§4ῥηθήσεται δὲ ὁ πᾶς λόγος τὸ μὲν ὅλον ἴσως διὰ σέ, πλὴν ἀλλʼ οὔ γε περὶ τῶν φιλοσοφούντων ὑμῶν μόνον, οὐδὲ ὁπόσοι σπουδαιοτέραν τὴν προαίρεσιν προείλοντο ἐν τῷ βίῳ, ἀλλὰ καὶ περὶ γραμματιστῶν καὶ ῥητόρων καὶ μουσικῶν καὶ ὅλως τῶν ἐπὶ παιδείαις συνεῖναι καὶ μισθοφορεῖν ἀξιουμένων.
也许整个讨论在很大程度上主要是为了你而说的,然而这并不仅仅关乎你们这些研究哲学的人,也不仅关乎那些在生活中选择了更为严肃的志向的人,而是也关乎语法学者、修辞学者、音乐家,以及总的来说那些因具有教养而获准同席并领受薪水的人。
κοινῶν δὲ ὡς ἐπίπαν ὄντων καὶ ὁμοίων τῶν συμβαινόντων ἅπασι, δῆλον ὡς οὐκ ἐξαίρετα μέν, αἰσχίω δὲ τὰ αὐτὰ ὄντα γίγνεται τοῖς φιλοσοφοῦσιν, εἰ τῶν ὁμοίων τοῖς ἄλλοις ἀξιοῖντο καὶ μηδὲν αὐτοὺς σεμνότερον οἱ μισθοδόται ἄγοιεν.
既然发生在所有人身上的事情总体上是共通且相似的,显而易见,这同样的事情对于研究哲学的人来说非但没有变得特殊,反而变得更加可耻,如果他们被给予与其他人相同的待遇,而雇主们也并不更加尊重他们的话。
ὅ τι δʼ ἂν οὖν ὁ λόγος αὐτὸς ἐπιὼν ἐξευρίσκῃ, τούτου τὴν αἰτίαν μάλιστα μὲν οἱ ποιοῦντες αὐτοί, ἔπειτα δὲ οἱ ὑπομένοντες αὐτὰ δίκαιοι ἔχειν· ἐγὼ δὲ ἀναίτιος, εἰ μὴ ἀληθείας καὶ παρρησίας ἐπιτίμιόν τί ἐστιν.
因此,无论这个讨论本身在展开时发现了什么,其责任首先理应由做出这些事的人自己承担,其次由忍受这些事的人承担;而我是无罪的,除非对真理和直言有什么惩罚。
τοὺς μέντοι τοῦ ἄλλου πλήθους, οἷον γυμναστάς τινας ἢ κόλακας, ἰδιώτας καὶ μικροὺς τὰς γνώμας καὶ ταπεινοὺς αὐτόθεν ἀνθρώπους, οὔτε ἀποτρέπειν ἄξιον τῶν τοιούτων συνουσιῶν, οὐδὲ γὰρ ἂν πεισθεῖεν, οὔτε μὴν αἰτιᾶσθαι καλῶς ἔχει μὴ ἀπολειπομένους τῶν μισθοδοτῶν εἰ καὶ πάνυ πολλὰ ὑβρίζοιντο ὑπʼ αὐτῶν, ἐπιτήδειοι γὰρ καὶ οὐκ ἀνάξιοι τῆς τοιαύτης διατριβῆς·
然而,至于其他群体,例如某些体育教练或谄媚者,这些缺乏教养、见识短浅、本质卑下的人,既不值得劝阻他们放弃这种交往,因为他们不会被说服,同样,即便他们遭到雇主极其严重的侮辱,谴责他们不肯离开雇主也是不妥当的,因为他们适应并且配得上这样的生活消磨。
ἄλλως τε οὐδὲ σχοῖεν ἄν τι ἄλλο πρὸς ὅ τι χρὴ ἀποκλίναντας αὐτοὺς παρέχειν αὑτοὺς ἐνεργούς, ἀλλʼ ἤν τις αὐτῶν ἀφέλῃ τοῦτο, ἄτεχνοι αὐτίκα καὶ ἀργοὶ καὶ περιττοί εἰσιν.
此外,他们也没有任何其他可以投身并让自己活动起来的行业,但如果有人夺走了这个,他们立刻就变得无艺、无业且多余了。
οὐδὲν οὖν οὔτʼ αὐτοὶ δεινὸν πάσχοιεν ἂν οὔτʼ ἐκεῖνοι ὑβρισταὶ δοκοῖεν εἰς τὴν ἀμίδα, φασίν, ἐνουροῦντες· ἐπὶ γάρ τοι τὴν ὕβριν ταύτην ἐξ ἀρχῆς παρέρχονται εἰς τὰς οἰκίας, καὶ ἡ τέχνη φέρειν καὶ ἀνέχεσθαι τὰ γιγνόμενα.
那么,既不显得他们自己遭受了什么可怕的事,也不显得那些雇主是在“往便壶里撒尿”(如俗话所说)般专横无理;因为他们最初正是为了承受这种侮辱才进入这些府邸的,而他们的技能就是承受和忍耐所发生的一切。
περὶ δὲ ὧν προεῖπον τῶν πεπαιδευμένων ἄξιον ἀγανακτεῖν καὶ πειρᾶσθαι ὡς ἔνι μάλιστα μετάγειν αὐτοὺς καὶ πρὸς ἐλευθερίαν ἀφαιρεῖσθαι.
