Humanitext Reader

琉善 · 论豪门受雇者 §1-3

依附富人的悲惨境遇与对友人的告诫

第 1 段,共 14 段 · 希腊语

内容简介

作者向朋友提摩克利斯解释了那些揭示依附富人的悲惨现实者的可靠性,并警告正准备吞下高薪职位诱饵的他。

§1καὶ τί σοι πρῶτον, ὦ φιλότης, ἢ τί ὕστατον, φασί, καταλέξω τούτων ἃ πάσχειν ἢ ποιεῖν ἀνάγκη τοὺς ἐπὶ μισθῷ συνόντας κἀν ταῖς τῶν εὐδαιμόνων τούτων φιλίαις ἐξεταζομένους — εἰ χρὴ φιλίαν τὴν τοιαύτην αὐτῶν δουλείαν ἐπονομάζειν;
我的朋友,正如人们所说,对于那些为了薪水而聚在一起、在这些富人的所谓友谊中经受考验的人所不得不遭受或做出的事情——如果真的必须把他们的这种奴役称为友谊的话——我该首先向你诉说哪一件,或者最后诉说哪一件呢?
οἶδα γὰρ πολλὰ καὶ σχεδὸν τὰ πλεῖστα τῶν συμβαινόντων αὐτοῖς, οὐκ αὐτὸς μὰ Δία τοῦ τοιούτου πειραθείς, οὐ γὰρ ἐν ἀνάγκῃ μοι ἡ πεῖρα ἐγεγένητο, μηδέ, ὦ θεοί, γένοιτο·
因为我了解发生在他们身上的许多事,甚至几乎是绝大多数的事,这绝非由于我自己(奉宙斯之名)经历过这些,因为我没有必要去经历,神明保佑,愿这也永远不要发生!
ἀλλὰ πολλοὶ τῶν εἰς τὸν βίον τοῦτον ἐμπεπτωκότων ἐξηγόρευον πρός με, οἱ μὲν ἔτι ἐν τῷ κακῷ ὄντες, ἀποδυρόμενοι ὁπόσα καὶ ὁποῖα ἔπασχον, οἱ δὲ ὥσπερ ἐκ δεσμωτηρίου τινὸς ἀποδράντες οὐκ ἀηδῶς μνημονεύοντες ὧν ἐπεπόνθεσαν· ἀλλὰ γὰρ εὐφραίνοντο ἀναλογιζόμενοι οἵων ἀπηλλάγησαν.
然而,许多落入这种生活的人曾向我吐露过:有些人仍在苦难之中,哀叹自己遭受了多少、什么样的痛苦;而另一些人则像是从某种牢狱中逃脱出来一般,并不感到不快地回忆着自己所遭受的一切;相反,他们因想到自己摆脱了什么样的境遇而感到高兴。
ἀξιοπιστότεροι δὲ ἦσαν οὗτοι διὰ πάσης, ὡς εἰπεῖν, τῆς τελετῆς διεξεληλυθότες καὶ πάντα ἐξ ἀρχῆς εἰς τέλος ἐποπτεύσαντες.
而这些人由于可以说是经历了整个秘仪,从头到尾目睹了一切,因而更加可靠。
οὐ παρέργως οὖν οὐδὲ ἀμελῶς ἐπήκουον αὐτῶν καθάπερ ναυαγίαν τινὰ καὶ σωτηρίαν αὑτῶν παράλογον διηγουμένων, οἷοί εἰσιν οἱ πρὸς τοῖς ἱεροῖς ἐξυρημένοι τὰς κεφαλὰς συνάμα πολλοὶ τὰς τρικυμίας καὶ ζάλας καὶ ἀκρωτήρια καὶ ἐκβολὰς καὶ ἱστοῦ κλάσεις καὶ πηδαλίων ἀποκαυλίσεις διεξιόντες, ἐπὶ πᾶσι δὲ τοὺς Διοσκούρους ἐπιφαινομένους, — οἰκεῖοι γὰρ τῆς τοιαύτης τραγῳδίας οὗτοί γε — ἤ τινʼ ἄλλον ἐκ μηχανῆς θεὸν ἐπὶ τῷ καρχησίῳ καθεζόμενον ἢ πρὸς τοῖς πηδαλίοις ἑστῶτα καὶ πρός τινα ᾐόνα μαλακὴν ἀπευθύνοντα τὴν ναῦν, οἷ προσενεχθεῖσα ἔμελλεν αὐτὴ μὲν ἠρέμα καὶ κατὰ σχολὴν διαλυθήσεσθαι, αὐτοὶ δὲ ἀσφαλῶς ἀποβήσεσθαι χάριτι καὶ εὐμενείᾳ τοῦ θεοῦ.
