§6ἄλλοι δὲ πενίαν μὲν αὐτὴν οὐκ ἂν φοβηθῆναι οὐδὲ καταπλαγῆναί φασιν, εἰ ἐδύναντο τοῖς ἄλλοις ὁμοίως πονοῦντες ἐκπορίζειν τὰ ἄλφιτα, νῦν δέ, πεπονηκέναι γὰρ αὐτοῖς τὰ σώματα ἢ ὑπὸ γήρως ἢ ὑπὸ νόσων, ἐπὶ τήνδε ῥᾴστην οὖσαν τὴν μισθοφορὰν ἀπηντηκέναι.
另一些人则说,如果他们能像其他人那样通过劳动来谋取温饱,他们是不会害怕、也不会畏惧贫困本身的;但现实是,由于他们的身体因衰老或疾病而受损,他们才投奔了这一最轻松的雇佣工作。
φέρʼ οὖν ἴδωμεν εἰ ἀληθῆ λέγουσιν καὶ ἐκ τοῦ ῥᾴστου, μὴ πολλὰ μηδὲ πλείω τῶν ἄλλων πονοῦσι, περιγίγνεται αὐτοῖς τὰ διδόμενα· εὐχῇ γὰρ ἂν ἐοικότα εἴη ταῦτά γε, μὴ πονήσαντα μηδὲ καμόντα ἕτοιμον ἀργύριον λαβεῖν.
那么,让我们来看看他们说的是否是真话,以及在没有付出太多劳动、也没有比其他人付出更多劳动的情况下,他们所获得的东西是否来得极其轻松;因为如果无需劳作、也无需辛苦就能拿到现钱,这确实就像是一个愿望了。
τὸ δʼ ἐστὶ καὶ ῥηθῆναι κατʼ ἀξίαν ἀδύνατον· τοσαῦτα πονοῦσιν καὶ κάμνουσιν ἐν ταῖς συνουσίαις, ὥστε πλείονος ἐνταῦθα καὶ ἐπὶ τοῦτο μάλιστα τῆς ὑγιείας δεῖσθαι, μυρίων ὄντων ὁσημέραι τῶν ἐπιτριβόντων τὸ σῶμα καὶ πρὸς ἐσχάτην ἀπόγνωσιν καταπονούντων.
但这几乎是无法按实际情况来描述的;他们在交往中付出了如此多的劳动和辛苦,以至于在这里、且最主要为了这件事,他们需要更多的健康,因为每天有无数的事情在折磨着身体,并将他们折磨到极度绝望的境地。
λέξομεν δὲ αὐτὰ ἐν τῷ προσήκοντι καιρῷ, ἐπειδὰν καὶ τὰς ἄλλας αὐτῶν δυσχερείας διεξίωμεν· τὸ δὲ νῦν εἶναι ἱκανὸν ἦν ὑποδεῖξαι ὡς οὐδʼ οἱ διὰ ταύτην λέγοντες αὑτοὺς ἀποδίδοσθαι τὴν πρόφασιν ἀληθεύοιεν ἄν.
我们将在合适的时机谈论这些,等我们详细探讨他们其他的困难时;但就目前而言,指出那些声称因这一借口而自我出卖的人也并非说真话,就已经足够了。
§7λοιπὸν δὴ καὶ ἀληθέστατον μέν, ἥκιστα δὲ πρὸς αὐτῶν λεγόμενον, ἡδονῆς ἕνεκα καὶ τῶν πολλῶν καὶ ἀθρόων ἐλπίδων εἰσπηδᾶν αὐτοὺς εἰς τὰς οἰκίας, καταπλαγέντας μὲν τὸ πλῆθος τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου, εὐδαιμονήσαντας δὲ ἐπὶ τοῖς δείπνοις καὶ τῇ ἄλλῃ τρυφῇ, ἐλπίσαντας δὲ ὅσον αὐτίκα χανδὸν οὐδενὸς ἐπιστομίζοντος πίεσθαι τοῦ χρυσίου.
剩下的一点确实是最真实的,却最少被他们提及,那就是为了享乐以及众多且层出不穷的希望,他们才跳进了这些府邸,他们被金银的数量所震撼,在宴席和其他奢侈中感到幸福,并指望立刻就能在无人阻拦的情况下开怀畅饮黄金。
ταῦτα ὑπάγει αὐτοὺς καὶ δούλους ἀντὶ ἐλευθέρων τίθησιν — οὐχ ἡ τῶν ἀναγκαίων χρεία, ἣν ἔφασκον, ἀλλʼ ἡ τῶν οὐκ ἀναγκαίων ἐπιθυμία καὶ ὁ τῶν πολλῶν καὶ πολυτελῶν ἐκείνων ζῆλος.
是这些东西诱惑了他们,使他们成为奴隶而非自由人——不是他们所声称的对必需品的匮乏,而是对非必需品的欲望以及对那些繁多且昂贵之物的向往。
τοιγαροῦν ὥσπερ δυσέρωτας αὐτοὺς καὶ κακοδαίμονας ἐραστὰς ἔντεχνοί τινες καὶ τρίβωνες ἐρώμενοι παραλαβόντες ὑπεροπτικῶς περιέπουσιν, ὅπως ἀεὶ ἐρασθήσονται αὐτῶν θεραπεύοντες, ἀπολαῦσαι δὲ τῶν παιδικῶν ἀλλʼ οὐδὲ μέχρι φιλήματος ἄκρου μεταδιδόντες· ἴσασι γὰρ ἐν τῷ τυχεῖν τὴν διάλυσιν τοῦ ἔρωτος γενησομένην.
