方法

8 / 12 箇所 · ギリシア語

要旨

ソロンは、日陰で育った軟弱な身体と体育で鍛えられた若者の健康な身体を対比し、その強靱さの理由を脱穀にたとえて説明します。さらに、長距離走や砂の上での訓練、重量物を持った跳躍、円盤投げなどの具体的な鍛錬方法を紹介します。

§25Σόλων ἐννοεῖς γάρ, οἶμαι, τὸ μετὰ τοῦτο, οἵους εἰκὸς σὺν ὅπλοις ἔσεσθαι τοὺς καὶ γυμνοὺς ἂν φόβον τοῖς δυσμενέσιν ἐμποιήσαντας, οὐ πολυσαρκίαν ἀργὸν καὶ λευκὴν ἢ ἀσαρκίαν μετὰ ὠχρότητος ἐπιδεικνυμένους οἷα γυναικῶν σώματα ὑπὸ σκιᾷ μεμαρασμένα, τρέμοντα ἱδρῶτί τε πολλῷ εὐθὺς ῥεόμενα καὶ ἀσθμαίνοντα ὑπὸ τῷ κράνει, καὶ μάλιστα ἢν καὶ ὁ ἥλιος ὥσπερ νῦν τὸ μεσημβρινὸν ἐπιφλέγῃ.
ソロン「というのも、思うに、君は次のようなことも理解しているはずです。 裸であっても敵に恐怖を植え付けるであろう人々が、武装したときにはいかなる者となるかということを。 彼らは、日陰で萎びた女たちの身体のような、震え、多量の汗をすぐに流し、兜の下で息を切らすような、怠惰で白い贅肉や、青白さを伴う肉のなさをさらけ出すことはありません。 特に太陽が今のように真昼の暑さで燃え盛るならば。
οἷς τί ἄν τις χρήσαιτο διψῶσι καὶ τὸν κονιορτὸν οὐκ ἀνεχομένοις καὶ εἰ αἷμα ἴδοιεν, εὐθὺς ταραττομένοις καὶ προαποθνήσκουσι πρὶν ἐντὸς βέλους γενέσθαι καὶ εἰς χεῖρας ἐλθεῖν τοῖς πολεμίοις;
喉が渇き、塵に耐えられず、血を見ればすぐにうろたえ、矢の射程内に入る前、かつ敵と白兵戦を行う前に、あらかじめ死んでしまうような者たちを、誰がどう使えようか。
οὗτοι δὲ ἡμῖν ὑπέρυθροι εἰς τὸ μελάντερον ὑπὸ τοῦ ἡλίου κεχρωσμένοι καὶ ἀρρενωποί, πολὺ τὸ ἔμψυχον καὶ θερμὸν καὶ ἀνδρῶδες ἐπιφαίνοντες, τοσαύτης εὐεξίας ἀπολάμποντες, οὔτε ῥικνοὶ καὶ κατεσκληκότες οὔτε περιπληθεῖς εἰς βάρος, ἀλλὰ εἰς τὸ σύμμετρον περιγεγραμμένοι, τὸ μὲν ἀχρεῖον τῶν σαρκῶν καὶ περιττὸν τοῖς ἱδρῶσιν ἐξαναλωκότες, ὃ δὲ ἰσχὺν καὶ τόνον παρεῖχεν ἀμιγὲς τοῦ φαύλου περιλελειμμένον ἐρρωμένως φυλάττοντες.
しかし、私たちの若者たちは、太陽によって赤みがかって黒っぽく着色され、男らしく、多くの活気と熱意と勇気を示し、これほど豊かな健康美を放ち、しなびて痩せこけてもおらず、重苦しいほど肥満してもおらず、むしろ均整の取れた姿に形づくられており、肉の無駄で余計な部分を汗によって消費し尽くし、力と張力を与える部分を、不純物を交えずに残されたまま、力強く維持している。
ὅπερ γὰρ δὴ οἱ λικμῶντες τὸν πυρόν, τοῦτο ἡμῖν καὶ τὰ γυμνάσια ἐργάζεται ἐν τοῖς σώμασι, τὴν μὲν ἄχνην καὶ τοὺς ἀθέρας ἀποφυσῶντα, καθαρὸν δὲ τὸν καρπὸν διευκρινοῦντα καὶ προσωρεύοντα.
というのも、小麦を脱穀する人々がすること、まさにそれを体育の訓練も身体において行うのであり、もみ殻や芒を吹き飛ばし、不純物のない穀物を選別して積み上げるからである。
§26Σόλων καὶ διὰ τοῦτο ὑγιαίνειν τε ἀνάγκη καὶ ἐπὶ μήκιστον διαρκεῖν ἐν τοῖς καμάτοις·
ソロンそしてこのために、彼らが健康であり、労苦において極めて長く耐えることは必然なのです。
ὀψέ τε ἂν ἰδίειν ὁ τοιοῦτος ἄρξαιτο καὶ ὀλιγάκις ἂν ἀσθενῶν φανείη.
このような者は、遅くなってから汗をかき始めるでしょうし、病気になることも滅多にないでしょう。
ὥσπερ ἂν εἰ πῦρ τις φέρων ἅμα ἐμβάλοι εἰς πυρὸν αὐτὸν καὶ εἰς τὴν καλάμην αὐτοῦ καὶ εἰς τὴν ἄχνην — αὖθις γὰρ ἐπὶ τὸν λικμῶντα ἐπάνειμι — θᾶττον ἄν, οἶμαι, παρὰ πολὺ ἡ καλάμη ἀναφλεγείη, ὁ δὲ πυρὸς κατʼ ὀλίγον οὔτε φλογὸς μεγάλης ἀνισταμένης οὔτε ὑπὸ μιᾷ τῇ ὁρμῇ, ἀλλὰ κατὰ μικρὸν ὑποτυφόμενος χρόνῳ ὕστερον καὶ αὐτὸς ἂν κατακαυθείη.