因此,我并非漫不经心、也非毫无留心地听他们讲述自己的海难和意外的获救,就像那些在神庙旁剃光了头的人,许多人聚在一起,讲述着大浪、风暴、岬角、抛弃货物、桅杆的折断和舵的碎裂,尤其是在这一切之上,双子神(狄奥斯库洛伊)显现——因为他们确实适合这种悲剧——或者其他什么“机械神”坐在桅楼上或立在舵旁,将船导向某个平缓的海岸,船漂到那里,注定会静静地、慢慢地解体,而他们自己则因神明的恩典和好意而安全登陆。
ἐκεῖνοι μὲν οὖν τὰ πολλὰ ταῦτα πρὸς τὴν χρείαν τὴν παραυτίκα ἐπιτραγῳδοῦσιν ὡς παρὰ πλειόνων λαμβάνοιεν, οὐ δυστυχεῖς μόνον ἀλλὰ καὶ θεοφιλεῖς τινες εἶναι δοκοῦντες·
那些人为了眼前的需要,对这些事情进行夸大的悲剧式描述,以便能得到更多,使自己看起来不仅不幸,而且深受神明喜爱。
§2οἱ δὲ τοὺς ἐν ταῖς οἰκίαις χειμῶνας καὶ τὰς τρικυμίας καὶ νὴ Δία πεντακυμίας τε καὶ δεκακυμίας, εἰ οἷόν τε εἰπεῖν, διηγούμενοι, καὶ ὡς τὸ πρῶτον εἰσέπλευσαν, γαληνοῦ ὑποφαινομένου τοῦ πελάγους, καὶ ὅσα πράγματα παρὰ τὸν πλοῦν ὅλον ὑπέμειναν ἢ διψῶντες ἢ ναυτιῶντες ἢ ὑπεραντλούμενοι τῇ ἅλμῃ, καὶ τέλος ὡς πρὸς πέτραν τινὰ ὕφαλον ἢ σκόπελον ἀπόκρημνον περιρρήξαντες τὸ δύστηνον σκαφίδιον ἄθλιοι κακῶς ἐξενήξαντο γυμνοὶ καὶ πάντων ἐνδεεῖς τῶν ἀναγκαίων — ἐν δὴ τούτοις καὶ τῇ τούτων διηγήσει ἐδόκουν μοι τὰ πολλὰ οὗτοι ὑπʼ αἰσχύνης ἐπικρύπτεσθαι, καὶ ἑκόντες εἶναι ἐπιλανθάνεσθαι αὐτῶν.
而那些讲述在府邸中的风暴、大浪,甚至(奉宙斯之名)可以说是五重浪和十重浪的人,讲述他们最初如何在海面看似平静时驶入,以及在整个航程中忍受了多少折磨——无论是干渴、晕船还是被盐水淹没,最后他们那可怜的小船在暗礁或陡峭的悬崖上撞得粉碎,而他们这些不幸的人如何赤身裸体、缺乏一切必需品,极其狼狈地游水逃生——在这些事情以及他们的讲述中,在我看来,他们大多因羞耻按理而隐瞒了许多事,并且甘愿遗忘。
ἀλλʼ ἔγωγε κἀκεῖνα καὶ εἴ τινʼ ἄλλα ἐκ τοῦ λόγου συντιθεὶς εὑρίσκω προσόντα ταῖς τοιαύταις συνουσίαις, οὐκ ὀκνήσω σοι πάντα, ὦ καλὲ Τιμόκλεις, διεξελθεῖν· δοκῶ γάρ μοι ἐκ πολλοῦ ἤδη κατανενοηκέναι σε τούτῳ τῷ βίῳ ἐπιβουλεύοντα,
但我,将这些事情以及我从言论中发现的属于这种交往的其他一切结合起来,绝不会犹豫向你——我美丽的提摩克利斯——全部讲述。
§3καὶ πρῶτόν γε ὁπηνίκα περὶ τῶν τοιούτων ὁ λόγος ἐνέπεσεν, εἶτα ἐπῄνεσέ τις τῶν παρόντων τὴν τοιαύτην μισθοφοράν, τρισευδαίμονας εἶναι λέγων οἷς μετὰ τοῦ φίλους ἔχειν τοὺς ἀρίστους Ῥωμαίων καὶ δειπνεῖν δεῖπνα πολυτελῆ καὶ ἀσύμβολα καὶ οἰκεῖν ἐν καλῷ καὶ ἀποδημεῖν μετὰ πάσης ῥᾳστώνης καὶ ἡδονῆς ἐπὶ λευκοῦ ζεύγους, εἰ τύχοι, ἐξυπτιάζοντας, προσέτι καὶ μισθὸν τῆς φιλίας καὶ ὧν εὖ πάσχουσιν τούτων λαμβάνειν οὐκ ὀλίγον ἐστίν· ἀτεχνῶς γὰρ ἄσπορα καὶ ἀνήροτα τοῖς τοιούτοις τὰ πάντα φύεσθαι.
