§4ῥηθήσεται δὲ ὁ πᾶς λόγος τὸ μὲν ὅλον ἴσως διὰ σέ, πλὴν ἀλλʼ οὔ γε περὶ τῶν φιλοσοφούντων ὑμῶν μόνον, οὐδὲ ὁπόσοι σπουδαιοτέραν τὴν προαίρεσιν προείλοντο ἐν τῷ βίῳ, ἀλλὰ καὶ περὶ γραμματιστῶν καὶ ῥητόρων καὶ μουσικῶν καὶ ὅλως τῶν ἐπὶ παιδείαις συνεῖναι καὶ μισθοφορεῖν ἀξιουμένων.
この議論の全体は、おそらく君のために語られるのだろうが、しかしながら、哲学を志す君たちだけに関するものではなく、人生においてより真面目な方針を選んだ人々だけでなく、文法学者や弁論家、音楽家、そして要するに教養を根拠に同席し給料をもらうことを望んでいるすべての人々に関するものである。
κοινῶν δὲ ὡς ἐπίπαν ὄντων καὶ ὁμοίων τῶν συμβαινόντων ἅπασι, δῆλον ὡς οὐκ ἐξαίρετα μέν, αἰσχίω δὲ τὰ αὐτὰ ὄντα γίγνεται τοῖς φιλοσοφοῦσιν, εἰ τῶν ὁμοίων τοῖς ἄλλοις ἀξιοῖντο καὶ μηδὲν αὐτοὺς σεμνότερον οἱ μισθοδόται ἄγοιεν.
起こることがすべての人にとって全体として共通であり同様であるなら、まったく同じ出来事が、哲学者たちにとっては特権的なものとはならず、むしろより恥ずべきものとなることは明らかである。 もし彼らが他の人々と同じような扱いを受け、雇い主たちが彼らを少しも敬意をもって扱わないならば。
ὅ τι δʼ ἂν οὖν ὁ λόγος αὐτὸς ἐπιὼν ἐξευρίσκῃ, τούτου τὴν αἰτίαν μάλιστα μὲν οἱ ποιοῦντες αὐτοί, ἔπειτα δὲ οἱ ὑπομένοντες αὐτὰ δίκαιοι ἔχειν·
したがって、この議論自体が進むにつれて明らかにするどのようなことも、その責任は、何よりもそれを行う者たち自身に、次いでそれを耐え忍ぶ者たちにあるのが当然である。
ἐγὼ δὲ ἀναίτιος, εἰ μὴ ἀληθείας καὶ παρρησίας ἐπιτίμιόν τί ἐστιν.
しかし私は無罪である、真実と率直な言論に何か罰則がない限りは。
τοὺς μέντοι τοῦ ἄλλου πλήθους, οἷον γυμναστάς τινας ἢ κόλακας, ἰδιώτας καὶ μικροὺς τὰς γνώμας καὶ ταπεινοὺς αὐτόθεν ἀνθρώπους, οὔτε ἀποτρέπειν ἄξιον τῶν τοιούτων συνουσιῶν, οὐδὲ γὰρ ἂν πεισθεῖεν, οὔτε μὴν αἰτιᾶσθαι καλῶς ἔχει μὴ ἀπολειπομένους τῶν μισθοδοτῶν εἰ καὶ πάνυ πολλὰ ὑβρίζοιντο ὑπʼ αὐτῶν, ἐπιτήδειοι γὰρ καὶ οὐκ ἀνάξιοι τῆς τοιαύτης διατριβῆς·
しかしながら、他の群衆、例えば体育教師やへつらい者たち、無学で考えの浅い、もともと卑しい人間たちについては、そうした交際から遠ざける価値はない、彼らは説得されないだろうから。 また、雇い主たちから離れようとしないことを非難するのも正しくない。 たとえ彼らから非常に多くの侮辱を受けるとしても。 なぜなら、彼らはそのような暮らし方に適しており、それにふさわしい者たちだからである。
ἄλλως τε οὐδὲ σχοῖεν ἄν τι ἄλλο πρὸς ὅ τι χρὴ ἀποκλίναντας αὐτοὺς παρέχειν αὑτοὺς ἐνεργούς, ἀλλʼ ἤν τις αὐτῶν ἀφέλῃ τοῦτο, ἄτεχνοι αὐτίκα καὶ ἀργοὶ καὶ περιττοί εἰσιν.