但至于我前面提到的那些受过教育的人,则值得为之义愤填膺,并应尽一切可能引导他们回归,将他们拯救出来以重获自由。
§5δοκῶ δέ μοι καλῶς ἂν ποιῆσαι, εἰ τὰς αἰτίας ἀφʼ ὧν ἐπὶ τὸν τοιοῦτον βίον ἀφικνοῦνταί τινες προεξετάσας δείξαιμι οὐ πάνυ βιαίους οὐδʼ ἀναγκαίας· οὕτω γὰρ ἂν αὐτοῖς ἡ ἀπολογία προαναιροῖτο καὶ ἡ πρώτη ὑπόθεσις τῆς ἐθελοδουλείας.
我想,如果我预先考察一下某些人走向这种生活的原因,并证明这些原因并非那么迫于无奈或不可避免,那么我会做得很好;因为这样一来,他们的辩护连同他们自愿奴役的首要前提,都将被预先消除。
οἱ μὲν δὴ πολλοὶ τὴν πενίαν καὶ τὴν τῶν ἀναγκαίων χρείαν προθέμενοι ἱκανὸν τοῦτο προκάλυμμα οἴονται προβεβλῆσθαι τῆς πρὸς τὸν βίον τοῦτον αὐτομολίας, καὶ ἀποχρῆν αὐτοῖς νομίζουσιν εἰ λέγοιεν ὡς συγγνώμης ἄξιον ποιοῦσιν τὸ χαλεπώτατον τῶν ἐν τῷ βίῳ, τὴν πενίαν, διαφυγεῖν ζητοῦντες·
许多人确实把贫困和对生活必需品的匮乏作为借口,以为自己为投奔这种生活设立了足够充分的掩护,并认为只要他们说自己是为了寻求逃避生活中最艰难的事——贫困——因而其行为是值得原谅的,这就足够了。
εἶτα ὁ Θέογνις πρόχειρος καὶ πολὺ τό,
"πᾶς γὰρ ἀνὴρ πενίῃ δεδμημένος"
καὶ ὅσα ἄλλα δείματα ὑπὲρ τῆς πενίας οἱ ἀγεννέστατοι τῶν ποιητῶν ἐξενηνόχασιν.
随后,塞奥格尼斯便被信手拈来,且频繁引用那句“因为每个被贫困所降服的人” 以及最卑下的诗人们所发表的关于贫困的其他各种可怕说法。
ἐγὼ δʼ εἰ μὲν ἑώρων αὐτοὺς φυγήν τινα ὡς ἀληθῶς τῆς πενίας εὑρισκομένους ἐκ τῶν τοιούτων συνουσιῶν, οὐκ ἂν ὑπὲρ τῆς ἄγαν ἐλευθερίας ἐμικρολογούμην πρὸς αὐτούς· ἐπεὶ δὲ — ὡς ὁ καλός που ῥήτωρ ἔφη — τοῖς τῶν νοσούντων σιτίοις ἐοικότα λαμβάνουσι, τίς ἔτι μηχανὴ μὴ οὐχὶ καὶ πρὸς τοῦτο κακῶς βεβουλεῦσθαι δοκεῖν αὐτούς, ἀεὶ μενούσης αὐτοῖς ὁμοίας τῆς ὑποθέσεως τοῦ βίου;
但是,如果我看到他们从这种交往中确实找到了某种真正摆脱贫困的途径,我并不会为了过于苛求的自由而对他们斤斤计较;然而既然——正如某位优秀的修辞学家在某处所说——他们所领受的如同病人的食物,那么还有什么办法能不让人觉得他们在这方面也作出了错误的决定呢,既然他们的生活前提始终一如既往?
πενία γὰρ εἰσαεὶ καὶ τὸ λαμβάνειν ἀναγκαῖον καὶ ἀπόθετον οὐδὲν οὐδὲ περιττὸν εἰς φυλακήν, ἀλλὰ τὸ δοθέν, κἂν δοθῇ, κἂν ἀθρόως ληφθῇ, πᾶν ἀκριβῶς καὶ τῆς χρείας ἐνδεῶς καταναλίσκεται.
因为贫困将永远持续,领受亦是必需,既无任何积蓄,也无任何可用于保障的安全盈余,相反,所给的东西,即便给出来了,即便是一次性领受的,也全都会精准且不足以满足需要地被消耗殆尽。
καλῶς δὲ εἶχε μὴ τοιαύτας τινὰς ἀφορμὰς ἐπινοεῖν αἳ τὴν πενίαν τηροῦσι παραβοηθοῦσαι μόνον αὐτῇ, ἀλλʼ αἳ τέλεον ἐξαιρήσουσιν, καὶ ὑπέρ γε τοῦ τοιούτου καὶ εἰς βαθυκήτεα πόντον ἴσως ῥιπτεῖν, εἰ δεῖ, ὦ Θέογνι, καὶ πετρέων, ὡς φής, κατʼ ἠλιβάτων.
然而,本来不应该策划那些仅仅靠提供临时辅助来维持贫困的手段,而应该策划那些能彻底消灭贫困的手段;正是为了这样的目的,塞奥格尼斯啊,也许正像你所说的,在必要时甚至可以投身于“深邃而有巨兽的海洋”,或者从“陡峭的岩石”上坠下。
εἰ δέ τις ἀεὶ πένης καὶ ἐνδεὴς καὶ ὑπόμισθος ὢν οἴεται πενίαν αὐτῷ τούτῳ διαπεφευγέναι, οὐκ οἶδα πῶς ὁ τοιοῦτος οὐκ ἂν δόξειεν ἑαυτὸν ἐξαπατᾶν.
但如果有人始终贫困、匮乏且受人雇佣,却以为自己正是借此逃避了贫困,那我不知道这样的人怎么会不显得是在自欺欺人。