因为我觉得自己早就注意到你正图谋这种生活,首先是在谈到此类事情时,在场的一人赞美了这种佣工生活,说那些人有福了:他们不仅能与罗马人中最优秀的人为友,享用奢华且免费的晚餐,居住在优美的地方,而且,如果是这样的话,还能极其安逸、享乐地躺在白色的马车上旅行,此外,还能为他们的友谊以及他们所受的恩惠获得不菲的薪水;对于这样的人来说,一切简直是不播种、不耕耘而自生。
ὁπότε οὖν ταῦτα καὶ τὰ τοιαῦτα ἤκουες, ἑώρων ὅπως ἐκεχήνεις πρὸς αὐτὰ καὶ πάνυ σφόδρα πρὸς τὸ δέλεαρ ἀναπεπταμένον παρεῖχες τὸ στόμα.
所以,当你听到这些和此类事情时,我看到你是如何目瞪口呆,对着那诱饵张开大口的。
ὡς οὖν τό γε ἡμέτερον εἰσαῦθίς ποτε ἀναίτιον ᾖ μηδὲ ἔχῃς λέγειν ὡς ὁρῶντές σε τηλικοῦτο μετὰ τῆς καρίδος ἄγκιστρον καταπίνοντα οὐκ ἐπελαβόμεθα οὐδὲ πρὶν ἐμπεσεῖν τῷ λαιμῷ περιεσπάσαμεν οὐδὲ προεδηλώσαμεν, ἀλλὰ περιμείναντες ἐξ ἑλκομένου καὶ ἐμπεπηγότος ἤδη συρόμενον καὶ πρὸς ἀνάγκην ἀγόμενον ὁρᾶν, ὅτʼ οὐδὲν ὄφελος ἑστῶτες ἐπεδακρύομεν·
因此,为了使我们的一方日后不致受责备,你也无法说‘我们眼睁睁看着你把那么大的鱼钩连同虾饵一起吞下去,却既没有拉住你,也没有在它落入喉咙之前把它扯掉,更没有预先指明,而是眼看着你被强行拖拽,已经被钩住并拉走,当时我们站在一旁哭泣也无济于事’——免得你哪天说出这些话(如果说出来,那是很有道理的,且让我们无法逃避,仿佛我们因没有预先警告而犯了错)——请从头听取一切,并且在闲暇时,从外面,而不要从最深处的内部,预先观察网本身以及鱼簗的无法逃脱,亲手拿起鱼钩的弯曲部分、倒钩的反向弯折和三叉戟的尖端,在膨胀的脸颊上尝试一下,看看它们在伤口中剧烈撕扯、无法抗拒地钩住时,是否显得极其锐利、无法逃避且痛苦不堪。
ὅπως μὴ ταῦτα λέγῃς ποτέ, πάνυ εὔλογα, ἢν λέγηται, καὶ ἄφυκτα ἡμῖν, ὡς οὐκ ἀδικοῦμεν μὴ προμηνύσαντες, ἄκουσον ἐξ ἀρχῆς ἁπάντων, καὶ τὸ δίκτυόν τε αὐτὸ καὶ τῶν κύρτων τὸ ἀδιέξοδον ἔκτοσθεν ἐπὶ σχολῆς, ἀλλὰ μὴ ἔνδοθεν ἐκ τοῦ μυχοῦ προεπισκόπησον, καὶ τοῦ ἀγκίστρου δὲ τὸ ἀγκύλον καὶ τὴν εἰς τὸ ἔμπαλιν τοῦ σκόλοπος ἀναστροφὴν καὶ τῆς τριαίνης τὰς ἀκμὰς εἰς τὰς χεῖρας λαβὼν καὶ πρὸς τὴν γνάθον πεφυσημένην ἀποπειρώμενος, ἢν μὴ πάνυ ὀξέα μηδὲ ἄφυκτα μηδὲ ἀνιαρὰ ἐν τοῖς τραύμασι φαίνηται βιαίως σπῶντα καὶ ἀμάχως ἀντιλαμβανόμενα, ἡμᾶς μὲν ἐν τοῖς δειλοῖς καὶ διὰ τοῦτο πεινῶσιν ἀνάγραφε, σεαυτὸν δὲ παρακαλέσας θαρρεῖν ἐπιχείρει τῇ ἄγρᾳ, εἰ θέλεις, καθάπερ ὁ λάρος ὅλον περιχανὼν τὸ δέλεαρ.
如果觉得并不锐利,也不无法逃避,在伤口中也不痛苦,那就把我们列入懦弱因而挨饿的人之中,而你自己则鼓起勇气,如果你愿意,就像海鸥把整个饵吞下一样,勇敢地去捕捉你的猎物吧。

