Humanitext Reader

ルキアノス · アナカルシス §16-17

木陰への移動と対話を続ける呼びかけ

4 / 12 箇所 · ギリシア語

要旨

アナーカルシスはソロンが列挙した豪華な比喩と実際の素朴な賞品との落差を揶揄し、暑さを避けて木陰へ移動することを提案する。ソロンは体育の鍛錬が暑さへの耐性も培うと説明した上で、対話の場を移動し、異邦人の意見でも有益なら国全体が受け入れる用意があると語る。

§16Ἀνάχαρσις εἶτα, ὦ θαυμάσιε Σόλων, τοιαῦτά μοι καὶ τηλικαῦτα ἔχων ἆθλα διεξιέναι, μῆλα καὶ σέλινα διηγοῦ καὶ θαλλὸν ἐλαίας ἀγρίας καὶ πίτυν; Σόλων καὶ μήν, ὦ Ἀνάχαρσι, οὐδʼ ἐκεῖνά σοι ἔτι δόξει μικρὰ εἶναι, ὁπόταν ἃ λέγω καταμάθῃς·
アナーカルシス:「それでは、驚くべきソロンよ、あなたは私にこれほど素晴らしくかつ偉大な賞品について詳しく説明することができるのに、りんごやセロリ、野生オリーブの枝や松について語っていたのですか」ソロン:「まさに、アナーカルシスよ、私が言っていることを理解したときには、それらももはやあなたにとって小さなものとは思われなくなるでしょう。
ἀπὸ γάρ τοι τῆς αὐτῆς γνώμης γίγνεται, καὶ μέρη πάντα ταῦτά ἐστι μικρὰ τοῦ μείζονος ἐκείνου ἀγῶνος καὶ τοῦ στεφάνου ὃν κατέλεξα τοῦ πανευδαίμονος.
というのも、それらは同じ考えから生じるものであり、これらすべては、あのより大きな競技と、私が列挙したあのきわめて幸福な冠の、小さな部分なのですから。
ὁ δὲ λόγος, οὐκ οἶδʼ ὅπως ὑπερβὰς τὴν τάξιν, ἐκείνων πρότερον ἐπεμνήσθη τῶν Ἰσθμοῖ γιγνομένων καὶ Ὀλυμπίασι καὶ ἐν Νεμέᾳ.
しかし、私たちの対話は、どういうわけか順序を飛び越えて、イストモスやオリンピアやネメアで行われるあの競技のことを先に言及してしまいました。
πλὴν ἀλλὰ νώ — σχολὴν γὰρ ἄγομεν καὶ σύ, ὡς φής, προθυμῇ ἀκούειν — ἀναδραμούμεθα ῥᾳδίως πρὸς τὴν ἀρχὴν καὶ τὸν κοινὸν ἀγῶνα διʼ ὅν φημι πάντα ταῦτα ἐπιτηδεύεσθαι. Ἀνάχαρσις ἄμεινον, ὦ Σόλων, οὕτως·
とはいえ、私たちは――私たちには暇がありますし、あなたも言うように、熱心に聴くことを望んでいますから――容易に最初へと戻り、これらすべてがそのために行われていると私が言うあの共通の競技へと戻ることにしましょう」アナーカルシス:「ソロンよ、そのほうが良いでしょう。
καθʼ ὁδὸν γὰρ ἂν ἡμῖν ὁ λόγος μᾶλλον προχωροίη, καὶ τάχʼ ἂν ἴσως ἀπὸ τούτων πεισθείην μηδὲ ἐκείνων ἔτι καταγελᾶν, εἴ τινα ἴδοιμι σεμνυνόμενον κοτίνῳ ἢ σελίνῳ ἐστεφανωμένον.
そのようにすれば、私たちの対話はより順序だてて進むでしょうし、あるいはこれらによって、野生オリーブやセロリで冠を戴いて誇らしげにしている人を見ても、もはや彼らをも嘲笑うことはなくなるよう説得されるかもしれません。
ἀλλʼ εἰ δοκεῖ, εἰς τὸ σύσκιον ἐκεῖσε ἀπελθόντες καθίσωμεν ἐπὶ τῶν θάκων, ὡς μὴ ἐνοχλοῖεν ἡμῖν οἱ ἐπικεκραγότες τοῖς παλαίουσιν.
しかし、よろしければ、あそこの木陰の場所に行って座席に腰を下ろしましょう。 相撲をとっている者たちに向かって大声を上げている者たちが、私たちの邪魔をしないように。
ἄλλως τε — εἰρήσεται γάρ — οὐδὲ τὸν ἥλιον ἔτι ῥᾳδίως ἀνέχομαι ὀξὺν καὶ φλογμώδη ἐμπίπτοντα γυμνῇ τῇ κεφαλῇ.
それにまた――白状してしまいますが――剥き出しの頭に照りつける、鋭く燃え盛るような太陽にも、もはや容易には耐えられません。
τὸν γὰρ πῖλόν μοι ἀφελεῖν οἴκοθεν ἔδοξεν, ὡς μὴ μόνος ἐν ὑμῖν ξενίζοιμι τῷ σχήματι.
というのも、あなたがたの中で私一人だけがその格好によって奇異に見えないように、宿から帽子を脱いでいくことに決めたからです。
ἡ δὲ ὥρα τοῦ ἔτους ὅ τι περ τὸ πυρωδέστατόν ἐστι, τοῦ ἀστέρος ὃν ὑμεῖς κύνα φατὲ πάντα καταφλέγοντος καὶ τὸν ἀέρα ξηρὸν καὶ διακαῆ τιθέντος, ὅ τε ἥλιος κατὰ μεσημβρίαν ἤδη ὑπὲρ κεφαλῆς ἐπικείμενος φλογμὸν τοῦτον οὐ φορητὸν ἐπάγει τοῖς σώμασιν.
それに、今は一年のうちで最も暑い季節であり、あなたがたが犬と呼ぶあの星がすべてを焼き尽くし、空気を乾燥させ、燃え上がらせており、太陽は正午になってもはや頭の上に位置し、この耐え難い熱を肉体にもたらしています。
