§20Σόλων
οὐκοῦν διὰ βραχέων προακοῦσαι χρή σε ἃ περὶ πόλεως καὶ πολιτῶν ἡμῖν δοκεῖ.
ソロン「それでは、私たちが城邦や市民についてどのように考えているかを、まず手短に聞てもらわねばなりません。
πόλιν γὰρ ἡμεῖς οὐ τὰ οἰκοδομήματα ἡγούμεθα εἶναι, οἷον τείχη καὶ ἱερὰ καὶ νεωσοίκους, ἀλλὰ ταῦτα μὲν ὥσπερ σῶμά τι ἑδραῖον καὶ ἀκίνητον ὑπάρχειν εἰς ὑποδοχὴν καὶ ἀσφάλειαν τῶν πολιτευομένων, τὸ δὲ πᾶν κῦρος ἐν τοῖς πολίταις τιθέμεθα·
というのも、私たちは城邦を、城壁や神殿や船の格納庫のような建造物だとは思っていないからです。 そうしたものは、国政に携わる人々を受け入れ安全を守るための、いわば固定されて動かない身体として存在するのであって、すべての主権は市民の中にあると私たちは考えています。
τούτους γὰρ εἶναι τοὺς ἀναπληροῦντας καὶ διατάττοντας καὶ ἐπιτελοῦντας ἕκαστα καὶ φυλάττοντας, οἷόν τι ἐν ἡμῖν ἑκάστῳ ἐστὶν ἡ ψυχή.
彼らこそが、ちょうど私たち一人ひとりにおける魂のように、城邦を満たし、秩序づけ、一つひとつのことを成し遂げ、守る者だからです。
τοῦτο δὴ τοίνυν κατανοήσαντες ἐπιμελούμεθα μέν, ὡς ὁρᾷς, καὶ τοῦ σώματος τῆς πόλεως, κατακοσμοῦντες αὐτὸ ὡς κάλλιστον ἡμῖν εἴη, ἔνδοθέν τε οἰκοδομήμασιν κατεσκευασμένον καὶ ταῖς ἔκτοσθεν ταύταις περιβολαῖς εἰς τὸ ἀσφαλέστατον πεφραγμένον.
そこで、私たちはこのことを理解したうえで、ご覧の通り、城邦の身体をも配慮し、内部は建造物で整えられ、外部はこれら外壁の包囲によってきわめて安全に防備されるようにして、それが私たちにとって最も美しくあるように飾り立てているのです。
μάλιστα δὲ καὶ ἐξ ἅπαντος τοῦτο προνοοῦμεν, ὅπως οἱ πολῖται ἀγαθοὶ μὲν τὰς ψυχάς, ἰσχυροὶ δὲ τὰ σώματα γίγνοιντο·
しかし、何よりも、そしてあらゆることに先立って、私たちは市民が魂においては優れ、身体においては強健になるように配慮しています。
τοὺς γὰρ τοιούτους σφίσι τε αὐτοῖς καλῶς χρήσεσθαι ἐν εἰρήνῃ συμπολιτευομένους καὶ ἐκ πολέμου σώσειν τὴν πόλιν καὶ ἐλευθέραν καὶ εὐδαίμονα διαφυλάξειν.
そのような人々こそが、平和のうちに共に市民として暮らしながら、自分自身を良く律し、戦争からは城邦を救い、自由で幸福なまま守り抜くことになるからです。
τὴν μὲν δὴ πρώτην ἀνατροφὴν αὐτῶν μητράσι καὶ τίτθαις καὶ παιδαγωγοῖς ἐπιτρέπομεν ὑπὸ παιδείαις ἐλευθερίοις ἄγειν τε καὶ τρέφειν αὐτούς, ἐπειδὰν δὲ συνετοὶ ἤδη γίγνωνται τῶν καλῶς ἐχόντων, καὶ αἰδὼς καὶ ἐρύθημα καὶ φόβος καὶ ἐπιθυμία τῶν ἀρίστων ἀναφύηται αὐτοῖς, καὶ αὐτὰ ἤδη τὰ σώματα ἀξιόχρεα δοκῇ πρὸς τοὺς πόνους παγιώτερα γιγνόμενα καὶ πρὸς τὸ ἰσχυρότερον συνιστάμενα, τηνικαῦτα ἤδη παραλαβόντες αὐτοὺς διδάσκομεν, ἄλλα μὲν τῆς ψυχῆς μαθήματα καὶ γυμνάσια προτιθέντες, ἄλλως δὲ πρὸς τοὺς πόνους καὶ τὰ σώματα ἐθίζοντες.
