§22Σόλων
ῥυθμίζομεν οὖν τὰς γνώμας αὐτῶν νόμους τε τοὺς κοινοὺς ἐκδιδάσκοντες, οἳ δημοσίᾳ πᾶσι πρόκεινται ἀναγιγνώσκειν μεγάλοις γράμμασιν ἀναγεγραμμένοι, κελεύοντες ἅ τε χρὴ ποιεῖν καὶ ὧν ἀπέχεσθαι, καὶ ἀγαθῶν ἀνδρῶν συνουσίαις, παρʼ ὧν λέγειν τὰ δέοντα ἐκμανθάνουσι καὶ πράττειν τὰ δίκαια καὶ ἐκ τοῦ ἴσου ἀλλήλοις συμπολιτεύεσθαι καὶ μὴ ἐφίεσθαι τῶν αἰσχρῶν καὶ ὀρέγεσθαι τῶν καλῶν, βίαιον δὲ μηδὲν ποιεῖν.
ソロン「それゆえ私たちは、公にすべての人が読めるように大きな文字で書かれて掲示されている共通の法律を彼らに徹底的に教えることによって、また、なすべきことを命じ、避けるべきことを指示する優れた人々との交際によって、彼らの精神を整えるのです。 彼らはその交際から、必要なことを語り、正しいことを行い、お互いに対等に市民として共に暮らし、醜いことを望まず、美しいものを切望し、暴力的なことは何もしないことを学び取るのです。
οἱ δὲ ἄνδρες οὗτοι σοφισταὶ καὶ φιλόσοφοι πρὸς ἡμῶν ὀνομάζονται.
そして、これらの人々は私たちによってソフィストや哲学者と呼ばれています。
καὶ μέντοι καὶ εἰς τὸ θέατρον συνάγοντες αὐτοὺς δημοσίᾳ παιδεύομεν ὑπὸ κωμῳδίαις καὶ τραγῳδίαις ἀρετάς τε ἀνδρῶν παλαιῶν καὶ κακίας θεωμένους, ὡς τῶν μὲν ἀποτρέποιντο, ἐπʼ ἐκεῖνα δὲ σπεύδοιεν.
さらにまた、彼らを劇場に集めて、喜劇や悲劇によって公に教育し、古代の人々の徳や悪徳を彼らに観せることで、悪徳を避け、徳へと熱心に向かうようにさせます。
τοῖς δέ γε κωμῳδοῖς καὶ λοιδορεῖσθαι καὶ ἀποσκώπτειν ἐφίεμεν εἰς τοὺς πολίτας οὓς ἂν αἰσχρὰ καὶ ἀνάξια τῆς πόλεως ἐπιτηδεύοντας αἴσθωνται, αὐτῶν τε ἐκείνων χάριν, ἀμείνους γὰρ οὕτω γίγνονται ὀνειδιζόμενοι, καὶ τῶν πολλῶν, ὡς φεύγοιεν τὸν ἐπὶ τοῖς ὁμοίοις ἔλεγχον. §23Ἀνάχαρσις
εἶδον, ὦ Σόλων, οὓς φὴς τοὺς τραγῳδοὺς καὶ κωμῳδούς, εἴ γε ἐκεῖνοί εἰσιν, ὑποδήματα μὲν βαρέα καὶ ὑψηλὰ ὑποδεδεμένοι, χρυσαῖς δὲ ταινίαις τὴν ἐσθῆτα πεποικιλμένοι, κράνη δὲ ἐπικείμενοι παγγέλοια κεχηνότα παμμέγεθες·
他方、喜劇作家たちには、醜いことや城邦にふさわしくないことを行っていると気づいた市民たちを罵倒したりからかったりすることを許しています。 それは彼ら自身のためでもあり(非難されることで彼らはより良くなるからです)、また一般の人々のためでもあります(同じような行為に対する批判を彼らが避けるようにするためです)アナーカルシス「ソロンよ、あなたが言う悲劇役者や喜劇役者たちを私は見ました。 もしや彼らがそうなのでしょうか、重くて高い靴を履き、金色の帯で衣服を飾り、非常に大きく口を開けた、おそろしく滑稽な兜を頭に載せている者たちですが。
αὐτοὶ δὲ ἔνδοθεν μεγάλα τε ἐκεκράγεσαν καὶ διέβαινον οὐκ οἶδʼ ὅπως ἀσφαλῶς ἐν τοῖς ὑποδήμασιν.
彼らはその内側から大声を張り上げ、その靴を履いてどうやって安全に歩いているのかわからないほど大股で歩いていました。
Διονύσῳ δὲ οἶμαι τότε ἡ πόλις ἑώρταζεν.