因此,就好像他们是备受折磨且不幸的爱人一样,某些狡黠且经验丰富的被爱者接纳了他们,并傲慢地对待他们,一边笼络着他们以便让他们始终爱着自己,一边却连最轻微的亲吻也不肯分享,不让他们享受温存;因为他们知道,一旦得手,爱情便会宣告终结。
ταύτην οὖν ἀποκλείουσιν καὶ ζηλοτύπως φυλάττουσιν· τὰ δὲ ἄλλα ἐπʼ ἐλπίδος ἀεὶ τὸν ἐραστὴν ἔχουσιν.
因此,他们将此拒之门外并嫉妒地防范着,而在其他事情上则始终让爱人抱有希望。
δεδίασι γὰρ μὴ αὐτὸν ἡ ἀπόγνωσις ἀπαγάγῃ τῆς ἄγαν ἐπιθυμίας καὶ ἀνέραστος αὐτοῖς γένηται· προσμειδιῶσιν οὖν καὶ ὑπισχνοῦνται καὶ ἀεὶ εὖ ποιήσουσι καὶ χαριοῦνται καὶ ἐπιμελήσονται πολυτελῶς.
因为他们害怕绝望会使他从过度的欲望中抽身,从而对他们失去爱意;所以他们面带微笑,许下诺言,声称将永远待他好、取悦他并给予他奢华的照顾。
εἶτʼ ἔλαθον ἄμφω γηράσαντες, ἔξωροι γενόμενοι καὶ οὗτος τοῦ ἐρᾶν κἀκεῖνος τοῦ μεταδιδόναι.
接着,两人在不知不觉中都变老了,错过了黄金时期,一个失去了爱人的能力,另一个失去了给予的能力。
πέπρακται δʼ οὖν αὐτοῖς οὐδὲν ἐν ἅπαντι τῷ βίῳ πέρα τῆς ἐλπίδος.
因此,在他们的一生中,除了希望之外,什么也没有实现。
§8τὸ μὲν δὴ διʼ ἡδονῆς ἐπιθυμίαν ἅπαντα ὑπομένειν οὐ πάνυ ἴσως ὑπαίτιον, ἀλλὰ συγγνώμη εἴ τις ἡδονῇ χαίρει καὶ τοῦτο ἐξ ἅπαντος θεραπεύει ὅπως μεθέξει αὐτῆς.
为了对享乐的欲望而忍受一切,也许并非完全值得指责,如果有人在享乐中获得快乐,并千方百计地讨好它以便能分享它,这是值得原谅的。
καίτοι αἰσχρὸν ἴσως καὶ ἀνδραποδῶδες ἀποδόσθαι διὰ ταύτην ἑαυτόν· πολὺ γὰρ ἡδίων ἡ ἐκ τῆς ἐλευθερίας ἡδονή.
然而,为了这个而自我出卖,也许是可耻且奴性的;因为来自自由的快乐要甜美得多。
ὅμως δʼ οὖν ἐχέτω τινὰ συγγνώμην αὐτοῖς, εἰ ἐπιτυγχάνοιτο· τὸ δὲ διʼ ἡδονῆς ἐλπίδα μόνον πολλὰς ἀηδίας ὑπομένειν γελοῖον οἶμαι καὶ ἀνόητον, καὶ ταῦτα ὁρῶντας ὡς οἱ μὲν πόνοι σαφεῖς καὶ πρόδηλοι καὶ ἀναγκαῖοι, τὸ δὲ ἐλπιζόμενον ἐκεῖνο, ὁτιδήποτέ ἐστιν τὸ ἡδύ, οὔτε ἐγένετό πω τοσούτου χρόνου, προσέτι δὲ οὐδὲ γενήσεσθαι ἔοικεν, εἴ τις ἐκ τῆς ἀληθείας λογίζοιτο.
不过,如果能得到享乐,就让他们得到某种原谅吧;但仅仅为了对享乐的“希望”而忍受许多不快,我认为是荒谬且愚蠢的,尤其是当他们看到劳苦是清楚、显而易见且不可避免的,而那所期待的东西——无论那享乐是什么——在这么长时间里还从未出现过,而且如果根据事实来计算,似乎甚至也不可能出现时。
οἱ μέν γε τοῦ Ὀδυσσέως ἑταῖροι γλυκύν τινα τὸν λωτὸν ἐσθίοντες ἠμέλουν τῶν ἄλλων καὶ πρὸς τὸ παρὸν ἡδὺ τῶν καλῶς ἐχόντων κατεφρόνουν· ὥστε οὐ πάντῃ ἄλογος αὐτῶν ἡ λήθη τοῦ καλοῦ, πρὸς τῷ ἡδεῖ ἐκείνῳ τῆς ψυχῆς διατριβούσης.
奥德修斯的同伴们因吃下某种甜美的洛托斯,便忽视了其他事情,并为了眼前的快乐而轻视了体面的事;因此,他们对体面之事的遗忘并非完全不合情理,因为他们的灵魂正流连于那份快乐。
τὸ δὲ λιμῷ συνόντα παρεστῶτα ἄλλῳ τοῦ λωτοῦ ἐμφορουμένῳ μηδὲν μεταδιδόντι ὑπὸ ἐλπίδος μόνης τοῦ κἂν αὐτὸν παραγεύσασθαί ποτε δεδέσθαι, τῶν καλῶς καὶ ὀρθῶς ἐχόντων ἐπιλελησμένον, Ἡράκλεις, ὡς καταγέλαστον καὶ πληγῶν τινων Ὁμηρικῶν ὡς ἀληθῶς δεόμενον.
但是,在与饥饿相伴、站在一个饱食洛托斯却什么也不分给自己的他人身边时,仅仅凭借有朝一日自己也能尝上一口的“希望”而被束缚住,并忘却了体面和正确的事——天哪,这是多么令人付之一笑,且真正需要一些荷马式的鞭笞啊!