彼らの最初の養育は母親や乳母や家庭教師に委ね、自由人にふさわしい教育のもとで彼らを導き育てるようにします。 しかし、彼らがすでに、何が善いことであるかを理解するようになり、慎みや羞恥心、畏怖、そして最善のものへの欲求が彼らの中に芽生え、身体そのものも、より強固になり、より頑健にまとまって、労苦に耐えうるものと見なされるようになると、そのとき初めて私たちは彼らを引き取り、魂のためにはまた別の学びや訓練を課し、他方で労苦や身体に対しては別の方針で慣れ親しませることで、彼らを教育するのです。
οὐ γὰρ ἱκανὸν ἡμῖν ἔδοξε τὸ μόνον φῦναι ὡς ἔφυ ἕκαστος ἤτοι κατὰ τὸ σῶμα ἢ κατὰ τὴν ψυχήν, ἀλλὰ καὶ παιδεύσεως καὶ μαθημάτων ἐπʼ αὐτοὺς δεόμεθα, ὑφʼ ὧν τά τε εὐφυῶς διακείμενα βελτίω παρὰ πολὺ γίγνοιτο ἂν καὶ τὰ φαύλως ἔχοντα μετακοσμοῖτο πρὸς τὸ βέλτιον.
というのも、各人が身体にせよ魂にせよ、ただ生まれついたままに成長するだけでは十分ではないと私たちは考え、彼らに対して教育や学びを必要とするからであり、それらによって、優れた素質を持つものははるかに良くなり、劣った状態にあるものはより良い方向へと作り替えられるのです。
καὶ τὸ παράδειγμα ἡμῖν παρὰ τῶν γεωργῶν, οἳ τὰ φυτὰ μέχρι μὲν πρόσγεια καὶ νήπιά ἐστι, σκέπουσιν καὶ περιφράττουσιν ὡς μὴ βλάπτοιντο ὑπὸ τῶν πνευμάτων, ἐπειδὰν δὲ ἤδη παχύνηται τὸ ἔρνος, τηνικαῦτα περιτέμνουσίν τε τὰ περιττὰ καὶ παραδιδόντες αὐτὰ τοῖς ἀνέμοις δονεῖν καὶ διασαλεύειν καρπιμώτερα ἐξεργάζονται. §21Σόλων
τὴν μὲν τοίνυν ψυχὴν μουσικῇ τὸ πρῶτον καὶ ἀριθμητικῇ ἀναρριπίζομεν, καὶ γράμματα γράψασθαι καὶ τορῶς αὐτὰ ἐπιλέξασθαι διδάσκομεν·
そして、私たちの手本は農夫たちにあります。 彼らは、植物が地面に近く幼いうちは、風によって傷つけられないように覆いをし、周囲を囲いますが、芽がすでに太くなると、そのときには余分な枝を切り落とし、風に引き渡して揺り動かされるに任せることで、より実り豊かなものへと仕上げるのです」ソロン「最初に魂を音楽と算術によって奮い立たせ、文字を書き、それを明瞭に読み取ることを教えます。
προϊοῦσιν δὲ ἤδη σοφῶν ἀνδρῶν γνώμας καὶ ἔργα παλαιὰ καὶ λόγους ὠφελίμους ἐν μέτροις κατακοσμήσαντες, ὡς μᾶλλον μνημονεύοιεν, ῥαψῳδοῦμεν αὐτοῖς.
そして彼らが進むにつれて、賢者たちの格言や古い事績、有益な議論を、より覚えやすいように詩の韻律に整えたうえで、彼らに吟誦して聞かせるのです。
οἱ δὲ καὶ ἀκούοντες ἀριστείας τινὰς καὶ πράξεις ἀοιδίμους ὀρέγονται κατὰ μικρὸν καὶ πρὸς μίμησιν ἐπεγείρονται, ὡς καὶ αὐτοὶ ᾄδοιντο καὶ θαυμάζοιντο ὑπὸ τῶν ὕστερον.
