§18Ἀνάχαρσις
τοῦτʼ ἐκεῖνο ἦν ἄρα, ὃ ἐγὼ περὶ ὑμῶν ἤκουον τῶν Ἀθηναίων, ὡς εἴητε εἴρωνες ἐν τοῖς λόγοις.
アナーカルシス:「それこそ、私があなたがたアテナイ人について聞いていた、言葉において皮肉屋であるというのは、やはりこのことだったのですね。
ἐπεὶ πόθεν ἂν ἐγὼ νομὰς καὶ πλάνης ἄνθρωπος, ἐφʼ ἁμάξης βεβιωκώς, ἄλλοτε ἄλλην γῆν ἀμείβων, πόλιν δὲ οὔτε οἰκήσας πώποτε οὔτε ἄλλοτε ἢ νῦν ἑωρακώς, περὶ πολιτείας διεξίοιμι καὶ διδάσκοιμι αὐτόχθονας ἄνδρας πόλιν ταύτην ἀρχαιοτάτην τοσούτοις ἤδη χρόνοις ἐν εὐνομίᾳ κατῳκηκότας, καὶ μάλιστα σέ, ὦ Σόλων, ᾧ τοῦτο ἐξ ἀρχῆς καὶ μάθημα, ὡς φασίν, ἐγένετο, ἐπίστασθαι ὅπως ἂν ἄριστα πόλις οἰκοῖτο καὶ οἷστισιν νόμοις χρωμένη εὐδαιμονήσειε;
というのも、どうして私のような、荷車の上で生活し、時ごとに別の土地へと移り変わり、都市に住んだことも一度もなく、現在以外に見たこともない遊牧と放浪の人間が、国政について詳しく語り、これほど長い年月にわたりすでに良い秩序のもとでこのきわめて古い都市に暮らしてきた土着の人々を、そして特にソロンよ、どのようにすれば都市が最も良く治められ、どのような法律を用いて幸福になるかを理解することが、人々が言うように、最初から学びの対象であったあなたを教えることなどできるでしょうか。
πλὴν ἀλλὰ καὶ τοῦτο ὡς νομοθέτῃ πειστέον σοι, καὶ ἀντερῶ ἤν τί μοι δοκῇ μὴ ὀρθῶς λέγεσθαι, ὡς βεβαιότερον μάθοιμι.
とはいえ、このことも立法者としてのあなたに従わねばなりません。 そして、もし何かが正しく語られていないと思われるならば、より確実に学ぶために、私も反論しましょう。
καὶ ἰδοὺ γὰρ ἤδη ἐκφυγόντες τὸν ἥλιον ἐν τῷ συνηρεφεῖ ἐσμεν, καὶ καθέδρα μάλα ἡδεῖα καὶ εὔκαιρος ἐπὶ ψυχροῦ τοῦ λίθου.
そして見よ、私たちはすでに太陽を逃れて木陰に入っており、冷たい石の上の、とても心地よくて好都合な座席があります。
λέγε οὖν τὸν λόγον ἐξ ἀρχῆς καθʼ ὅ τι τοὺς νέους παραλαβόντες ἐκ παίδων εὐθὺς διαπονεῖτε, καὶ ὅπως ὑμῖν ἄριστοι ἄνδρες ἀποβαίνουσιν ἐκ τοῦ πηλοῦ καὶ τῶν ἀσκημάτων τούτων, καὶ τί ἡ κόνις καὶ τὰ κυβιστήματα συντελεῖ πρὸς ἀρετὴν αὐτοῖς.
それでは、若者たちを子供から受け取ってすぐに、どのような方針で鍛え上げるのか、そしてどのようにしてあなたがたにとって最良の男たちが泥やこれら訓練から生まれてくるのか、そして砂や転がりが彼らにとって徳にどのように貢献するのか、最初から詳しく話をしてください。
τοῦτο γὰρ δὴ μάλιστα ἐξ ἀρχῆς εὐθὺς ἐπόθουν ἀκοῦσαι·
これこそまさに、私が最初からすぐに聞きたいと熱望していたことですから。
τὰ δʼ ἄλλα εἰς ὕστερον διδάξῃ με κατὰ καιρὸν ἕκαστον ἐν τῷ μέρει.