そのとき、城邦はディオニュソスの祭りを祝っていたのだと思います。
οἱ δὲ κωμῳδοὶ βραχύτεροι μὲν ἐκείνων καὶ πεζοὶ καὶ ἀνθρωπινώτεροι καὶ ἧττον ἐβόων, κράνη δὲ πολὺ γελοιότερα.
他方、喜劇役者たちは彼らよりも背が低く、地に足をつけ、より人間らしく、大声も出さず、しかしずっと滑稽な兜を被っていました。
καὶ τὸ θέατρον γοῦν ἅπαν ἐγέλα ἐπʼ αὐτοῖς·
ともかく劇場全体が彼らを見て笑っていました。
ἐκείνων δὲ τῶν ὑψηλῶν σκυθρωποὶ ἅπαντες ἤκουον, οἰκτείροντες, οἶμαι, αὐτοὺς πέδας τηλικαύτας ἐπισυρομένους. Σόλων
οὐκ ἐκείνους, ὦγαθέ, ᾤκτειρον, ἀλλὰ ποιητὴς ἴσως ἀρχαίαν τινὰ συμφορὰν ἐπεδείκνυτο τοῖς θεαταῖς καὶ ῥήσεις οἰκτρὰς ἐτραγῴδει πρὸς τὸ θέατρον ὑφʼ ὧν εἰς δάκρυα κατεσπῶντο οἱ ἀκούοντες.
しかし、あの背の高い者たちのことは、誰もが浮かぬ顔で聞いており、そんな大きな足枷を引きずっている彼らを憐れんでいるのだと、私は思いました」ソロン「友よ、彼らは役者たちを憐れんでいたのではありません。 そうではなく、おそらく詩人が古代のある不幸を観客に示しており、劇場に向かって憐れな台詞を悲劇的に語っていたのであり、それによって聞く者たちは涙に引き込まれていたのです。
εἰκὸς δέ σε καὶ αὐλοῦντας ἑωρακέναι τινὰς τότε καὶ ἄλλους συνᾴδοντας ἐν κύκλῳ συνεστῶτας.
また、あなたはあのとき、何人かの笛吹きや、円陣を組んで一緒に歌っている他の者たちも見たことでしょう。
οὐδʼ αὐτά, ὦ Ἀνάχαρσι, ἀχρεῖα ᾄσματα καὶ αὐλήματα.
アナーカルシスよ、それらの歌や笛の音も無益なものではありません。
τούτοις δʼ οὖν ἅπασι καὶ τοῖς τοιούτοις παραθηγόμενοι τὰς ψυχὰς ἀμείνους ἡμῖν γίγνονται. §24Σόλων
τὰ δὲ δὴ σώματα, ὅπερ μάλιστα ἐπόθεις ἀκοῦσαι, ὧδε καταγυμνάζομεν.
ともあれ、これらすべてや同様のことによって精神をとぎ澄まされ、彼らは私たちにとってより優れた者となるのです」ソロン「さて、あなたが最も聞きたがっていた身体については、次のように鍛錬します。
ἀποδύσαντες αὐτά, ὡς ἔφην, οὐκέτι ἁπαλὰ καὶ τέλεον ἀσυμπαγῆ ὄντα, πρῶτον μὲν ἐθίζειν ἀξιοῦμεν πρὸς τὸν ἀέρα, συνοικειοῦντες αὐτὰ ταῖς ὥραις ἑκάσταις, ὡς μήτε θάλπος δυσχεραίνειν μήτε πρὸς κρύος ἀπαγορεύειν, ἔπειτα δὲ χρίομεν ἐλαίῳ καὶ καταμαλάττομεν, ὡς εὐτονώτερα γίγνοιτο·
前にも言ったように、身体を裸にし、もはや柔らかくなく、完全に固まっていないわけではない状態において、まず第一に、外気に慣れさせることを求めます。 それぞれの季節に身体を適応させ、暑さを嫌がらず、寒さに屈しないようにするのです。 それから、オリーブ油を塗って柔らかく揉みほぐし、より強靭になるようにします。
ἄτοπον γάρ, εἰ τὰ μὲν σκύτη νομίζομεν ὑπὸ τῷ ἐλαίῳ μαλαττόμενα δυσραγέστερα καὶ πολλῷ διαρκέστερα γίγνεσθαι νεκρά γε ἤδη ὄντα, τὸ δʼ ἔτι ζωῆς μετέχον σῶμα μὴ ἂν ἄμεινον ἡγοίμεθα ὑπὸ τοῦ ἐλαίου διατεθήσεσθαι.
