Humanitext Reader

琉善 · 阿纳哈西斯或体育 §16-17

移步树荫与继续探讨城邦法规的邀请

第 4 段,共 12 段 · 希腊语

内容简介

阿纳卡尔西斯嘲讽了索伦宏大的比喻与实际简陋奖品之间的反差,并建议移步到阴凉处以避暑。索伦解释说体育锻炼也培养了耐热能力,并在移动时邀请阿纳卡尔西斯自由质问其法律,以便让雅典城邦受益。

§16Ἀνάχαρσις εἶτα, ὦ θαυμάσιε Σόλων, τοιαῦτά μοι καὶ τηλικαῦτα ἔχων ἆθλα διεξιέναι, μῆλα καὶ σέλινα διηγοῦ καὶ θαλλὸν ἐλαίας ἀγρίας καὶ πίτυν;
阿纳卡尔西斯: “那么,令人惊叹的索伦,你明明可以向我详细讲述如此之多、如此重大的奖品,却一直在跟我谈论苹果、芹菜、野生橄榄枝和松树吗?
Σόλων καὶ μήν, ὦ Ἀνάχαρσι, οὐδʼ ἐκεῖνά σοι ἔτι δόξει μικρὰ εἶναι, ὁπόταν ἃ λέγω καταμάθῃς·
” 索伦: “其实,阿纳卡尔西斯,一旦你理解了我所说的话,即使是那些东西,你也不会再觉得它们微不足道了。
ἀπὸ γάρ τοι τῆς αὐτῆς γνώμης γίγνεται, καὶ μέρη πάντα ταῦτά ἐστι μικρὰ τοῦ μείζονος ἐκείνου ἀγῶνος καὶ τοῦ στεφάνου ὃν κατέλεξα τοῦ πανευδαίμονος.
因为它们源于同样的想法,而这一切,都是那个更大的竞技以及我所列举的那个极其幸福的冠冕的微小组成部分。
ὁ δὲ λόγος, οὐκ οἶδʼ ὅπως ὑπερβὰς τὴν τάξιν, ἐκείνων πρότερον ἐπεμνήσθη τῶν Ἰσθμοῖ γιγνομένων καὶ Ὀλυμπίασι καὶ ἐν Νεμέᾳ.
但是我们的谈话不知怎么的颠倒了顺序,先提到了在伊斯米亚、奥林匹亚和内美亚举行的那些竞技。
πλὴν ἀλλὰ νώ — σχολὴν γὰρ ἄγομεν καὶ σύ, ὡς φής, προθυμῇ ἀκούειν — ἀναδραμούμεθα ῥᾳδίως πρὸς τὴν ἀρχὴν καὶ τὸν κοινὸν ἀγῶνα διʼ ὅν φημι πάντα ταῦτα ἐπιτηδεύεσθαι.
不过,既然我们有闲暇,而且正如你所说你也很乐意倾听,我们很容易就能回到开头,回到那个共同的竞技,也就是我所说的这一切训练都是为了它而进行的。
Ἀνάχαρσις ἄμεινον, ὦ Σόλων, οὕτως·
” 阿纳卡尔西斯: “索伦,这样更好。
καθʼ ὁδὸν γὰρ ἂν ἡμῖν ὁ λόγος μᾶλλον προχωροίη, καὶ τάχʼ ἂν ἴσως ἀπὸ τούτων πεισθείην μηδὲ ἐκείνων ἔτι καταγελᾶν, εἴ τινα ἴδοιμι σεμνυνόμενον κοτίνῳ ἢ σελίνῳ ἐστεφανωμένον.
因为这样我们的谈话会更顺理成章地进行,而且也许通过这些,我会受到说服,以后即使看到有人因戴上野生橄榄或芹菜的冠冕而自豪,也再不会嘲笑他们了。
ἀλλʼ εἰ δοκεῖ, εἰς τὸ σύσκιον ἐκεῖσε ἀπελθόντες καθίσωμεν ἐπὶ τῶν θάκων, ὡς μὴ ἐνοχλοῖεν ἡμῖν οἱ ἐπικεκραγότες τοῖς παλαίουσιν.
但是,如果你同意的话,我们到那边阴凉的地方去,坐在石凳上,免得那些为摔跤者呐喊的人打扰我们。
ἄλλως τε — εἰρήσεται γάρ — οὐδὲ τὸν ἥλιον ἔτι ῥᾳδίως ἀνέχομαι ὀξὺν καὶ φλογμώδη ἐμπίπτοντα γυμνῇ τῇ κεφαλῇ.
而且——说实在的——我也无法再轻易忍受这炽烈灼人的阳光直接照射在我光秃秃的头上了。
τὸν γὰρ πῖλόν μοι ἀφελεῖν οἴκοθεν ἔδοξεν, ὡς μὴ μόνος ἐν ὑμῖν ξενίζοιμι τῷ σχήματι.
因为我出门时决定不戴帽子,免得在你们中间因装束独特而显得格格不入。
ἡ δὲ ὥρα τοῦ ἔτους ὅ τι περ τὸ πυρωδέστατόν ἐστι, τοῦ ἀστέρος ὃν ὑμεῖς κύνα φατὲ πάντα καταφλέγοντος καὶ τὸν ἀέρα ξηρὸν καὶ διακαῆ τιθέντος, ὅ τε ἥλιος κατὰ μεσημβρίαν ἤδη ὑπὲρ κεφαλῆς ἐπικείμενος φλογμὸν τοῦτον οὐ φορητὸν ἐπάγει τοῖς σώμασιν.
而现在的季节正是最炎热的时候,你们称为‘犬星’的那个星辰正炙烤着万物,使空气变得干燥而滚烫,而正午的太阳已经悬在头顶,给我们的身体带来了这无法忍受的酷热。