他のことは、後でそれぞれ適切な時期に、順を追って私に教えてください。
ἐκείνου μέντοι, ὦ Σόλων, μέμνησό μοι παρὰ τὴν ῥῆσιν, ὅτι πρὸς ἄνδρα βάρβαρον ἐρεῖς.
しかしながら、ソロンよ、話の間じゅう、あなたが野蛮人に向かって話しているのだということを覚えておいてください。
λέγω δὲ ὡς μὴ περιπλέκῃς μηδὲ ἀπομηκύνῃς τοὺς λόγους·
私が言うのは、話を複雑にしたり長引かせたりしないようにということです。
δέδια γὰρ μὴ ἐπιλανθάνωμαι τῶν πρώτων, εἰ τὰ μετὰ ταῦτα πολλὰ ἐπιρρέοι. §19Σόλων
σὺ τοῦτο, ὦ Ἀνάχαρσι, ταμιεύσῃ ἄμεινον, ἔνθα ἄν σοι δοκῇ μὴ πάνυ σαφὴς ὁ λόγος εἶναι ἢ πόρρω ποι ἀποπλανᾶσθαι εἰκῆ ῥέων·
というのも、その後に多くのことが流れ込んできたら、最初のことを忘れてしまうのではないかと心配だからです」ソロン:「アナーカルシスよ、話がまったく明確でないと思われたり、あるいはどこか遠くへ、あてもなく流れて迷い込んでいると思われるところで、あなたがそのことをより良く管理するとよいでしょう。
ἐρήσῃ γὰρ μεταξὺ ὅ τι ἂν ἐθέλῃς καὶ διακόψεις αὐτοῦ τὸ μῆκος.
というのも、途中で望むことを何でも質問し、その長さを遮ることができるからです。
ἢν μέντοι μὴ ἐξαγώνια μηδὲ πόρρω τοῦ σκοποῦ τὰ λεγόμενα ᾖ, κωλύσει οὐδέν, οἶμαι, εἰ καὶ μακρὰ λέγοιτο, ἐπεὶ καὶ τῇ βουλῇ τῇ ἐξ Ἀρείου πάγου, ἥπερ τὰς φονικὰς ἡμῖν δίκας δικάζει, πάτριον οὕτω ποιεῖν.
しかしながら、語られることがテーマから外れたものでもなく、的から遠く離れたものでもないならば、たとえ長く語られたとしても、何も妨げにはならないと私は思います。
ὁπόταν γὰρ ἀνελθοῦσα εἰς τὸν πάγον συγκαθέζηται φόνου ἢ τραύματος ἐκ προνοίας ἢ πυρκαϊᾶς δικάσοντες, ἀποδίδοται λόγος ἑκατέρῳ τῶν κρινομένων καὶ λέγουσιν ἐν τῷ μέρει ὁ μὲν διώκων ὁ δὲ φεύγων, ἢ αὐτοὶ ἢ ῥήτορας ἀναβιβάζονται τοὺς ἐροῦντας ὑπὲρ αὐτῶν.
というのも、私たちに殺人事件の裁判を行う、アレオパゴスの評議会にとっても、そのようにするのが先祖伝来の慣習だからです。
οἱ δὲ ἔστʼ ἂν μὲν περὶ τοῦ πράγματος λέγωσιν, ἀνέχεται ἡ βουλὴ καθʼ ἡσυχίαν ἀκούουσα·
というのも、彼らが丘に登って、殺人、あるいは意図的な傷害、あるいは放火の裁判を行うために席を同じくするとき、裁判にかけられている者のそれぞれに発言権が与えられ、原告と被告がそれぞれ順に語るか、あるいは本人たちが、あるいは自分たちの代わりに語る弁論家を登らせるからです。
ἢν δέ τις ἢ φροίμιον εἴπῃ πρὸ τοῦ λόγου, ὡς εὐνουστέρους ἀπεργάσαιτο αὐτούς, ἢ οἶκτον ἢ δείνωσιν ἔξωθεν ἐπάγῃ τῷ πράγματι — οἷα πολλὰ ῥητόρων παῖδες ἐπὶ τοὺς δικαστὰς μηχανῶνται — παρελθὼν ὁ κῆρυξ κατεσιώπησεν εὐθύς, οὐκ ἐῶν ληρεῖν πρὸς τὴν βουλὴν καὶ περιπέττειν τὸ πρᾶγμα ἐν τοῖς λόγοις, ὡς γυμνὰ τὰ γεγενημένα οἱ Ἀρεοπαγῖται βλέποιεν.
