Humanitext Reader

琉善 · 阿纳哈西斯或体育 §20-21

城邦的本质在于市民与身心教育的方针

第 6 段,共 12 段 · 希腊语

内容简介

索伦主张城邦的本质在于市民而非建筑物,并概述了锻炼灵魂与身体的教育方针。阿纳卡尔西斯则批评索伦略过了关于灵魂更美好的话题,而急于谈论身体训练。

§20Σόλων οὐκοῦν διὰ βραχέων προακοῦσαι χρή σε ἃ περὶ πόλεως καὶ πολιτῶν ἡμῖν δοκεῖ.
索伦 “那么,你必须首先简要听听我们对城邦和市民的看法。
πόλιν γὰρ ἡμεῖς οὐ τὰ οἰκοδομήματα ἡγούμεθα εἶναι, οἷον τείχη καὶ ἱερὰ καὶ νεωσοίκους, ἀλλὰ ταῦτα μὲν ὥσπερ σῶμά τι ἑδραῖον καὶ ἀκίνητον ὑπάρχειν εἰς ὑποδοχὴν καὶ ἀσφάλειαν τῶν πολιτευομένων, τὸ δὲ πᾶν κῦρος ἐν τοῖς πολίταις τιθέμεθα·
因为我们不认为城邦就是那些建筑物,例如城墙、神庙和船坞,相反,我们认为这些只是像是一个固定且不可移动的身体,用来容纳和保护参与国政的人,而我们将所有的决定权放在市民身上。
τούτους γὰρ εἶναι τοὺς ἀναπληροῦντας καὶ διατάττοντας καὶ ἐπιτελοῦντας ἕκαστα καὶ φυλάττοντας, οἷόν τι ἐν ἡμῖν ἑκάστῳ ἐστὶν ἡ ψυχή.
因为他们才是填满、组织、执行每件事并守护城邦的人,正如我们每个人体内的灵魂一样。
τοῦτο δὴ τοίνυν κατανοήσαντες ἐπιμελούμεθα μέν, ὡς ὁρᾷς, καὶ τοῦ σώματος τῆς πόλεως, κατακοσμοῦντες αὐτὸ ὡς κάλλιστον ἡμῖν εἴη, ἔνδοθέν τε οἰκοδομήμασιν κατεσκευασμένον καὶ ταῖς ἔκτοσθεν ταύταις περιβολαῖς εἰς τὸ ἀσφαλέστατον πεφραγμένον.
因此,我们在认识到这一点后,正如你所见,也照料城邦的身体,将其装饰得尽可能美丽,内部由建筑物装备,外部由这些围墙包围,防卫得极其安全。
μάλιστα δὲ καὶ ἐξ ἅπαντος τοῦτο προνοοῦμεν, ὅπως οἱ πολῖται ἀγαθοὶ μὲν τὰς ψυχάς, ἰσχυροὶ δὲ τὰ σώματα γίγνοιντο·
但我们最主要且不遗余力预先考虑的,是使市民们在灵魂上变得优秀,在身体上变得强壮。
τοὺς γὰρ τοιούτους σφίσι τε αὐτοῖς καλῶς χρήσεσθαι ἐν εἰρήνῃ συμπολιτευομένους καὶ ἐκ πολέμου σώσειν τὴν πόλιν καὶ ἐλευθέραν καὶ εὐδαίμονα διαφυλάξειν.
因为这样的人在和平时期共同生活时能很好地对待自己,并在战争中拯救城邦,使其保持自由和幸福。
τὴν μὲν δὴ πρώτην ἀνατροφὴν αὐτῶν μητράσι καὶ τίτθαις καὶ παιδαγωγοῖς ἐπιτρέπομεν ὑπὸ παιδείαις ἐλευθερίοις ἄγειν τε καὶ τρέφειν αὐτούς, ἐπειδὰν δὲ συνετοὶ ἤδη γίγνωνται τῶν καλῶς ἐχόντων, καὶ αἰδὼς καὶ ἐρύθημα καὶ φόβος καὶ ἐπιθυμία τῶν ἀρίστων ἀναφύηται αὐτοῖς, καὶ αὐτὰ ἤδη τὰ σώματα ἀξιόχρεα δοκῇ πρὸς τοὺς πόνους παγιώτερα γιγνόμενα καὶ πρὸς τὸ ἰσχυρότερον συνιστάμενα, τηνικαῦτα ἤδη παραλαβόντες αὐτοὺς διδάσκομεν, ἄλλα μὲν τῆς ψυχῆς μαθήματα καὶ γυμνάσια προτιθέντες, ἄλλως δὲ πρὸς τοὺς πόνους καὶ τὰ σώματα ἐθίζοντες.
我们把他们的第一阶段抚育委托给母亲、乳母和启蒙教师,在自由人的教育下引导并养育他们。 但当他们已经对美好事物有所理解,并且在他们心中生出羞耻、红脸、敬畏以及对最优秀事物的渴望,且身体本身也显得足以承担劳苦,变得更加结实并凝聚出更强的力量时,那个时候我们便接手他们并教导他们,一方面为灵魂提供其他的学习和训练,另一方面以其他方式使他们习惯于劳苦和身体的锻炼。
οὐ γὰρ ἱκανὸν ἡμῖν ἔδοξε τὸ μόνον φῦναι ὡς ἔφυ ἕκαστος ἤτοι κατὰ τὸ σῶμα ἢ κατὰ τὴν ψυχήν, ἀλλὰ καὶ παιδεύσεως καὶ μαθημάτων ἐπʼ αὐτοὺς δεόμεθα, ὑφʼ ὧν τά τε εὐφυῶς διακείμενα βελτίω παρὰ πολὺ γίγνοιτο ἂν καὶ τὰ φαύλως ἔχοντα μετακοσμοῖτο πρὸς τὸ βέλτιον.
因为在我们看来,仅仅让每个人在身体或灵魂上按照天性自然生长是不够的,我们还需要对他们进行教育和学习,通过这些,天资聪颖的人会变得更好得多,而天资平庸的人也会被改造得更好。
