Humanitext Reader

琉善 · 论豪门受雇者 §9-11

攀附富豪的苦候门第与受试受辱

第 4 段,共 14 段 · 希腊语

内容简介

叙述者分析了学者们投奔富豪的动机,并批评了那些仅图虚荣而与之交往的人。随后,他揭露了学者在被接纳前必须忍受的严酷登门苦候,以及在录用前面临的屈辱性学术口头考核的实态。

§9τὰ μὲν τοίνυν πρὸς τὰς συνουσίας αὐτοὺς ἄγοντα καὶ ἀφʼ ὧν αὑτοὺς φέροντες ἐπιτρέπουσι τοῖς πλουσίοις χρῆσθαι πρὸς ὅ τι ἂν ἐθέλωσιν, ταῦτά ἐστιν ἢ ὅτι ἐγγύτατα τούτων, πλὴν εἰ μὴ κἀκείνων τις μεμνῆσθαι ἀξιώσειεν τῶν καὶ μόνῃ τῇ δόξῃ ἐπαιρομένων τοῦ συνεῖναι εὐπατρίδαις τε καὶ εὐπαρύφοις ἀνδράσιν·
因此,驱使他们步入交际的,以及他们据以委身于富人、听凭其为了任何意愿而摆布的原因,正是这些,或者与这些极其相似。 除非有人认为也值得提及那些仅因与名门望族及身着紫衣之辈交往的虚名而沾沾自喜的人。
εἰσὶν γὰρ οἳ καὶ τοῦτο περίβλεπτον καὶ ὑπὲρ τοὺς πολλοὺς νομίζουσιν, ὡς ἔγωγε τοὐμὸν ἴδιον οὐδὲ βασιλεῖ τῷ μεγάλῳ αὐτὸ μόνον συνεῖναι καὶ συνὼν ὁρᾶσθαι μηδὲν χρηστὸν ἀπολαύων τῆς συνουσίας δεξαίμην ἄν.
因为确有一些人,将此视为令人瞩目的美事,超乎常人;然而就我个人而言,若不能从交往中获得任何实际的好处,我绝不愿仅仅为了交往本身、为了让人看到自己与波斯大王交往而接受这一切。
§10τοιαύτης δὲ αὐτοῖς τῆς ὑποθέσεως οὔσης, φέρε ἤδη πρὸς ἡμᾶς αὐτοὺς ἐπισκοπήσωμεν οἷα μὲν πρὸ τοῦ εἰσδεχθῆναι καὶ τυχεῖν ὑπομένουσιν, οἷα δὲ ἐν αὐτῷ ἤδη ὄντες πάσχουσιν, ἐπὶ πᾶσι δὲ ἥτις αὐτοῖς ἡ καταστροφὴ τοῦ δράματος γίγνεται.
既然他们的出发点是如此,那么来吧,现在让我们自己来审视一下,他们在被接纳并获得职位之前要忍受什么,在已经身处其中时要遭受什么,以及最重要的是,这场戏剧对他们而言将是怎样的结局。
οὐ γὰρ δὴ ἐκεῖνό γε εἰπεῖν ἐστιν, ὡς εἰ καὶ πονηρὰ ταῦτα, εὔληπτα γοῦν καὶ οὐ πολλοῦ δεήσει τοῦ πόνου, ἀλλὰ θελῆσαι δεῖ μόνον, εἶτά σοι πέπρακται τὸ πᾶν εὐμαρῶς·
因为绝不能这样说:哪怕这些事很糟糕,起码它们容易得到,不需要太多辛劳,只需心向往之,接着一切就能轻而易举地为你办成。
ἀλλὰ πολλῆς μὲν τῆς διαδρομῆς δεῖ, συνεχοῦς δὲ τῆς θυραυλίας, ἕωθέν τε ἐξανιστάμενον περιμένειν ὠθούμενον καὶ ἀποκλειόμενον καὶ ἀναίσχυντον ἐνίοτε καὶ ὀχληρὸν δοκοῦντα καὶ ὑπὸ θυρωρῷ κακῶς συρίζοντι καὶ ὀνομακλήτορι Λιβυκῷ ταττόμενον καὶ μισθὸν τελοῦντα τῆς μνήμης τοῦ ὀνόματος.
相反,这需要频繁的奔走,需要不断地伫立于门外,需要黎明即起去等候,被人推搡,被拒之门外,有时显得厚颜无耻且令人厌烦,并被置于口齿不清的看门人和利比亚籍报名人的管辖之下,为了让他记住自己的名字还要支付报酬。
καὶ μὴν καὶ ἐσθῆτος ὑπὲρ τὴν ὑπάρχουσαν δύναμιν ἐπιμεληθῆναι χρὴ πρὸς τὸ τοῦ θεραπευομένου ἀξίωμα, καὶ χρώματα αἱρεῖσθαι οἷς ἂν ἐκεῖνος ἥδηται, ὡς μὴ ἀπᾴδῃς μηδὲ προσκρούῃς βλεπόμενος, καὶ φιλοπόνως ἕπεσθαι, μᾶλλον δὲ ἡγεῖσθαι, ὑπὸ τῶν οἰκετῶν προωθούμενον καὶ ὥσπερ τινὰ πομπὴν ἀναπληροῦντα.