ὥστε καὶ σοῦ θαυμάζω, ὅπως γηραιὸς ἤδη ἄνθρωπος οὔτε ἰδίεις πρὸς τὸ θάλπος ὥσπερ ἐγὼ οὔτε ὅλως ἐνοχλουμένῳ ἔοικας, οὐδὲ περιβλέπεις σύσκιόν τι ἔνθα ὑποδύσῃ, ἀλλὰ δέχῃ τὸν ἥλιον εὐμαρῶς. Σόλων οἱ μάταιοι γὰρ οὗτοι πόνοι, ὦ Ἀνάχαρσι, καὶ αἱ συνεχεῖς ἐν τῷ πηλῷ κυβιστήσεις καὶ αἱ ὕπαιθροι ἐν τῇ ψάμμῳ ταλαιπωρίαι τοῦτο ἡμῖν τὸ ἀμυντήριον παρέχουσι πρὸς τὰς τοῦ ἡλίου βολάς, καὶ οὐκέτι πίλου δεόμεθα ὃς τὴν ἀκτῖνα κωλύσει καθικνεῖσθαι τῆς κεφαλῆς.
ですから、私はあなたのことも不思議に思っています。 すでに高齢の身でありながら、私のように暑さで汗をかくこともなく、まったく困っている様子もなく、避難するためのどこか日陰を探して見回すこともせず、平然と太陽の光を受け入れているのを」ソロン:「アナーカルシスよ、というのも、それら無駄に見える苦労や、泥の中での度重なる転がり、砂の上での野外の苦難が、私たちに太陽の光線に対するこの防御手段を与えてくれているのであり、もはや光線が頭に届くのを妨げる帽子を必要としないのです」ソロン:「それでは、行きましょう。
§17Σόλων ἀπίωμεν δʼ οὖν. καὶ ὅπως μὴ καθάπερ νόμοις προσέξεις οἷς ἂν λέγω πρὸς σέ, ὡς ἐξ ἅπαντος πιστεύειν αὐτοῖς, ἀλλʼ ἔνθα ἄν σοι μὴ ὀρθῶς τι λέγεσθαι δοκῇ, ἀντιλέγειν εὐθὺς καὶ διευθύνειν τὸν λόγον.
そして、私があなたに語ることに、まるで法律に対するかのように注意を向け、何としてもそれらを信じるということのないようにしてください。 そうではなく、何かが正しく語られていないと思われる箇所では、すぐに反論し、議論を正してください。
δυοῖν γὰρ θατέρου πάντως οὐκ ἂν ἁμάρτοιμεν, ἢ σὲ βεβαίως πεισθῆναι ἐκχέαντα ὁπόσα οἴει ἀντιλεκτέα εἶναι ἢ ἐμὲ ἀναδιδαχθῆναι ὡς οὐκ ὀρθῶς γιγνώσκω περὶ αὐτῶν.
というのも、私たちは二つのうちどちらか一方を必ず得ることになるからです。 すなわち、あなたが反論すべきだと思うことをすべて吐き出した上で、確実に納得するか、あるいは私がそれらのことについて正しく考えていないと教え直されるかです。
καὶ ἐν τούτῳ πᾶσα ἄν σοι ἡ πόλις ἡ Ἀθηναίων οὐκ ἂν φθάνοι χάριν ὁμολογοῦσα·
そしてこのことにおいて、アテナイの市民全体が、あなたに対して一刻も早く感謝を表すことになるでしょう。
ὅσα γὰρ ἂν ἐμὲ παιδεύσῃς καὶ μεταπείσῃς πρὸς τὸ βέλτιον, ἐκείνην τὰ μέγιστα ἔσῃ ὠφεληκώς.
あなたが私を教育し、より良い方向へと説得し直してくれたことはすべて、あの国を最も大きく利することになるのですから。
οὐδὲν γὰρ ἂν ἀποκρυψαίμην αὐτήν, ἀλλʼ εὐθὺς εἰς τὸ μέσον καταθήσω φέρων καὶ καταστὰς ἐν τῇ πνυκὶ ἐρῶ πρὸς ἅπαντας, ἄνδρες Ἀθηναῖοι, ἐγὼ μὲν ὑμῖν ἔγραψα τοὺς νόμους οἵους ᾤμην ὠφελιμωτάτους ἔσεσθαι τῇ πόλει, ὁ δὲ ξένος οὑτοσί — δείξας σέ, ὦ Ἀνάχαρσι — Σκύθης μέν ἐστι, σοφὸς δὲ ὢν μετεπαίδευσέ με καὶ ἄλλα βελτίω μαθήματα καὶ ἐπιτηδεύματα ἐδιδάξατο·
というのも、私は国家に対して何も隠さず、すぐにそれを公の場に持ち出して、集会所に立って全員に向けてこう言うつもりだからです。 『アテナイの諸君、私はあなたがたに、国家にとって最も有益であろうと思われるような法律を制定しましたが、こちらの異邦人は――アナーカルシス、あなたを指差しながら――スキティア人でありながら、賢者であって、私を教え直し、さらに優れた他の教えや習慣を教えてくれました。
ὥστε εὐεργέτης ὑμῶν ὁ ἀνὴρ ἀναγεγράφθω καὶ χαλκοῦν αὐτὸν ἀναστήσατε παρὰ τοὺς ἐπωνύμους ἢ ἐν πόλει παρὰ τὴν Ἀθηνᾶν.
したがって、この男をあなたがたの恩人として記録し、名祖の像の傍ら、あるいはアクロポリスのアテナ神像の傍らに、彼の青銅像を建てなさい』。
καὶ εὖ ἴσθι ὡς οὐκ αἰσχυνεῖται ἡ Ἀθηναίων πόλις παρὰ βαρβάρου καὶ ξένου τὰ συμφέροντα ἐκμανθάνοντες.
そして、アテナイの国家が、野蛮人や異邦人から有益なことを学ぶのを恥とはしないということを、よく知っておくがよい」