καὶ τὸ παράδειγμα ἡμῖν παρὰ τῶν γεωργῶν, οἳ τὰ φυτὰ μέχρι μὲν πρόσγεια καὶ νήπιά ἐστι, σκέπουσιν καὶ περιφράττουσιν ὡς μὴ βλάπτοιντο ὑπὸ τῶν πνευμάτων, ἐπειδὰν δὲ ἤδη παχύνηται τὸ ἔρνος, τηνικαῦτα περιτέμνουσίν τε τὰ περιττὰ καὶ παραδιδόντες αὐτὰ τοῖς ἀνέμοις δονεῖν καὶ διασαλεύειν καρπιμώτερα ἐξεργάζονται.
我们的榜样来自农夫,他们在植物接近地面且幼小时,会加以遮盖和围护,以免被风吹伤,但当幼芽已经变粗时,那时他们就会修剪掉多余的部分,并把它们交托给风去摇晃和震撼,从而使它们结果更为丰硕。
§21Σόλων τὴν μὲν τοίνυν ψυχὴν μουσικῇ τὸ πρῶτον καὶ ἀριθμητικῇ ἀναρριπίζομεν, καὶ γράμματα γράψασθαι καὶ τορῶς αὐτὰ ἐπιλέξασθαι διδάσκομεν·
” 索伦 “因此,我们首先用音乐和算术激发他们的灵魂,教他们写字和清晰地阅读。
προϊοῦσιν δὲ ἤδη σοφῶν ἀνδρῶν γνώμας καὶ ἔργα παλαιὰ καὶ λόγους ὠφελίμους ἐν μέτροις κατακοσμήσαντες, ὡς μᾶλλον μνημονεύοιεν, ῥαψῳδοῦμεν αὐτοῖς.
当他们进步时,我们把智者的格言、古代的事迹以及有益的言论整理成诗歌的韵律,以便他们更好地记忆,并向他们吟诵。
οἱ δὲ καὶ ἀκούοντες ἀριστείας τινὰς καὶ πράξεις ἀοιδίμους ὀρέγονται κατὰ μικρὸν καὶ πρὸς μίμησιν ἐπεγείρονται, ὡς καὶ αὐτοὶ ᾄδοιντο καὶ θαυμάζοιντο ὑπὸ τῶν ὕστερον.
他们听着某些英勇的事迹和传颂的作为,逐渐渴望并被激发起去模仿,好让他们自己也能被后人歌颂和赞美。
οἷα πολλὰ Ἡσίοδός τε ἡμῖν καὶ Ὅμηρος ἐποίησαν.
赫西俄德和荷马为我们创作了许多这样的作品。
ἐπειδὰν δὲ πλησιάζωσι πρὸς τὴν πολιτείαν καὶ δέῃ αὐτοὺς ἤδη μεταχειρίζεσθαι τὰ κοινά — καίτοι ἔξω τοῦ ἀγῶνος ἴσως ταῦτα· οὐ γὰρ ὅπως τὰς ψυχὰς αὐτῶν ἀσκοῦμεν ἐξ ἀρχῆς προὔκειτο εἰπεῖν, ἀλλὰ διʼ ὅ τι τοῖς τοιούτοις πόνοις καταγυμνάζειν αὐτοὺς ἀξιοῦμεν.
但当他们接近城邦政治,且需要开始处理公共事务时——然而这些也许在主题之外;因为一开始我们的目的并不是说如何锻炼他们的灵魂,而是为了说明我们为什么认为应该用这样的劳苦来锻炼他们。
ὥστε αὐτὸς ἐμαυτῷ σιωπᾶν προστάττω, οὐ περιμείνας τὸν κήρυκα οὐδὲ τὸν Ἀρεοπαγίτην σέ, ὃς ὑπʼ αἰδοῦς, οἶμαι, ἀνέχῃ ληροῦντα ἤδη τοσαῦτα ἔξω τοῦ πράγματος.
因此,我自己命令自己保持沉默,既不等待传令官,也不等待你这个阿雷奥帕古斯议员,我想你是因为客气,才容忍了我已经说了这么多脱离正题的废话。
Ἀνάχαρσις εἰπέ μοι, ὦ Σόλων, πρὸς δὲ δὴ τοὺς τὰ ἀναγκαιότατα μὴ λέγοντας ἐν Ἀρείῳ πάγῳ, ἀλλὰ ἀποσιωπῶντας, οὐδὲν τῇ βουλῇ πρόστιμον ἐπινενόηται;
” 阿纳卡尔西斯 “告诉我,索伦,对于在阿雷奥帕古斯不谈最必要的事情,反而保持沉默的人,议会难道没有想出什么罚款吗?
Σόλων τί τοῦτο ἤρου με;
” 索伦 “你为什么问我这个?
οὐδέπω γὰρ δῆλον.
因为这还不清楚。
Ἀνάχαρσις ὅτι τὰ κάλλιστα καὶ ἐμοὶ ἀκοῦσαι ἥδιστα παρείς, τὰ περὶ τῆς ψυχῆς, τὰ ἧττον ἀναγκαῖα λέγειν διανοῇ, γυμνάσια καὶ διαπονήσεις τῶν σωμάτων.
” 阿纳卡尔西斯 “因为你忽略了最美丽、我最乐意听的部分,即关于灵魂的事情,而打算谈论不那么必要的事情,即身体的训练和磨砺。
Σόλων μέμνημαι γάρ, ὦ γενναῖε, τῶν ἀπʼ ἀρχῆς προρρήσεων καὶ ἀποπλανᾶν οὐ βούλομαι τὸν λόγον, μή σου ἐπιταράξῃ τὴν μνήμην ἐπιρρέων.
” 索伦 “高尚的朋友,因为我还记得一开始的承诺,不想让话语迷失方向,以免涌来的话语扰乱你的记忆。
πλὴν ἀλλὰ καὶ ταῦτα ἐρῶ διὰ βραχέων, ὡς οἷόν τε·
不过,我也会尽可能简短地谈谈这些;因为对那些事情的精确探讨,应该属于另一个话题。
τὸ γὰρ ἀκριβὲς τῆς περὶ αὐτῶν διασκέψεως ἑτέρου ἂν εἴη λόγου.

