Humanitext Reader

琉善 · 阿纳哈西斯或体育 §18-19

体育的目的与阿雷奥帕古斯式的论辩约定

第 5 段,共 12 段 · 希腊语

内容简介

阿纳卡尔西斯指出索伦的讽刺,并要求他解释青年体育锻炼的目的。索伦表示同意,并借用阿雷奥帕古斯议会的严格审判规则,承诺进行有序的对话。

§18Ἀνάχαρσις τοῦτʼ ἐκεῖνο ἦν ἄρα, ὃ ἐγὼ περὶ ὑμῶν ἤκουον τῶν Ἀθηναίων, ὡς εἴητε εἴρωνες ἐν τοῖς λόγοις.
阿纳卡尔西斯: “这就是我以前听到的关于你们雅典人的传闻,说你们在言语中十分反讽。
ἐπεὶ πόθεν ἂν ἐγὼ νομὰς καὶ πλάνης ἄνθρωπος, ἐφʼ ἁμάξης βεβιωκώς, ἄλλοτε ἄλλην γῆν ἀμείβων, πόλιν δὲ οὔτε οἰκήσας πώποτε οὔτε ἄλλοτε ἢ νῦν ἑωρακώς, περὶ πολιτείας διεξίοιμι καὶ διδάσκοιμι αὐτόχθονας ἄνδρας πόλιν ταύτην ἀρχαιοτάτην τοσούτοις ἤδη χρόνοις ἐν εὐνομίᾳ κατῳκηκότας, καὶ μάλιστα σέ, ὦ Σόλων, ᾧ τοῦτο ἐξ ἀρχῆς καὶ μάθημα, ὡς φασίν, ἐγένετο, ἐπίστασθαι ὅπως ἂν ἄριστα πόλις οἰκοῖτο καὶ οἷστισιν νόμοις χρωμένη εὐδαιμονήσειε;
否则,像我这样一个在马车上生活、时常更换土地的游牧和漂泊之人,一个从未居住过城市、除现在外也从未见过城市的人,怎能详细阐述政体,并教导这些已经在良好秩序中居住于此最古老城市如此之久的土著人? 尤其是教导你,索伦,对你而言,正如人们所说,从一开始的学问就是懂得如何使城邦得到最好的治理,以及采用什么样的法律才能使之幸福?
πλὴν ἀλλὰ καὶ τοῦτο ὡς νομοθέτῃ πειστέον σοι, καὶ ἀντερῶ ἤν τί μοι δοκῇ μὴ ὀρθῶς λέγεσθαι, ὡς βεβαιότερον μάθοιμι.
然而,在这件事上我也必须服从作为立法者的你,如果我觉得有什么地方说得不对,我就要提出反驳,以便能更真切地学习。
καὶ ἰδοὺ γὰρ ἤδη ἐκφυγόντες τὸν ἥλιον ἐν τῷ συνηρεφεῖ ἐσμεν, καὶ καθέδρα μάλα ἡδεῖα καὶ εὔκαιρος ἐπὶ ψυχροῦ τοῦ λίθου.
瞧,我们已经躲开了太阳,来到了茂密阴凉处,而且这冰凉的石头上有非常舒适且合宜的座位。
λέγε οὖν τὸν λόγον ἐξ ἀρχῆς καθʼ ὅ τι τοὺς νέους παραλαβόντες ἐκ παίδων εὐθὺς διαπονεῖτε, καὶ ὅπως ὑμῖν ἄριστοι ἄνδρες ἀποβαίνουσιν ἐκ τοῦ πηλοῦ καὶ τῶν ἀσκημάτων τούτων, καὶ τί ἡ κόνις καὶ τὰ κυβιστήματα συντελεῖ πρὸς ἀρετὴν αὐτοῖς.
那么,请从头开始讲,你们从孩提时代起,是以什么方针接手并锻炼年轻人的,以及最优秀的人是如何从泥土和这些训练中为你们培养出来的,还有沙尘和翻滚对他们的美德有什么贡献。
τοῦτο γὰρ δὴ μάλιστα ἐξ ἀρχῆς εὐθὺς ἐπόθουν ἀκοῦσαι· τὰ δʼ ἄλλα εἰς ὕστερον διδάξῃ με κατὰ καιρὸν ἕκαστον ἐν τῷ μέρει.
因为这确实是我一开始就最渴望听到的;至于其他的事情,你以后可以在合适的时候依次教我。
ἐκείνου μέντοι, ὦ Σόλων, μέμνησό μοι παρὰ τὴν ῥῆσιν, ὅτι πρὸς ἄνδρα βάρβαρον ἐρεῖς.
不过,索伦,在你的论述中请为我记住这一点,即你是在对一个野蛮人说话。
λέγω δὲ ὡς μὴ περιπλέκῃς μηδὲ ἀπομηκύνῃς τοὺς λόγους·
我这么说是为了让你不要把话说得太复杂,也不要拉得太长。
δέδια γὰρ μὴ ἐπιλανθάνωμαι τῶν πρώτων, εἰ τὰ μετὰ ταῦτα πολλὰ ἐπιρρέοι.
因为我害怕如果后面的内容源源不断地涌来,我会忘记前面的内容。
§19Σόλων σὺ τοῦτο, ὦ Ἀνάχαρσι, ταμιεύσῃ ἄμεινον, ἔνθα ἄν σοι δοκῇ μὴ πάνυ σαφὴς ὁ λόγος εἶναι ἢ πόρρω ποι ἀποπλανᾶσθαι εἰκῆ ῥέων· ἐρήσῃ γὰρ μεταξὺ ὅ τι ἂν ἐθέλῃς καὶ διακόψεις αὐτοῦ τὸ μῆκος.