ὥστε καὶ σοῦ θαυμάζω, ὅπως γηραιὸς ἤδη ἄνθρωπος οὔτε ἰδίεις πρὸς τὸ θάλπος ὥσπερ ἐγὼ οὔτε ὅλως ἐνοχλουμένῳ ἔοικας, οὐδὲ περιβλέπεις σύσκιόν τι ἔνθα ὑποδύσῃ, ἀλλὰ δέχῃ τὸν ἥλιον εὐμαρῶς.
所以我甚至对你感到惊讶,你已经是一位老人了,却不像我这样因炎热而流汗,也似乎完全不受困扰,更不环顾四周寻找可以躲避的阴凉处,反而安然地承受着阳光。
Σόλων οἱ μάταιοι γὰρ οὗτοι πόνοι, ὦ Ἀνάχαρσι, καὶ αἱ συνεχεῖς ἐν τῷ πηλῷ κυβιστήσεις καὶ αἱ ὕπαιθροι ἐν τῇ ψάμμῳ ταλαιπωρίαι τοῦτο ἡμῖν τὸ ἀμυντήριον παρέχουσι πρὸς τὰς τοῦ ἡλίου βολάς, καὶ οὐκέτι πίλου δεόμεθα ὃς τὴν ἀκτῖνα κωλύσει καθικνεῖσθαι τῆς κεφαλῆς.
” 索伦: “阿纳卡尔西斯,因为正是这些看似徒劳的劳苦、在泥中不断的翻滚、以及在沙地上的露天折磨,为我们提供了抵御阳光的防线,使我们不再需要帽子来阻止光线照到头上。
§17Σόλων ἀπίωμεν δʼ οὖν.
” 索伦: “那我们走吧。
καὶ ὅπως μὴ καθάπερ νόμοις προσέξεις οἷς ἂν λέγω πρὸς σέ, ὡς ἐξ ἅπαντος πιστεύειν αὐτοῖς, ἀλλʼ ἔνθα ἄν σοι μὴ ὀρθῶς τι λέγεσθαι δοκῇ, ἀντιλέγειν εὐθὺς καὶ διευθύνειν τὸν λόγον.
你要注意,不要把我对你所说的话当作法律一样听从,无论如何都去相信它们;相反,一旦你觉得有什么地方说得不对,就立刻反驳,并纠正这段话。
δυοῖν γὰρ θατέρου πάντως οὐκ ἂν ἁμάρτοιμεν, ἢ σὲ βεβαίως πεισθῆναι ἐκχέαντα ὁπόσα οἴει ἀντιλεκτέα εἶναι ἢ ἐμὲ ἀναδιδαχθῆναι ὡς οὐκ ὀρθῶς γιγνώσκω περὶ αὐτῶν.
因为我们绝对会得到两件事中的一件:要么你倾吐完所有你认为值得反驳的观点后被彻底说服,要么我被重新指教,明白自己对这些事情的看法是不正确的。
καὶ ἐν τούτῳ πᾶσα ἄν σοι ἡ πόλις ἡ Ἀθηναίων οὐκ ἂν φθάνοι χάριν ὁμολογοῦσα·
在这件事上,整个雅典城邦都会尽早对你表示感激;因为你所教导我的、以及说服我往更好方向改变的所有事情,都将给那个城邦带来最大的益处。
ὅσα γὰρ ἂν ἐμὲ παιδεύσῃς καὶ μεταπείσῃς πρὸς τὸ βέλτιον, ἐκείνην τὰ μέγιστα ἔσῃ ὠφεληκώς. οὐδὲν γὰρ ἂν ἀποκρυψαίμην αὐτήν, ἀλλʼ εὐθὺς εἰς τὸ μέσον καταθήσω φέρων καὶ καταστὰς ἐν τῇ πνυκὶ ἐρῶ πρὸς ἅπαντας, ἄνδρες Ἀθηναῖοι, ἐγὼ μὲν ὑμῖν ἔγραψα τοὺς νόμους οἵους ᾤμην ὠφελιμωτάτους ἔσεσθαι τῇ πόλει, ὁ δὲ ξένος οὑτοσί — δείξας σέ, ὦ Ἀνάχαρσι — Σκύθης μέν ἐστι, σοφὸς δὲ ὢν μετεπαίδευσέ με καὶ ἄλλα βελτίω μαθήματα καὶ ἐπιτηδεύματα ἐδιδάξατο·
因为我对她不会有任何隐瞒,而是会立刻把它带到公众面前,站在普尼克斯集会场上,对所有人说:‘雅典的男子汉们,我确实为你们制定了那些我认为对城邦最有益的法律,但这位外邦人’——指着你,阿纳卡尔西斯——‘虽然是个斯基泰人,却因其智慧而重新教育了我,并教会了我其他更好的学问和实践。
ὥστε εὐεργέτης ὑμῶν ὁ ἀνὴρ ἀναγεγράφθω καὶ χαλκοῦν αὐτὸν ἀναστήσατε παρὰ τοὺς ἐπωνύμους ἢ ἐν πόλει παρὰ τὴν Ἀθηνᾶν.
因此,让这个人被登记为你们的恩人,并在名祖英雄雕像旁,或是在卫城雅典娜像旁,为他树立一座青铜像吧。
καὶ εὖ ἴσθι ὡς οὐκ αἰσχυνεῖται ἡ Ἀθηναίων πόλις παρὰ βαρβάρου καὶ ξένου τὰ συμφέροντα ἐκμανθάνοντες.
’并且你当深知,雅典城邦绝不会因从一个野蛮人和外邦人那里学习有益之事而感到羞耻。 ”