そして、彼らが事件そのものについて語っている限り、評議会は静かに聞いて耐えています。 しかし、もし誰かが話の前に、彼らをより好意的にさせようと導入を述べたり、あるいは事件の外部から同情や誇張を持ち込もうとするなら――弁論家の弟子たちが裁判官に対してよく企てるようなことですが――伝令官が進み出て、すぐに彼を黙らせます。 評議会に対して無駄話をしたり、言葉によって事件を飾り立てることを許さず、アレオパゴスの評議員たちが起こった出来さをありのまま見ることができるようにするのです。
ὥστε καὶ σέ, ὦ Ἀνάχαρσι, Ἀρεοπαγίτην ἐν τῷ παρόντι ποιοῦμαι ἔγωγε, καὶ κατὰ τὸν τῆς βουλῆς μου νόμον ἄκουε, καὶ σιωπᾶν κέλευε, ἢν αἴσθῃ καταρρητορευόμενος·
ですから、アナーカルシスよ、私もまた現在あなたをアレオパゴス評議員にします。 私のこの評議会の法に従って聞き、もし自分が弁論で丸め込まれそうになっていると感じたら、静かにするように命じてください。
ἄχρι δ' ἂν οἰκεῖα τῷ πράγματι λέγηται, ἐξέστω ἀπομηκύνειν.
しかし、事件に適したことが語られている限り、長引かせることを許してください。
οὐδὲ γὰρ ὑφʼ ἡλίῳ ἔτι ποιησόμεθα τὴν συνουσίαν, ὡς ἄχθεσθαι εἰ ἀποτείνοιτο ἡ ῥῆσις, ἀλλὰ ἥ τε σκιὰ πυκνὴ καὶ ἡμεῖς σχολὴν ἄγομεν.
というのも、私たちはもはや太陽の下で会合を行っているわけではないので、話が長引いたとしても不快に思うことはなく、日陰は濃く、私たちは暇があるからです」アナーカルシス:「ソロンよ、それはもっともなお言葉です。
Ἀνάχαρσις
εὐγνώμονά σου ταῦτα, ὦ Σόλων, καὶ ἔγωγε ἤδη χάριν οὐ μικρὰν οἶδά σοι καὶ ἐπὶ τούτοις, ὅτι πάρεργον τοῦ λόγου καὶ τὰ ἐν Ἀρείῳ πάγῳ γιγνόμενα ἐδιδάξω με, θαυμάσια ὡς ἀληθῶς καὶ ἀγαθῶν βουλευτῶν ἔργα πρὸς ἀλήθειαν οἰσόντων τὴν ψῆφον.
私は、あなたが本筋のほかに、アレオパゴスで行われていることも教えてくれたことに対しても、すでに小さからぬ感謝をしています。 それは実に驚くべきことであり、真実に基づいて票を投じようとする優れた評議員たちの働きです。
ἐπὶ τούτοις οὖν ἤδη λέγε, καὶ ὁ Ἀρεοπαγίτης ἐγὼ — τοῦτο γὰρ ἔθου με — κατὰ σχῆμα τῆς βουλῆς ἀκούσομαί σου.
それでは、これらの条件の上で、もう話してください。 そしてアレオパゴス評議員となった私は――あなたが私をそのようにしたのですから――評議会の流儀に従って、あなたの話を聞きましょう」