語釈・文法注

  1. 16τοιαῦτά μοι καὶ τηλικαῦτα ἔχων ἆθλα διεξιέναι — 「これほど素晴らしくかつ偉大な賞品について私に詳しく説明することができるのに」の意味。分詞 ἔχων は能力(「〜できる」)を表す用法。
  2. 16τὸν γὰρ πῖλόν μοι ἀφελεῖν οἴκοθεν ἔδοξεν — 「宿(家)から帽子を脱いでいく(=持たずに出る)ことにした」という意味。οἴκοθεν は「家から」だが、ここでは旅先での滞在先を指す。ἔδοξεν は非人称の「〜と決めた」で、与格 μοι を意味上の主語とする不定詞 ἀφελεῖν を伴う。
  3. 17καὶ ὅπως μὴ καθάπερ νόμοις προσέξεις — ὅπως μή +直説法未来(προσέξεις)は強い命令・警告を表す(「〜しないように注意せよ」)。
  4. 17οὐκ ἂν φθάνοι χάριν ὁμολογοῦσα — οὐκ ἂν φθάνοιμι +分詞は「一刻も早く〜する」という慣用表現。ここでは主語が「アテナイの市民全体(πᾶσα ἡ πόλις)」で、分詞 ὁμολογοῦσα がそれに呼応している。
  5. 17τὰ συμφέροντα ἐκμανθάνοντες — 主語である単数名詞 ἡ πόλις に対して、分詞が複数男性形 ἐκμανθάνοντες となっている。これは城邦(ポリス)を市民たちの集合体として捉える構成的・意味論的一致(ad sensum)の例である。

この箇所を引用する

ルキアノス, アナカルシス §16-17. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0062.tlg034.humanitext-grc2:16-17

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。