彼らはそれを聞き、優れた武勲や歌い継がれるべき行為を耳にすることで、少しずつそれに憧れ、後世の人々から自分たちも歌われ感嘆されるようにと、模倣へと駆り立てられます。
οἷα πολλὰ Ἡσίοδός τε ἡμῖν καὶ Ὅμηρος ἐποίησαν.
ヘシオドスやホメロスが私たちのために作ってくれた多くの詩がそのようなものです。
ἐπειδὰν δὲ πλησιάζωσι πρὸς τὴν πολιτείαν καὶ δέῃ αὐτοὺς ἤδη μεταχειρίζεσθαι τὰ κοινά — καίτοι ἔξω τοῦ ἀγῶνος ἴσως ταῦτα·
しかし、彼らが国政に近づき、すでに共同体の実務を手がけるべき時になると――とはいえ、おそらくこれらは本題の外にあることでしょう。
οὐ γὰρ ὅπως τὰς ψυχὰς αὐτῶν ἀσκοῦμεν ἐξ ἀρχῆς προὔκειτο εἰπεῖν, ἀλλὰ διʼ ὅ τι τοῖς τοιούτοις πόνοις καταγυμνάζειν αὐτοὺς ἀξιοῦμεν.
というのも、最初、彼らの魂をどのように鍛えるかを語ることが目的ではなく、なぜそのような肉体的労苦によって彼らを鍛錬するに値すると私たちが考えているかを語ることが目的だったからです。
ὥστε αὐτὸς ἐμαυτῷ σιωπᾶν προστάττω, οὐ περιμείνας τὸν κήρυκα οὐδὲ τὸν Ἀρεοπαγίτην σέ, ὃς ὑπʼ αἰδοῦς, οἶμαι, ἀνέχῃ ληροῦντα ἤδη τοσαῦτα ἔξω τοῦ πράγματος. Ἀνάχαρσις
εἰπέ μοι, ὦ Σόλων, πρὸς δὲ δὴ τοὺς τὰ ἀναγκαιότατα μὴ λέγοντας ἐν Ἀρείῳ πάγῳ, ἀλλὰ ἀποσιωπῶντας, οὐδὲν τῇ βουλῇ πρόστιμον ἐπινενόηται;
ですから、私は伝令官やアレオパゴス評議員であるあなたを待つことなく、自分自身に沈黙を命じます。 あなたは、慎み深さから、私がすでにこのように本題から外れた無駄話を長々と続けているのを耐えてくれているのでしょうから」アナーカルシス「ソロンよ、教えてください。
Σόλων
τί τοῦτο ἤρου με; οὐδέπω γὰρ δῆλον.
アレオパゴスにおいて、最も必要なことを語らず、黙り込んでいる者に対して、評議会は何の罰金も考えていないのですか」ソロン「なぜそのようなことを私に尋ねるのですか。
Ἀνάχαρσις
ὅτι τὰ κάλλιστα καὶ ἐμοὶ ἀκοῦσαι ἥδιστα παρείς, τὰ περὶ τῆς ψυχῆς, τὰ ἧττον ἀναγκαῖα λέγειν διανοῇ, γυμνάσια καὶ διαπονήσεις τῶν σωμάτων. Σόλων
μέμνημαι γάρ, ὦ γενναῖε, τῶν ἀπʼ ἀρχῆς προρρήσεων καὶ ἀποπλανᾶν οὐ βούλομαι τὸν λόγον, μή σου ἐπιταράξῃ τὴν μνήμην ἐπιρρέων.
まだ何のことだか明らかではありませんが」アナーカルシス「あなたが、私にとっても聞くのが最も美しく愉快なことである、魂に関する事柄を省いて、より必要性の低い事柄、すなわち身体の訓練や鍛錬について語ろうと考えているからです」ソロン「気高い友よ、私は最初の約束を覚えていますし、話が脇道に逸れて、流れ込んであなたの記憶を混乱させることを望まないからです。
πλὴν ἀλλὰ καὶ ταῦτα ἐρῶ διὰ βραχέων, ὡς οἷόν τε·
とはいえ、それらのことについてもできるだけ手短に話しましょう。
τὸ γὰρ ἀκριβὲς τῆς περὶ αὐτῶν διασκέψεως ἑτέρου ἂν εἴη λόγου.
それらについての精密な考察は、また別の機会の話になるでしょうから」