というのも、すでに死んでいる革が、油によって柔らかくされることで、破れにくくなり、はるかに長持ちするようになると私たちが考えている一方で、まだ生命を宿している身体が、油によってより良い状態に置かれるとは考えないとしたら、それは奇妙なことだからです。
τοὐντεῦθεν ποικίλα τὰ γυμνάσια ἐπινοήσαντες καὶ διδασκάλους ἑκάστων ἐπιστήσαντες τὸν μέν τινα πυκτεύειν, τὸν δὲ παγκρατιάζειν διδάσκομεν, ὡς τούς τε πόνους καρτερεῖν ἐθίζοιντο καὶ ὁμόσε χωρεῖν ταῖς πληγαῖς μηδὲ ἀποτρέποιντο δέει τῶν τραυμάτων.
それから、多様な運動を考案し、それぞれに指導者を配置して、ある者には拳闘を、ある者にはパンクラティオンを教えます。 彼らが労苦を耐え忍ぶことに慣れ、打撃に対して真っ向から立ち向かい、負傷の恐怖から逃げ出さないようにするためです。
τοῦτο δὲ ἡμῖν δύο τὰ ὠφελιμώτατα ἐξεργάζεται ἐν αὐτοῖς, θυμοειδεῖς τε παρασκευάζον εἰς τοὺς κινδύνους καὶ τῶν σωμάτων ἀφειδεῖν καὶ προσέτι ἐρρῶσθαι καὶ καρτεροὺς εἶναι.
そして、このことは彼らの中に二つの最も有益なことをもたらします。 すなわち、彼らを危険に対して勇敢にし、身体を顧みないようにさせること、さらに健康で頑健にさせることです。
ὅσοι δὲ αὐτῶν κάτω συννενευκότες παλαίουσιν, καταπίπτειν τε ἀσφαλῶς μανθάνουσι καὶ ἀνίστασθαι εὐμαρῶς καὶ ὠθισμοὺς καὶ περιπλοκὰς καὶ λυγισμοὺς καὶ ἄγχεσθαι δύνασθαι καὶ εἰς ὕψος ἀναβαστάσαι τὸν ἀντίπαλον, οὐκ ἀχρεῖα οὐδὲ οὗτοι ἐκμελετῶντες, ἀλλὰ ἓν μὲν τὸ πρῶτον καὶ μέγιστον ἀναμφιβόλως κτώμενοι·
また、身をかがめてレスリングをする若者たちは、安全に倒れること、容易に立ち上がること、押し合い、組み合い、身のかわし、首絞めに耐えること、そして相手を高く持ち上げることを学びます。 彼らもまた無益なことを練習しているわけではなく、第一に、そして最大のことを疑いなく獲得しています。
δυσπαθέστερα γὰρ καὶ καρτερώτερα τὰ σώματα γίγνονται αὐτοῖς διαπονούμενα.
すなわち、鍛錬されることで彼らの身体はより傷つきにくく、より頑強になるのです。
ἕτερον δὲ οὐδὲ αὐτὸ μικρόν·
もう一つ、それ自体決して小さくないメリットがあります。
ἔμπειροι γὰρ δὴ ἐκ τούτου καθίστανται, εἴ ποτε ἀφίκοιντο εἰς χρείαν τῶν μαθημάτων τούτων ἐν ὅπλοις·
なぜなら、武装してこれらの訓練を実践する必要が生じたとき、これによって彼らは熟練した者となるからです。
δῆλον γὰρ ὅτι καὶ πολεμίῳ ἀνδρὶ ὁ τοιοῦτος συμπλακεὶς καταρρίψει τε θᾶττον ὑποσκελίσας καὶ καταπεσὼν εἴσεται ὡς ῥᾷστα ἐξανίστασθαι.
というのも、そのような者が敵と組み合った場合、足を払ってより素早く投げ倒すでしょうし、自分が倒されたときにも、いかにして最も容易に立ち上がるかを知っているだろうということは明らかだからです。
πάντα γὰρ ταῦτα, ὦ Ἀνάχαρσι, ἐπʼ ἐκεῖνον τὸν ἀγῶνα ποριζόμεθα τὸν ἐν τοῖς ὅπλοις καὶ ἡγούμεθα πολὺ ἀμείνοσι χρήσασθαι τοῖς οὕτως ἀσκηθεῖσιν, ἐπειδὰν πρότερον αὐτῶν γυμνὰ τὰ σώματα καταμαλάξαντες καὶ διαπονήσαντες ἐρρωμενέστερα καὶ ἀλκιμώτερα ἐξεργασώμεθα καὶ κοῦφα καὶ εὔτονα καὶ τὰ αὐτὰ βαρέα τοῖς ἀνταγωνισταῖς.
アナーカルシスよ、これらすべてを私たちは武装した戦闘というあの競技のために備えているのであり、このように訓練された人々を、あらかじめ彼らの裸の身体をほぐし、鍛え上げて、より強く、より勇敢に、そして軽快で強靭、かつ敵手たちにとって手ごわいものにしておいたならば、はるかに良く活用できると考えているのです」