その上、彼らは自らを活動的に保つために赴くべき他のいかなる道も持たないだろう。 もし誰かが彼らからこれを奪うならば、彼らはたちまち無能で怠惰で無用な者となってしまう。
οὐδὲν οὖν οὔτʼ αὐτοὶ δεινὸν πάσχοιεν ἂν οὔτʼ ἐκεῖνοι ὑβρισταὶ δοκοῖεν εἰς τὴν ἀμίδα, φασίν, ἐνουροῦντες·
したがって、彼ら自身がひどい目に遭っているとも思われないし、また雇い主たちがおまるに小便をするような者として横暴であるとも思われない。
ἐπὶ γάρ τοι τὴν ὕβριν ταύτην ἐξ ἀρχῆς παρέρχονται εἰς τὰς οἰκίας, καὶ ἡ τέχνη φέρειν καὶ ἀνέχεσθαι τὰ γιγνόμενα.
というのも、彼らは最初からまさにこのような侮辱を受けるために邸宅に入り込むのであり、彼らの技術とは、起こることを耐え忍び我慢することだからである。
περὶ δὲ ὧν προεῖπον τῶν πεπαιδευμένων ἄξιον ἀγανακτεῖν καὶ πειρᾶσθαι ὡς ἔνι μάλιστα μετάγειν αὐτοὺς καὶ πρὸς ἐλευθερίαν ἀφαιρεῖσθαι.
しかし、私が先に述べた教養ある人々については、憤慨するのが当然であり、できる限り彼らを連れ戻し、自由のために奪い返すよう努めるべきである。
§5δοκῶ δέ μοι καλῶς ἂν ποιῆσαι, εἰ τὰς αἰτίας ἀφʼ ὧν ἐπὶ τὸν τοιοῦτον βίον ἀφικνοῦνταί τινες προεξετάσας δείξαιμι οὐ πάνυ βιαίους οὐδʼ ἀναγκαίας·
そして、人々がそのような生活に赴く原因をあらかじめ検討し、それがそれほどやむを得ないものでも不可避のものでもないことを示すなら、私は良いことをすることになると思う。
οὕτω γὰρ ἂν αὐτοῖς ἡ ἀπολογία προαναιροῖτο καὶ ἡ πρώτη ὑπόθεσις τῆς ἐθελοδουλείας.
そうすれば、彼らの自己弁護と、自発的奴隷状態の最初の前提があらかじめ取り除かれることになるからだ。
οἱ μὲν δὴ πολλοὶ τὴν πενίαν καὶ τὴν τῶν ἀναγκαίων χρείαν προθέμενοι ἱκανὸν τοῦτο προκάλυμμα οἴονται προβεβλῆσθαι τῆς πρὸς τὸν βίον τοῦτον αὐτομολίας, καὶ ἀποχρῆν αὐτοῖς νομίζουσιν εἰ λέγοιεν ὡς συγγνώμης ἄξιον ποιοῦσιν τὸ χαλεπώτατον τῶν ἐν τῷ βίῳ, τὴν πενίαν, διαφυγεῖν ζητοῦντες·
多くの者は、貧困と生活必需品の欠乏を口実として掲げ、これをこの生活へ寝返ることの十分な隠れ蓑として前に立てていると思い込んでおり、人生で最も困難なことである貧困から逃れようとしているのだから、自分たちのしていることは許されることだと言えば、それで十分だと考えている。
εἶτα ὁ Θέογνις πρόχειρος καὶ πολὺ τό,
"πᾶς γὰρ ἀνὴρ πενίῃ δεδμημένος"
καὶ ὅσα ἄλλα δείματα ὑπὲρ τῆς πενίας οἱ ἀγεννέστατοι τῶν ποιητῶν ἐξενηνόχασιν.