此外,还必须根据被巴结者的身份,精心准备超出自身财力的衣着,选择他所喜欢的颜色,以免在被注视时显得格格不入或令人不快;还要辛劳地跟随,或者更确切地说是走在前面,被仆人们向前推着,仿佛在充当某种仪仗队的排场。
ὁ δὲ οὐδὲ προσβλέπει πολλῶν ἑξῆς ἡμερῶν.
而他甚至一连许多天连看都不看你一眼。
§11ἢν δέ ποτε καὶ τὰ ἄριστα πράξῃς, καὶ ἴδῃ σε καὶ προσκαλέσας ἔρηταί τι ὧν ἂν τύχῃ, τότε δὴ τότε πολὺς μὲν ὁ ἱδρώς, ἀθρόος δὲ ὁ ἴλιγγος καὶ τρόμος ἄκαιρος καὶ γέλως τῶν παρόντων ἐπὶ τῇ ἀπορίᾳ.
但如果有一天你运气极佳,他看着你,把你叫过去问你一些随机的问题,那时,就在那时,你汗流浃背,一阵眩晕,不合时宜地颤抖,旁人则因你的窘迫而哄堂大笑。
καὶ πολλάκις ἀποκρίνασθαι δέον, τίς ἦν ὁ βασιλεὺς τῶν Ἀχαιῶν, ὅτι χίλιαι νῆες ἦσαν αὐτοῖς, λέγεις.
很多时候,本该回答谁是阿开亚人的国王, “他们有一千艘船” 你却回答说。
τοῦτο οἱ μὲν χρηστοὶ αἰδῶ ἐκάλεσαν, οἱ δὲ τολμηροὶ δειλίαν, οἱ δὲ κακοήθεις ἀπαιδευσίαν.
这,体面的人称之为羞怯,大胆的人称之为懦弱,心怀恶意的人则称之为无知。
σὺ δʼ οὖν ἐπισφαλεστάτης πειραθεὶς τῆς πρώτης φιλοφροσύνης ἀπῆλθες καταδικάσας σεαυτοῦ πολλὴν τὴν ἀπόγνωσιν.
总之,在尝到了这极不稳固的最初款待之后,你离去了,心中对自己判处了极大的绝望。
ἐπειδὰν δὲ " πολλὰς μὲν ἀΰπνους νύκτας ἰαύσῃς ἤματα δʼ αἱματόεντα " διαγάγῃς, οὐ μὰ Δία τῆς Ἑλένης ἕνεκα οὐδὲ τῶν Πριάμου Περγάμων, ἀλλὰ τῶν ἐλπιζομένων πέντε ὀβολῶν, τύχῃς δὲ καὶ τραγικοῦ τινος θεοῦ συνιστάντος, ἐξέτασις τοὐντεῦθεν εἰ οἶσθα τὰ μαθήματα.
而当你 “度过许多无眠之夜,历经血腥之日” 之后——指天发誓,这不是为了海伦,也不是为了普里阿摩斯的城堡,而是为了那令人期待的五枚奥波尔——且如果你碰巧有某位“悲剧之神”推荐,此后便是对你是否掌握学问的考核。
καὶ τῷ μὲν πλουσίῳ ἡ διατριβὴ οὐκ ἀηδὴς ἐπαινουμένῳ καὶ εὐδαιμονιζομένῳ, σοὶ δὲ ὁ ὑπὲρ τῆς ψυχῆς ἀγὼν καὶ ὑπὲρ ἅπαντος τοῦ βίου τότε προκεῖσθαι δοκεῖ·
对于富人来说,这消遣并非不快,因为他被人赞美和奉承;但对你而言,一场为生命、为整个生存而战的斗争在此时似乎就摆在面前。
ὑπεισέρχεται γὰρ εἰκότως τὸ μηδʼ ὑπʼ ἄλλου ἂν καταδεχθῆναι πρὸς τοῦ προτέρου ἀποβληθέντα καὶ δόξαντα εἶναι ἀδόκιμον.
因为你自然会产生这样的想法:如果被前一个雇主扫地出门并被视为不合格,你就绝不会再被其他任何人接纳。
ἀνάγκη τοίνυν εἰς μυρία διαιρεθῆναι τότε, τοῖς μὲν ἀντεξεταζομένοις φθονοῦντα, — τίθει γὰρ καὶ ἄλλους εἶναι τῶν αὐτῶν ἀντιποιουμένους — αὐτὸν δὲ πάντα ἐνδεῶς εἰρηκέναι νομίζοντα, φοβούμενον δὲ καὶ ἐλπίζοντα καὶ πρὸς τὸ ἐκείνου πρόσωπον ἀτενίζοντα καὶ εἰ μὲν ἐκφαυλίζοι τι τῶν λεγομένων, ἀπολλύμενον, εἰ δὲ μειδιῶν ἀκούοι, γεγηθότα καὶ εὔελπιν καθιστάμενον.
因此,在那时你不可避免地心乱如麻:嫉妒那些与你竞争的人——因为要假定还有其他人也在争取同样的职位——认为自己所说的一切都不够完美,既恐惧又期盼,凝视着他的脸色,如果他对你所说的话面露鄙夷,你便感觉万劫不复;如果他微笑聆听,你便欣喜若狂,重新燃起希望。