词汇与语法注释

  1. p.v.4.p.30ὑπάρχειν — 该不定式以宾格的 ταῦτα 为其逻辑主语,取决于从前句(ἀλλὰ [ἡγούμεθα] ταῦτα μὲν... ὑπάρχειν)中省去并延续其支配作用的动词 ἡγούμεθα。
  2. p.v.4.p.32τῶν καλῶς ἐχόντων — 修饰形容词 συνετοί 的关系属格,表示“对良好或合适的事物具有理解力”。
  3. p.v.4.p.32προϊοῦσιν — 该阳性复数与格分词与后文 ῥαψῳδοῦμεν αὐτοῖς 中的 αὐτοῖς 同格,作为关系与格在时间上起修饰作用(“当他们成长/前进时”)。
  4. p.v.4.p.34οὐ γὰρ ὅπως τὰς ψυχὰς αὐτῶν ἀσκοῦμεν ἐξ ἀρχῆς προὔκειτο εἰπεῖν — 此处的 ὅπως 从句是一个间接疑问句,充当不定式 εἰπεῖν 的宾语,而该不定式短语则作为非人称动词 προὔκειτο 的主语(或补足语)。注意这并非表示“不但不/远非”的 οὐχ ὅπως 惯用句型。

引用这一段

琉善, 阿纳哈西斯或体育 §20-21. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg034.humanitext-grc2:20-21

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。