そしてテオグニスが引き合いに出され、「貧困に屈したすべての人は」という言葉や、貧困に関して極めて卑屈な詩人たちが公表した他のあらゆる恐るべき言葉が頻繁に使われる。
ἐγὼ δʼ εἰ μὲν ἑώρων αὐτοὺς φυγήν τινα ὡς ἀληθῶς τῆς πενίας εὑρισκομένους ἐκ τῶν τοιούτων συνουσιῶν, οὐκ ἂν ὑπὲρ τῆς ἄγαν ἐλευθερίας ἐμικρολογούμην πρὸς αὐτούς·
しかし、もし彼らがそのような交際から、本当に貧困からの何らかの逃避路を見出しているのを私が見ていたなら、私は彼らに対してあまりにも厳格な自由の観点から細かく言うことはしなかっただろう。
ἐπεὶ δὲ — ὡς ὁ καλός που ῥήτωρ ἔφη — τοῖς τῶν νοσούντων σιτίοις ἐοικότα λαμβάνουσι, τίς ἔτι μηχανὴ μὴ οὐχὶ καὶ πρὸς τοῦτο κακῶς βεβουλεῦσθαι δοκεῖν αὐτούς, ἀεὶ μενούσης αὐτοῖς ὁμοίας τῆς ὑποθέσεως τοῦ βίου;
だが、かの優れた弁論家がどこかで言ったように、彼らが病人の食事に似たものを受け取っている以上、彼らの生活の前提が常に同じままであるのに、彼らがこの点に関しても誤った決定をしたと思われないようにする、いかなる手段があるだろうか。
πενία γὰρ εἰσαεὶ καὶ τὸ λαμβάνειν ἀναγκαῖον καὶ ἀπόθετον οὐδὲν οὐδὲ περιττὸν εἰς φυλακήν, ἀλλὰ τὸ δοθέν, κἂν δοθῇ, κἂν ἀθρόως ληφθῇ, πᾶν ἀκριβῶς καὶ τῆς χρείας ἐνδεῶς καταναλίσκεται.
というのも、貧困は永遠に続き、受け取ることは不可避であり、蓄えも安全のための余剰も何もなく、与えられたものは、たとえ与えられたとしても、また一度に受け取られたとしても、すべて正確にかつ必要に満たない形で消費されてしまうからである。
καλῶς δὲ εἶχε μὴ τοιαύτας τινὰς ἀφορμὰς ἐπινοεῖν αἳ τὴν πενίαν τηροῦσι παραβοηθοῦσαι μόνον αὐτῇ, ἀλλʼ αἳ τέλεον ἐξαιρήσουσιν, καὶ ὑπέρ γε τοῦ τοιούτου καὶ εἰς βαθυκήτεα πόντον ἴσως ῥιπτεῖν, εἰ δεῖ, ὦ Θέογνι, καὶ πετρέων, ὡς φής, κατʼ ἠλιβάτων.
だが、貧困にただ応急処置を施すだけでそれを維持するような手段を考案するのではなく、それを完全に根絶する手段を考えるべきであった。 まさにそのようなことのためなら、テオグニスよ、君が言うように、必要とあれば「深き巨大な海」へも、あるいは「切り立った岩」から身を投じることもおそらくふさわしい。
εἰ δέ τις ἀεὶ πένης καὶ ἐνδεὴς καὶ ὑπόμισθος ὢν οἴεται πενίαν αὐτῷ τούτῳ διαπεφευγέναι, οὐκ οἶδα πῶς ὁ τοιοῦτος οὐκ ἂν δόξειεν ἑαυτὸν ἐξαπατᾶν.
だが、もし誰かが常に貧しく欠乏しており、雇われ人でありながら、まさにこれによって自分が貧困を逃れたと思っているなら、そのような者が自分を欺いていると思われないようにする方法を、私は知らない。