词汇与语法注释

  1. 16τοιαῦτά μοι καὶ τηλικαῦτα ἔχων ἆθλα διεξιέναι — 意为“明明能够向我详细讲述如此之多、如此重大的奖品”。分词 ἔχων 在此表示能力(“能够”)。
  2. 16τὸν γὰρ πῖλόν μοι ἀφελεῖν οἴκοθεν ἔδοξεν — 意为“我决定在出门时脱下帽子”。οἴκοθεν(“从家里”)在此指代其旅途中的住所。ἔδοξεν 是无人称用法(“决定”),带有人称与格 μοι 作为不定式 ἀφελεῖν 的逻辑主语。
  3. 17καὶ ὅπως μὴ καθάπερ νόμοις προσέξεις — 这里的 ὅπως μή 搭配直陈式将来时(προσέξεις),表示强烈的命令或警告(“注意不要……”)。
  4. 17οὐκ ἂν φθάνοι χάριν ὁμολογοῦσα — οὐκ ἂν φθάνοιμι 搭配分词是表示“一刻也不容缓地去傲某事”或“越快越好”的习惯表达。此处的主语是“整个雅典城邦”(πᾶσα ἡ πόλις),与之呼应的分词是 ὁμολογοῦσα。
  5. 17τὰ συμφέροντα ἐκμανθάνοντες — 虽然主语是单数阴性名词 ἡ πόλις(城邦),但与之修饰的分词却使用了复数阳性形式 ἐκμανθάνοντες。这是典型的按意义一致(ad sensum)的语法现象,将城邦视为市民群体的集合。

引用这一段

琉善, 阿纳哈西斯或体育 §16-17. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg034.humanitext-grc2:16-17

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。