词汇与语法注释

  1. §9ἀφʼ ὧν — 关系代名词 ὧν 的先行词是前置的 τὰ ... ἄγοντα 所指向的 taῦta(或类似的动机),与介词 ἀπό 结合表示“基于这些动机(原因)”。整体结构形成并列:“促使他们步入交际的事物,以及他们据以委身的原因”。
  2. §10ἕωθέν τε ἐξανιστάμενον περιμένειν — 宾格分词 ἐξανιστάμενον(以及随后的 ὠθούμενον, ἀποκλειόμενον 等)充当不定式 περιμένειν 的逻辑主语。整个不定式结构受到前句非人称动词 δεῖ(“需要”)的支配,从而以宾格形式表示行为主体。
  3. §10πολλῶν ἑξῆς ἡμερῶν — 此为“时间属格”,用于表示动作发生(在本否定句中为不发生)的时间范围,意为“连续许多天(他甚至不看你一眼)”。
  4. §11ἀποκρίνασθαι δέον — 这是非人称动词 δεῖ 的中性宾格分词形式构成的“宾格绝对结构(accusative absolute)”。在句中相当于一个表示时间或让步的从句:“在本该回答的时候”。
  5. §11μηδʼ ὑπʼ ἄλλου ἂν καταδεχθῆναι — 这是在名词化不定式从句中带有 ἄν 的潜在/可能不定式(potential infinitive)。它是由带 ἄν 的虚拟语气或直陈语气过去时(οὐκ 连用 ἂν καταδεχθείην,“将不会被接纳”)转化而来,作为主句动词 ὑπεισέρχεται(“想法袭来”)的主语(或同位语)。

引用这一段

琉善, 论豪门受雇者 §9-11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg033.humanitext-grc2:9-11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。