词汇与语法注释

  1. §1εἰ χρὴ φιλίαν τὴν τοιαύτην αὐτῶν δουλείαν ἐπονομάζειν — 插入句,意为“如果真的必须把他们的这种奴役称为友谊的话”。φιλίαν 是宾语补足语(谓语性宾格),τὴν τοιαύτην αὐτῶν δουλείαν 是直接宾语,讽刺了将他们的奴隶状态称为“友谊”的世俗说法。
  2. §2οἱ δὲ τοὺς ἐν ταῖς οἰκίαις χειμῶνας ... διηγούμενοι ... ἐδόκουν μοι τὰ πολλά οὗτοι — 第2节开头的主格复数短语 οἱ δὲ ... διηγούμενοι 构成了悬空主格(Anacoluthon),并在后文中通过代词 οὗτοι(作为主要动词 ἐδόκουν 的主语)被重新接回。这种结构在语法完整之前,先在句首强调了说话的主体。
  3. §3ὡς οὖν τό γε ἡμέτερον εἰσαῦθίς ποτε ἀναίτιον ᾖ — 连词 ὡς 引导目的从句,伴随虚拟语气 ᾖ,意为“为了使我们的一方日后不致受责备”。它与随后的 ὅπως μὴ ταῦτα λέγῃς ποτέ(“免得你哪天说出这些话”)平行,为随后的主句命令式 ἄκουσον(“请听取”)设置了提前说明的目的。

引用这一段

琉善, 论豪门受雇者 §1-3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg033.humanitext-grc2:1-3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。