” 索伦: “阿纳卡尔西斯,在这方面你可以更好地控制,只要你觉得话语不太明白,或者无目的地流淌而飘向了远方,你就可以在中间随时提问你所想问的,并打断它的长度。
ἢν μέντοι μὴ ἐξαγώνια μηδὲ πόρρω τοῦ σκοποῦ τὰ λεγόμενα ᾖ, κωλύσει οὐδέν, οἶμαι, εἰ καὶ μακρὰ λέγοιτο, ἐπεὶ καὶ τῇ βουλῇ τῇ ἐξ Ἀρείου πάγου, ἥπερ τὰς φονικὰς ἡμῖν δίκας δικάζει, πάτριον οὕτω ποιεῖν.
然而,如果所说的话并没有脱离主题,也没有远离目标,我认为即使说得很长也无妨,因为对于为我们审判谋杀案的阿雷奥帕古斯议会来说,如此行事也是祖传的惯例。
ὁπόταν γὰρ ἀνελθοῦσα εἰς τὸν πάγον συγκαθέζηται φόνου ἢ τραύματος ἐκ προνοίας ἢ πυρκαϊᾶς δικάσοντες, ἀποδίδοται λόγος ἑκατέρῳ τῶν κρινομένων καὶ λέγουσιν ἐν τῷ μέρει ὁ μὲν διώκων ὁ δὲ φεύγων, ἢ αὐτοὶ ἢ ῥήτορας ἀναβιβάζονται τοὺς ἐροῦντας ὑπὲρ αὐτῶν.
因为每当他们登上山丘,为了审判谋杀、蓄意伤人或纵火而坐在一起时,被审判的双方都会获得发言权,起诉者和辩护者轮流发言,或者是他们自己,或者是他们让替自己说话的雄辩家上台。
οἱ δὲ ἔστʼ ἂν μὲν περὶ τοῦ πράγματος λέγωσιν, ἀνέχεται ἡ βουλὴ καθʼ ἡσυχίαν ἀκούουσα· ἢν δέ τις ἢ φροίμιον εἴπῃ πρὸ τοῦ λόγου, ὡς εὐνουστέρους ἀπεργάσαιτο αὐτούς, ἢ οἶκτον ἢ δείνωσιν ἔξωθεν ἐπάγῃ τῷ πράγματι — οἷα πολλὰ ῥητόρων παῖδες ἐπὶ τοὺς δικαστὰς μηχανῶνται — παρελθὼν ὁ κῆρυξ κατεσιώπησεν εὐθύς, οὐκ ἐῶν ληρεῖν πρὸς τὴν βουλὴν καὶ περιπέττειν τὸ πρᾶγμα ἐν τοῖς λόγοις, ὡς γυμνὰ τὰ γεγενημένα οἱ Ἀρεοπαγῖται βλέποιεν.
只要他们是针对案情本身发言,议会就会静静地听着;但如果有人在发言前说一段引言以图让他们产生好感,或者在案情之外引入博取同情或夸张渲染的说辞——就像雄辩家的弟子们经常对法官所使用的手段那样——传令官就会立刻走上前去令其保持沉默,不准他们对议会胡言乱语并用言词粉饰案情,好让阿雷奥帕古斯的议员们能看到赤裸裸的事实。
ὥστε καὶ σέ, ὦ Ἀνάχαρσι, Ἀρεοπαγίτην ἐν τῷ παρόντι ποιοῦμαι ἔγωγε, καὶ κατὰ τὸν τῆς βουλῆς μου νόμον ἄκουε, καὶ σιωπᾶν κέλευε, ἢν αἴσθῃ καταρρητορευόμενος· ἄχρι δ' ἂν οἰκεῖα τῷ πράγματι λέγηται, ἐξέστω ἀπομηκύνειν.
因此,阿纳卡尔西斯,现在我也把你当作阿雷奥帕古斯的议员,你按照我议会的法律听我讲,如果你发觉自己要被辩才所压倒,就命令我保持沉默;但只要所说的话与案情切合,就允许拉长篇幅。
οὐδὲ γὰρ ὑφʼ ἡλίῳ ἔτι ποιησόμεθα τὴν συνουσίαν, ὡς ἄχθεσθαι εἰ ἀποτείνοιτο ἡ ῥῆσις, ἀλλὰ ἥ τε σκιὰ πυκνὴ καὶ ἡμεῖς σχολὴν ἄγομεν.
因为我们不再是在烈日下进行交谈,以至于如果话拉长了就会感到厌烦,相反,这里的树荫浓密,而且我们有闲暇。
Ἀνάχαρσις εὐγνώμονά σου ταῦτα, ὦ Σόλων, καὶ ἔγωγε ἤδη χάριν οὐ μικρὰν οἶδά σοι καὶ ἐπὶ τούτοις, ὅτι πάρεργον τοῦ λόγου καὶ τὰ ἐν Ἀρείῳ πάγῳ γιγνόμενα ἐδιδάξω με, θαυμάσια ὡς ἀληθῶς καὶ ἀγαθῶν βουλευτῶν ἔργα πρὸς ἀλήθειαν οἰσόντων τὴν ψῆφον.
” 阿纳卡尔西斯: “索伦,你的这些话合情合理,我也已经为此向你表示不小的感激,因为在正题之外,你还教会了我在阿雷奥帕古斯发生的事情,这真是令人惊叹,也是那些致力于根据真理投票的优秀议员的作为。
ἐπὶ τούτοις οὖν ἤδη λέγε, καὶ ὁ Ἀρεοπαγίτης ἐγὼ — τοῦτο γὰρ ἔθου με — κατὰ σχῆμα τῆς βουλῆς ἀκούσομαί σου.
那么,基于这些,你现在讲吧,而我这个阿雷奥帕古斯议员——因为你这样定位了我——将按照议会的规矩听你讲。 ”