それはまるで、誰かが火を持ってきて、小麦そのものと、その藁ともみ殻の中に同時に投げ入れた場合(再び、私は脱穀する者のたとえに戻るのですが)のようです。 思うに、藁ははるかに素早く燃え上がるでしょう。 しかし、小麦は、大きな炎が上がることもなく、一気に行くこともなく、少しずつ、徐々に燻りながら、後になってようやく、それ自体も燃え尽きるでしょう。
οὐ τοίνυν οὐδὲ νόσος οὐδὲ κάματος εἰς τοιοῦτο σῶμα ἐμπεσόντα ῥᾳδίως ἐλέγξειεν ἂν οὐδʼ ἐπικρατήσειεν εὐμαρῶς·
したがって、病気も疲労も、このような身体に襲いかかったとしても、容易にそれを打ち負かしたり、たやすく制圧したりすることはできません。
ἔνδοθέν τε γὰρ εὖ παρεσκεύασται αὐτῷ καὶ τὰ ἔξω μάλα καρτερῶς πέφρακται πρὸς αὐτά, ὡς μὴ παριέναι εἰς τὸ εἴσω, μηδὲ παραδέχεσθαι μήτε ἥλιον αὐτὸν μήτε κρύος ἐπὶ λύμῃ τοῦ σώματος.
なぜなら、内側はよく準備されており、外側はそれらに対して非常に頑強に防護されているので、内部へと侵入させず、太陽そのものも寒さも、身体を害するために受け入れることがないからです。
πρός τε τὸ ἐνδιδὸν ἐν τοῖς πόνοις πολὺ τὸ θερμὸν τὸ ἔνδοθεν ἐπιρρέον, ἅτε ἐκ πολλοῦ προπαρεσκευασμένον καὶ εἰς τὴν ἀναγκαίαν χρείαν ἀποκείμενον, ἀναπληροῖ εὐθὺς ἐπάρδον τῇ ἀκμῇ καὶ ἀκαμάτους ἐπὶ πλεῖστον παρέχεται·
また、労苦において衰えかけることに対して、内側から湧き出す多くの熱が、ずっと前からあらかじめ蓄えられ、必要な用途のために貯蔵されているので、その絶頂期で潤しつつ、直ちに補給し、彼らを極めて長い間、疲れを知らない状態に保つのです。
τὸ γὰρ προπονῆσαι πολλὰ καὶ προκαμεῖν οὐκ ἀνάλωσιν τῆς ἰσχύος, ἀλλʼ ἐπίδοσιν ἐργάζεται, καὶ ἀναρριπιζομένη πλείων γίγνεται.
というのも、あらかじめ多く働き、あらかじめ労苦することは、力の消耗ではなく、むしろ増進をもたらし、燃え立たされることで、それはさらに大きくなるからです。
§27Σόλων καὶ μὴν καὶ δρομικοὺς εἶναι ἀσκοῦμεν αὐτοὺς εἰς μῆκός τε διαρκεῖν ἐθίζοντες καὶ εἰς τὸ ἐν βραχεῖ ὠκύτατον ἐπικουφίζοντες·
ソロンさらにまた、私たちは彼らを走ることに熟達させ、長距離を耐え抜くように慣れさせ、また短距離で極めて迅速に軽く動かせるようにしています。
καὶ ὁ δρόμος οὐ πρὸς τὸ στερρὸν καὶ ἀντίτυπον, ἀλλὰ ἐν ψάμμῳ βαθείᾳ, ἔνθα οὔτε βεβαίως ἀπερεῖσαι τὴν βάσιν οὔτε ἐπιστηρίξαι ῥᾴδιον ὑποσυρομένου πρὸς τὸ ὑπεῖκον τοῦ ποδός.
しかもその走りは、固くて反発力のある地面の上ではなく、深い砂の上で行われます。 そこでは、足の下の砂が沈み込むために、足取りをしっかりと踏みしめることも、踏ん張ることも容易ではありません。
ἀλλὰ καὶ ὑπεράλλεσθαι τάφρον, εἰ δέοι, ἢ εἴ τι ἄλλο ἐμπόδιον, καὶ πρὸς τοῦτο ἀσκοῦνται ἡμῖν, ἔτι καὶ μολυβδίδας χειροπληθεῖς ἐν ταῖν χεροῖν ἔχοντες.
しかしまた、必要ならば堀やその他の障害物を飛び越えること、彼らはこれをも訓練され、さらに両手に手のひらいっぱいの鉛の重りを持ったままで行うのです。
εἶτα περὶ ἀκοντίου βολῆς εἰς μῆκος ἁμιλλῶνται.
それから、槍投げの距離を競い合います。
εἶδες δὲ καὶ ἄλλο τι ἐν τῷ γυμνασίῳ χαλκοῦν περιφερές, ἀσπίδι μικρᾷ ἐοικὸς ὄχανον οὐκ ἐχούσῃ οὐδὲ τελαμῶνας, καὶ ἐπειράθης γε αὐτοῦ κειμένου ἐν τῷ μέσῳ καὶ ἐδόκει σοι βαρὺ καὶ δύσληπτον ὑπὸ λειότητος.
また、君は体育場で、持ち手も吊り紐もない小さな盾に似た、別の円形の青銅の器具を見たことでしょう。 そして、それが真ん中に置かれているのを君自身も試してみて、その滑らかさのために重くて掴みにくいと思ったはずです。
ἐκεῖνο τοίνυν ἄνω τε ἀναρριπτοῦσιν εἰς τὸν ἀέρα καὶ εἰς τὸ πόρρω, φιλοτιμούμενοι ὅστις ἐπὶ μήκιστον ἐξέλθοι καὶ τοὺς ἄλλους ὑπερβάλοιτο·
まさにそれを、彼らは空中高く、そして遠くへと投げ、誰が最も遠くまで飛ばし、他の人々を凌駕できるかを競い合います。
καὶ ὁ πόνος οὗτος ὤμους τε αὐτῶν κρατύνει καὶ τόνον τοῖς ἄκροις ἐντίθησιν.
そして、この労苦は彼らの肩を強くし、四肢に力を与えるのです」