词汇与语法注释

  1. 18τοῦτʼ ἐκεῖνο ἦν ἄρα — 当传闻与眼前的现实相吻合时,表示惊讶或领悟的惯用表达(“原来那个传闻就是这个啊”)。未完成过去时 ἦν 指示过去的传闻与现在事实的契合。
  2. 18ὡς εἴητε εἴρωνες ἐν τοῖς λόγοις — 用 ὡς 代替 ὅτι 的名词从句,解释前文 ὃ ἐγὼ περὶ ὑμῶν ἤκουον 的具体内容。由于主句为过去时(ἤκουον),这里使用了间接引语的希求法(εἴητε)。
  3. 18ἐπεὶ πόθεν ἂν ἐγὼ ... διεξίοιμι καὶ διδάσκοιμι — 连词 ἐπεὶ 意为“否则、因为”,引导反问句。通过潜在希求法(ἄν + 希求法),表示“我怎么可能(在……的情况下)进行详细阐述并教导呢(意即不可能)”。
  4. 18ᾧ τοῦτο ἐξ ἀρχῆς καὶ μάθημα ... ἐγένετο, ἐπίστασθαι — 关系代词 ᾧ 的先行词是前文的 σέ(索伦)。不定式短语 ἐπίστασθαι... 同位语式地解释了指示代词 τοῦτο 的内容。
  5. 19κατεσιώπησεν — 此处的过去时非指过去的单一事件,而是表示普遍真理或习惯的“格言过去时(gnomic aorist)”。因此,翻译为现在时(“通常令其保持沉默”)更为合适。
  6. 19καταρρητορευόμενος — 动词 καταρρητορεύω(用雄辩术压倒、说服)的现在被动分词,在此作为主格补语,修饰条件从句(ἢν αἴσθῃ)的省略主语(你)。意为“如果你觉得自已被口才压制”。

引用这一段

琉善, 阿纳哈西斯或体育 §18-19. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg034.humanitext-grc2:18-19

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。