語釈・文法注

  1. §25τοὺς καὶ γυμνοὺς ἂν φόβον τοῖς δυσμενέσιν ἐμποιήσαντας — 分詞 `ἐμποιήσαντας` に小辞 `ἄν` が伴うことで、潜在的または条件的な帰結(「〜するであろう人々」)を表している。`καὶ γυμνούς` は「裸であっても」という譲歩の意味。
  2. §25ὅπερ γὰρ δὴ οἱ λικμῶντες τὸν πυρόν, τοῦτο ἡμῖν καὶ τὰ γυμνάσια ἐργάζεται — 関係代名詞 `ὅπερ` の節では主節の動詞 `ἐργάζεται` に相当する動詞(あるいは `ποιοῦσιν`)が省略されている。「小麦を脱穀(箕で煽る)する者たちがすること(を行うのと同様に)」という比較の構造。
  3. §26ὥσπερ ἂν εἰ πῦρ τις φέρων ἅμα ἐμβάλοι — `ὥσπερ ἂν εἰ` に希求法 `ἐμβάλοι` が続くことで、「仮に誰かが火を投げ入れた場合のようである」という仮定の比較を表す。`ἄν` は帰結の希求法(この文では `κατακαυθείη ἂν` など)と結びついている。
  4. §27ὑποσυρομένου πρὸς τὸ ὑπεῖκον τοῦ ποδός — `ὑποσυρομένου ... τοῦ ποδός` は属格独立構文で、理由を表す(「足の下が引きずり下ろされるので」)。`τὸ ὑπεῖκον` は分詞の中性単数実詞化で、「沈み込む部分」または「屈服する部分(足の沈み込み)」を意味し、足元の不安定さを描写している。

この箇所を引用する

ルキアノス, アナカルシス §25-27. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg034.humanitext-grc2:25-27

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。